← 辛普里丘

亚里士多德《论灵魂》注释

§277.30-279.3

经由抽离的事物的思惟与塌鼻之喻

辛普利丘总结了“在抽离中的事物”即形状和数等偶性,思惟它们的理智是与感觉和想象相结合的活动,并逐字阐明了亚里士多德关于塌鼻与弯曲的文句意图及其异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.157#2

εἴρηται οὖν, τίνα τέ ἐστι τὰ ἐν ἀφαιρέσει, ὅτι τὰ μαθηματικά, οὐχὶ τὰ αἴτια οὐδὲ τὰ ὡς οὐσίαι, ἀλλὰ τὰ προτεινόμενα καὶ συμβεβηκότα. καὶ ἡ αἰτία τοῦ ὀνόματος, διότι οὐχ, ὡς ἔστι, σὺν τῇ οὐσίᾳ, ἀλλὰ ἄνευ αὐτῆς θεωρεῖται ὑπὸ τῶν συνήθως τοῖς πολλοῖς καλουμένων μαθηματικῶν. τούτοις δὲ αἰσθητοῖς τε καὶ φανταστοῖς οὖσι συμβεβηκόσιν αἴσθησίς τε καὶ φαντασία ὁμοταγεῖς εἰσι γνώσεις. τῶν γὰρ συμβεβηκότων αὗται ἀλλ’ οὐχὶ τῶν οὐσιῶν κριτικαί· οὐσίας γὰρ λόγος καὶ νοῦς ἀντιληπτικοί. ἀτυχὴς δέ φησι Πλάτων οὐσίας ἡ αἴσθησις, καὶ ἄλλως δὲ ἐναργές, ὅτι περὶ ποιότητας καὶ ποσότητας καὶ πάθη πᾶσαί εἰσιν αἱ αἰσθήσεις. ὥστε καὶ οἱ ἀπὸ τῶν αἰσθητῶν τῇ φαντασίᾳ ἐγγινόμενοι τύποι οὐκ οὐσίαι. τὰ δὴ τοιαῦτα οὐ μόνον, ὡς εἴρηται, ταῖς συστοίχοις θεωροῦνται γνώσεσιν, ἀλλὰ καὶ τῷ ἡμετέρῳ νῷ, ποτὲ μὲν συμπλεκομένῳ τῇ αἰσθήσει τε καὶ φαντασίᾳ καὶ περὶ αὐτὰ μόνα ἐνεργοῦντι ἄνευ τῆς τῶν οὐσιῶν αὐτῶν γνώσεως (ὃν δὴ καὶ μαθηματικὸν ἄν τις εἴποι νοῦν κατὰ τὸν τοῖς πολλοῖς συνήθως ὀνομαζόμενον μαθηματικόν)· ποτὲ δὲ οὐκ εἰς αὐτὰ ἀποβλέποντα,1 ἀλλ’ εἰς τὰς αἰτίας αὐτῶν οὐσίας, τάς τε εἰδητικὰς καὶ τὰς συνθέτους, καὶ ἀπὸ τούτων ὡς ἐξ αἰτίων τὰ συμβεβηκότα αἱροῦντα αἰτιατὰ ὄντα, κρείττονα τοῦτον νοῦν οὐσιῶν ἀντιληπτικόν. περὶ οὗ ἤδη ὁ Ἀριστοτέλης προείρηκε τὰς νοήσεις ἡμῖν παραδιδούς, τοῦ προϊόντος μὲν τελεωθέντος δὲ ἤδη νοῦ διττὰς τιθέμενος, τὰς μὲν κατὰ τὴν ἄκλαστον εὐθεῖαν, τὰς τῶν εἰδῶν γνωριστικάς, τὰς δὲ κατὰ τὴν κεκαμμένην γραμμὴν τὰς τῶν συνθέτων. ἀλλ’ οὐ περὶ τούτου νῦν ὁ λόγος αὐτῷ, περὶ δὲ τοῦ συμπλεκομένου αἰσθήσει τε καὶ φαντασίᾳ. διὸ οὐκ ἄνευ φαντασίας οὐδὲ οὗτος νοεῖ, ὅταν οὕτω νοῇ, ὥσπερ οὐδὲ ὁ πρακτικός. ὅταν γὰρ ἐκ τῶν οὐσιῶν καὶ τὰ συμβεβηκότα ὡς ἐξ αἰτίων αἱρῇ, κατὰ τελειοτέραν δηλαδὴ θεωρεῖ νόησιν, καὶ οὐκέτι τὰ ἐν ἀφαιρέσει, ὡς ὅταν γε τὰ ἐν ἀφαιρέσει νοῇ, οὐχ ὡς ἔστι ταῦτα, ἀλλὰ χωρίζων ἀπὸ τῆς οὐσίας νοεῖ, ὥσπερ ὅταν σιμὸν ὁρῶν οὐ κατὰ τὸ συναμφότερον τήν τε κοιλότητα καὶ τὴν ὑποκειμένην σάρκα, ἀλλὰ κατὰ μόνην ἐπινοῶν τὴν κοιλότητα. ὁ μὲν οὖν τὸ σιμὸν ᾗ σιμὸν νοῶν οὐ κεχωρισμένην τὴν κοιλότητα νοεῖ· ὁ δὲ καθ’ αὑτὴν τὴν κοιλότητα νοῶν ὡς κεχωρισμένην ἐπινοεῖ. εἰπὼν δὲ ὁ Ἀριστοτέλης τὸ σιμὸν ᾗ σιμὸν οὐ κεχωρισμένως, δέον ἐπαγαγεῖν2 ᾗ δὲ κοῖλον, ἐπειδὴ κοιλότης ἐν ῥινὶ ἡ σιμότης, ἀντὶ τοῦ κοίλου τὸ καμπύλον ἐναντίον ὂν ἐπήνεγκε, διότι ὁ τὸ καμπύλον ἐπινοῶν ἐν τῇ τοῦ σιμοῦ θέᾳ δῆλον ὡς καθ’ αὑτὸ ἐπινοεῖ· οὐ γὰρ οἷόν τε ἐν τῷ αὐτῷ καὶ τὸ κοῖλον εἶναι καὶ τὸ καμπύλον. ἐξ ὑποθέσεως δὲ ἔφη τὸ εἴ τις ἐνόει ἐνεργείᾳ, ἐπειδὴ δύναταί τις καὶ τὸ καμπύλον μετὰ ἄλλης νοεῖν σαρκός, ὡς ἐπὶ τῶν γρυπῶν, καὶ αὐτὸ δὲ καθ’ αὑτό. εἴ τις οὖν ἐνόει τὸ καμπύλον καθ’ ἑαυτὸ καὶ οὐ δυνάμει ἀλλ’ ἐνεργείᾳ, τὸ μὴ κεχωρισμένον μηδὲ πεφυκὸς κεχωρισμένως ὑφίστασθαι ὡς κεχωρισμένον ἂν ἐνόει. τὸ δὲ ἐν ᾗ τὸ κοῖλον ἀναδραμὼν εἰς τὸ σιμὸν εἴρηκεν, οὐκ ἐμμείνας τῇ ἐπὶ τὸ καμπύλον μεταβάσει. ὁμοίως οὖν καὶ τὰ μαθηματικά (εἴρηται δὲ ὁποῖα καλεῖ μαθηματικά) οὐ πεφυκότα χωρὶς τῶν οὐσιῶν ὑφεστάναι τῶν ἑδραζουσῶν αὐτὰ καὶ ἀνεχουσῶν ὡς κεχωρισμένα ὁ μαθηματικὸς ἐπισκοπεῖ. διπλῆ δὲ ἡ γραφὴ φέρεται, ἢ οὕτως οὐ κεχωρισμένα ὡς κεχωρισμένα, ἢ οὐ κεχωρισμένως ὡς κεχωρισμένως.3 δηλοῖ δὲ κατὰ ταύτην τὴν γραφὴν τὸ νοοῦν, κατὰ φύσιν μᾶλλον ἔχον τῶν οὐσιῶν προηγουμένως ἀντιλαμβάνεσθαι καὶ οὐ κεχωρισμένως μόνων τῶν συμβεβηκότων, ἐν τῇ τοιαύτῃ θεωρίᾳ κεχωρισμένως ἐνεργεῖν, οἷον ἐξιστάμενον ἑαυτοῦ ἐπὶ δευτέρας ἀπὸ τῶν μάλιστα προσηκουσῶν αὐτῷ κατὰ φύσιν ἐνεργειῶν. προείρηται δὲ καὶ ὑπ’ αὐτοῦ ἤδη, ὅτι ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν. ὅταν οὖν τὰ ἀχώριστα τῶν οὐσιῶν, τουτέστι τὰ συμβεβηκότα ὡς χωριστὰ ἐπινοῇ ὁ νοῦς, κατὰ τὰς ἀχωρίστους ἑαυτοῦ καὶ συμπλεκομένας τοῖς ἐσχάτοις ἐνεργείας ἐνεργεῖ, τὰς ἀφισταμένας τῶν τῆς οὐσίας γνωστικῶν.

因此,何为在抽离中的事物已经说明:即它们是数学对象,既非原因亦非作为实体之物,而是被展布之物与偶性。其名称的原因亦已说明:因为它们不是如其实存那样伴随实体,而是被通常为众人所称的数学家们脱离实体来观照。对于这些既可感觉又可想象的偶性而言,感觉与想象是与之同级的认知。因为它们是对偶性而非对实体的批判;把握实体的乃是论理与理智。正如柏拉图所说,感觉“无缘于实体”,此外在其他方面亦很显明,一切感觉皆关涉质、量与属性。因此由感觉对象在想象中产生的印记亦非实体。正如所说,此类事物不仅由同列的认知所观照,亦由我们的理智所观照:有时它与感觉和想象相交织,在缺乏对其实体自身的认识的情况下仅围绕它们活动(按照众人通常称谓数学家的方式,人们亦可称之为数学理智);有时它不着眼于它们,而是着眼于作为其原因的实体,即形式实体与复合实体,从这些实体出发如从原因出发般把握作为被导致之物的偶性——此即把握实体的更为优越的理智。关于这种理智,亚里士多德在向我们传授思惟活动时此前已经谈到,他将前进而已被完善的理智的思惟设定为双重的:一种依不折的直线,是认识形式的;另一种依弯折的线,是认识复合体的。但他现在的论述并非关于这种理智,而是关于与感觉和想象相交织的理智。因此,正如实践理智一样,当此[理智]如此思惟时,它亦非脱离想象而思惟。因为当它从实体出发如从原因出发般把握偶性时,它显然是依更完满的思惟在观照,而不再是观照在抽离中的事物;而当它思惟在抽离中的事物时,它思惟它们不是如其所是,而是将它们脱离实体来思惟,正如某人看到塌鼻时,不是依凹度与底层肉的结合体来思索,而仅依凹度来思索。因此,依塌鼻之为塌鼻而思惟它的人,思惟凹度并不是分离的;但依凹度本身思惟的人,则是将其作为分离之物来思索。亚里士多德在说了“塌鼻就其为塌鼻而言不是被分离地[思惟]”之后,本应接着说“但就其为凹而言”——因为塌鼻性就是鼻中的凹度——,却用其对立面“弯曲”代替了“凹”,这是因为在塌鼻的观看中思索弯曲的人,显然是在依其自身思索它;因为凹与弯曲不可能在同一事物之中。而他假定性地说“若有人现实地思惟”,是因为人们亦可将弯曲与其他肉一起思惟(如在鹰钩鼻的情形中),亦可依其自身思惟它。因此,若有人依其自身、非潜能地而是现实地思惟弯曲,他就会把既非分离亦非本性上分离地持存之物,作为分离之物来思惟。而他说“凹度所在的”,则是折回塌鼻而说的,并未坚持转向弯曲。因此,数学对象亦同样如此——他将何物称为数学对象已经说明——,它们本性上并非脱离奠定和支撑它们的基础实体而持存,数学家却将它们作为分离之物来审视。此处流传着双重异文:或是“非分离之物作为分离之物”,或是“非分离地作为分离地”。依后一种异文,它表明思惟者本性上更多地是本原地把握实体,而非以分离的方式仅把握偶性,但在这种观照中却以分离的方式活动,宛如从其本性上最相称的活动中脱离自身,转向次级的活动。正如他此前亦已说过的,事物如何脱离质料而分离,理智方面的事物亦是如何。因此,当理智将不可脱离实体之物(即偶性)作为分离之物来思索时,它是依据自身那些与最末端事物相交织且不可分离的、脱离了认识实体的活动而活动的。

语法注3 条
  1. 3.157ποτὲ δὲ οὐκ εἰς αὐτὰ ἀποβλέποντα

    此处虽与前文与格 τῷ ἡμετέρῳ νῷ 及其修饰分词 συμπλεκομένῳ... ἐνεργοῦντι 构成对应对比(ποτὲ μέν... ποτὲ δέ...),但句法出现破格转向(anacoluthon),转为宾格分词 ἀποβλέποντα... αἱροῦντα 以及宾格短语 κρείττονα τοῦτον νοῦν,从而在表述上重新界定理智。

  2. 3.157δέον ἐπαγαγεῖν

    非人称动词 δεῖ 的中性单数现在分词构成的绝对宾格结构。带有与事实相反的让步意味(“本应接着说……然而却……”),用以引出主句的背景情况。

  3. 3.157οὐ κεχωρισμένως ὡς κεχωρισμένως

    对两组异文(中性复数形容词宾格 οὐ κεχωρισμένα ὡς κεχωρισμένα 与副词形式 οὐ κεχωρισμένως ὡς κεχωρισμένως)中后者的解读。在后一种异文中,副词修饰思惟主体(τὸ νοοῦν)的活动方式,解释为主体本应以不分离的方式活动,却在抽离的观照中以分离的方式活动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:277.30-279.3