- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:26.32-28.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德如何讨论阿那克萨哥拉与德谟克利特关于理智与灵魂的同一性及其区别,解释了着眼于认知能力的古代哲人(如恩培多克勒与柏拉图)基于“同类相知”原则从本原构建灵魂的过程,并辨析了亚里士多德对《论哲学》的指引。
" Ταύτην δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηδὲν ὁρᾶν κινοῦν, ὃ μὴ καὶ αὐτὸ κινεῖται." Κἂν γὰρ ὁ νοῦς πρώτως κινῇ πάντῃ ὢν ἀκίνητος, ἀλλὰ σὺν τῇ ψυχῇ καὶ τῇ φύσει. ἐὰν οὖν κινῶνται ἥ τε ψυχὴ καὶ ἡ φύσις, τὸ ἐξ αὐτῶν καὶ τοῦ νοῦ συμπλεκόμενον κινητικὸν αἴτιον κινούμενον ἔσται. μνησθεὶς δὲ Ἀναξαγόρου τῆς κινήσεως τὸν νοῦν αἰτιωμένου, ὡς καὶ αὐτοῦ ψυχὴν τὴν κινοῦσαν λέγοντος, ἐπάγει1 οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτος. τοῦτον μὲν γὰρ ὡς μὴ διορίζοντα τὴν ἀεὶ ἀληθῆ γνωστικὴν δύναμιν, ἣν νοῦν φαμεν, ἀπὸ τῆς ψευδομένης ποτέ, ὁποία ἥ τε αἰσθητικὴ καὶ ἡ φανταστικὴ καὶ ἡ δοξαστικὴ ἐν ἡμῖν ζωή, διὰ τὸ πᾶν τὸ φαινόμενον ἀληθὲς τίθεσθαι, εἰς ταὐτόν φησιν ἄγειν νοῦν τε καὶ ψυχήν, τὴν ὅση δηλαδὴ γνωστική· ἐπαινεῖσθαι γοῦν καὶ τὸν Ὅμηρον ὑπὸ Δημοκρίτου ἱστορεῖ ποιήσαντα ὡς ὁ Ἕκτωρ κεῖτ’ ἀλλοφρονέων ὑπὸ τῆς πληγῆς, καίτοι τῆς τοῦ συνθέτου βεβλαμμένης κριτικῆς ζωῆς διὰ τὴν σωματικὴν πληγήν, ἀλλ’ οὐ τῆς σώματος χωριστῆς, ἣν δύναμιν τῆς ψυχῆς καλεῖ τῆς ἀληθείας ἀντιληπτικὴν καὶ τὸν κατὰ φρόνησιν νοῦν ἐπιστημονικὸν ὄντα δηλαδή.2 τὸν μὲν οὖν Ὅμηρον κατὰ ποιητικὴν ἐξουσίαν ἀδιαφόρως χρῆσθαι τοῖς ῥήμασιν οὐδὲν θαυμαστόν. ὁ δὲ Δημόκριτος καὶ τῷ τοῦτον ἐπαινεῖν δῆλός ἐστι καὶ ἐπὶ τῆς ὁποιασοῦν γνώσεως τὸν κατὰ φρόνησιν φέρων νοῦν. τὸν δὲ Ἀναξαγόραν φησὶ μὴ παντελῶς εἰς ταὐτὸν ψυχήν τε καὶ νοῦν ἄγειν, ὅτι τε μὴ σαφῶς καὶ ὅτι τὰ ἀντικείμενα φαίνεται λέγων, ἐνίοτε μὲν μόνης τῆς ὀρθῆς γνώσεως τὸν νοῦν αἰτιώμενος καὶ διὰ τοῦτο χωρίζων πως αὐτὸν τῆς ψυχῆς, ὡς μὴ πάσης τῆς ἀληθείας οὔσης ἀντιληπτικῆς, ἀλλὰ κατὰ τὴν ἀρίστην δύναμιν· ποτὲ δὲ ἐν ἅπασιν αὐτὸν ὑπάρχειν τοῖς ζῴοις ἀποφαινόμενος τὸν αὐτὸν τίθεται τῇ ψυχῇ. ψυχὴ γὰρ ἐν πᾶσιν ἀλλ’ οὐχὶ νοῦς, εἰ μὴ ἄρα τὴν φαντασίαν τις καλοίη νοῦν· πρὸς ὃν ἀντιδιαστέλλων τὸν κατὰ φρόνησιν νοῦν λέγει μὴ ἐν πᾶσιν ὑπάρχειν, ὅπου γε μηδὲ ἐν ἀνθρώποις πᾶσιν· ὀλίγοι γὰρ οἱ κατ’ ἐπιστημονικὴν φρόνησιν τῆς ἀληθείας θεωρητικοί. οὐκ ἐν πᾶσιν οὖν τοῖς ἀνθρώποις, οὐχ ὡς μὴ ἔχουσι τὴν νοητικὴν οὐσίαν (μία γὰρ ἡ πάσας ἔχουσα τὰς δυνάμεις ψυχή), ἀλλ’ ὡς μὴ χρωμένοις αὐτῷ.
“并将这[视为]由其自身[被运动],因为没有看到任何在驱动的同时其自身不被运动之物。” 因为即使理智在完全不动的状态下首要地驱动,也是与灵魂和自然一道进行的。因此,如果灵魂和自然被运动,那么由它们与理智结合而成的动力原因也将是被运动的。在提到阿那克萨哥拉将运动归咎于理智、因为他也说驱动者是灵魂之后,[亚里士多德]接着说道:“然而绝非完全像德谟克利特那样。”因为他说,德谟克利特由于没有把永远真实的认知能力(我们称之为理智)与有时犯错的认知能力(如我们内中的感觉、想象和臆见性生命)区分开来,通过设定凡显现者皆为真实,便将理智与灵魂(即就其具有认知能力而言)归结为同一事物;至少他述评说荷马受到德谟克利特的称赞,因为荷马写到赫克托耳遭受重击后“心怀他思[昏厥]而躺着”,尽管因身体受击而受损的是复合体的判断性生命,而非那可脱离身体的生命——[亚里士多德]称此生命为灵魂领会真理的能力,即相当于明智的、属于科学知识的理智。荷马依据诗的自由不加区分地使用词语,这固然不足为奇;但德谟克利特即便通过称赞荷马,也显然将相当于明智的理智加诸任何一种认知。然而他说阿那克萨哥拉并未将灵魂与理智完全归于同一事物,既因为他没有明确阐述,也因为他似乎在说互相对立之事:有时他仅将正确的认知归因于理智,并因此在某种程度上将它与灵魂分开,理由是并非所有[灵魂]都能领会真理,而只是依照最卓越的能力才如此;但在另一时,通过断言理智存在于一切动物之中,他又将它设定为与灵魂同一。因为灵魂存在于一切[动物]中,而理智则不然,除非有人将想象称为理智。与此相对照,他将相当于明智的理智区别开来,说它并不存在于一切[动物]中,既然它甚至并非存在于所有人类之中;因为依照具有科学知识的明智来观照真理的人是极少的。因此,它并非存在于所有人之中,不是因为他们不具有理智性的实体(因为拥有全部能力的灵魂是一),而是因为他们没有运用它。
"Ὅσοι δὲ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων "Ἀπέβλεψαν δηλαδή· προείρηται γὰρ τοῦτο.3 δυσὶ δὲ χαρακτηρίζεσθαι τὴν ψυχὴν εἰπών, τῷ τε κινητικῷ καὶ τῷ γνωστικῷ, καὶ ἱστορήσας ὡς τῷ κινεῖσθαι κινεῖν αὐτὴν οἱ παλαιότεροι ἐτίθεντο, ἐπάγει καὶ ὅπως γινώσκειν αὐτὴν ὑπέλαβον τὰ ὄντα. τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἀεὶ γινώσκεσθαι οἰόμενοι, καὶ τὴν ψυχὴν ὡς γνωριστικὴν τῶν ὄντων ἀφομοιοῦν τοῖς οὖσι βουλόμενοι, ἵνα μὴ ἐκ πάντων τῶν ὄντων αὐτὴν ποιῶσιν ἀπείρων ὑπαρχόντων, ἐκ τῶν ἀρχῶν αὐτὴν ὑφιστᾶσιν, ἐπειδὴ καὶ ἡ τῶν ἀρχομένων γνῶσις ἐκ τῶν ἀρχῶν· ἱκανὴν οὖν ἀπὸ τῶν ἀρχῶν τὴν ψυχὴν συμπληρουμένην οὐ μόνας αὐτὰς ἀλλὰ καὶ τὰ ἐξ αὐτῶν γνωρίζειν.4 οὕτω δὴ Ἐμπεδοκλέα μὲν ἐκ τε τῶν τεττάρων αὐτὴν ὑφιστάνειν στοιχείων καὶ ἐκ τῶν δύο κινητικῶν ἀρχῶν, φιλίας τε καὶ νείκους, οὐ μόνον τὸ ἐκ πασῶν μῖγμα ψυχὴν λέγοντα, ἀλλὰ καὶ ἑκάστην ἀρχὴν γνωστικὴν οὖσαν τοῦ ὁμοίου· τὸ γὰρ γνωστικὸν ὁτουοῦν ψυχὴν εἶναι. Πλάτων δὲ ἐν Τιμαίῳ ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας, ὧν ἡ μὲν τὸν νοητὸν ἡ δὲ τὸν αἰσθητὸν δηλοῖ ὅρον, ἐκ τῶν τοῦ ὄντος γενικῶν στοιχείων οὐσίας τε καὶ ταὐτοῦ καὶ θατέρου, ἃ δὴ καὶ τὰ τούτοις ὅμοια διακόσμια γένη τῶν ὄντων πάντων στοιχεῖα τίθεται Πλάτων.
“而凡是[着眼]于认识和感觉存在者的人”也就是“着眼于”;因为此前已经说过了。在谈到灵魂由两件事物即驱动能力与认知能力所表征,并述评了古人如何设定灵魂因自身被运动而驱动之后,[亚里士多德]接着阐明他们如何设想灵魂认识存在者。因为他们认为同类总是由同类所认识,并且期望将作为存在者之认知者的灵魂同化于存在者,为了不把灵魂造自一切存在者(既然存在者是无限的),他们从本原建立起灵魂,因为对源自本原者的认识也是出自本原;因此[他们设想],由本原充实起来的灵魂不仅足以认识本原自身,而且足以认识源自本原的事物。恩培多克勒正是由此从四元素以及爱与争这两个动因本原中建立灵魂,不仅将出自所有这些本原的混合物称为灵魂,而且将能够认知其同类的每一个本原也称为灵魂;因为任何能认知者皆是灵魂。柏拉图在《蒂迈欧篇》中则从不可分的实体以及在物体周围被分割的实体(前者指明理智界限,后者指明感觉界限)中,并从存在者的属相元素——实体、同与异中[建立灵魂];柏拉图正是将这些以及与它们类似的构序之属设定为一切存在者的元素。
"Ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ φιλοσοφίας λεγομένοις διωρίσθη." Περὶ φιλοσοφίας νῦν λέγει τὰ Περὶ τοῦ ἀγαθοῦ αὐτῷ ἐκ τῆς Πλάτωνος ἀναγεγραμμένα συνουσίας, ἐν οἷς ἱστορεῖ τάς τε Πυθαγορείους καὶ Πλατωνικὰς περὶ τῶν ὄντων δόξας.
“同样,在被称为《论哲学》的著作中也作了界定。” 他在此所说的《论哲学》,是指他根据柏拉图的讲课记录下来的《论善》,在其中他述评了关于存在者的毕达哥拉斯派与柏拉图派的意见。
- 1.48μνησθεὶς δὲ Ἀναξαγόρου τῆς κινήσεως τὸν νοῦν αἰτιωμένου, ὡς καὶ αὐτοῦ ψυχὴν τὴν κινοῦσαν λέγοντος, ἐπάγει
主句谓语动词为 ἐπάγει(隐含主语为亚里士多德),句首的阳性单数主格分词 μνησθείς 与主语一致。Ἀναξαγόρου 是由动词 μιμνήσκομαι 支配的属格宾语,紧随的 τῆς κινήσεως τὸν νοῦν αἰτιωμένου 是修饰它的定语性属格分词短语(内含 αἰτιάομαι + 宾格 + 属格的结构)。ὡς καὶ αὐτοῦ... λέγοντος 为表示理由的属格绝对构式。
- 1.48ἣν δύναμιν τῆς ψυχῆς καλεῖ τῆς ἀληθείας ἀντιληπτικὴν καὶ τὸν κατὰ φρόνησιν νοῦν ἐπιστημονικὸν ὄντα δηλαδή
ἣν 为关系代词,先行词为前文提及的“可脱离身体的生命”。在关系分句中,谓语动词 καλεῖ(主语为亚里士多德)接双宾格(ἣν 与 δύναμιν... ἀντιληπτικήν 为宾语与宾补);连词 καί 之后,τὸν κατὰ φρόνησιν νοῦν 作为同位补充的宾格出现,ἐπιστημονικὸν ὄντα 作为补充性述谓分词与之同格一致。
- 1.49Ἀπέβλεψαν δηλαδή· προείρηται γὰρ τοῦτο.
由于引文 ¦404b8¦ Ὅσοι δὲ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων 缺乏限定谓语动词,辛普里丘根据前文语境(参见 404b7)在句法上补充了动词 Ἀπέβλεψαν。δηλαδή 表明该补充完全出自明确的前文语境。
- 1.49ἱκανὴν οὖν ἀπὸ τῶν ἀρχῶν τὴν ψυχὴν συμπληρουμένην οὐ μόνας αὐτὰς ἀλλὰ καὶ τὰ ἐξ αὐτῶν γνωρίζειν.
承接前句的思考/假定动词(如 ὑφιστᾶσιν 或 ὑπέλαβον)而形成的带不定式宾格构式。宾格主语为 τὴν ψυχήν,不定式为 γνωρίζειν,ἱκανὴν... συμπληρουμένην 是作为述谓性宾格修饰主语能力(即“由本原充实的灵魂足以认识……”)。
