← 辛普里丘

亚里士多德《论灵魂》注释

§276.11-277.30

经由抽离的思维与物理学和数学的区别

辛普里丘基于亚里士多德431b12关于抽离中事物的引文,探讨了抽离的含义、自然学家与数学家在对待实体与原因还是偶性上的方法差异,以及数学对象与想象及生命理性之间的本体论关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.157#1

" Τὰ δὲ ἐν ἀφαιρέσει λεγόμενα νοεῖ ὥσπερ ἄν εἰ τὸ σιμόν, ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως, ᾗ δὲ καμπύλον, εἴ τις ἐνόει ἐνεργείᾳ, ἄνευ τῆς σαρκὸς ἂν ἐνόει ἐν ᾗ τὸ κοῖλον.1 οὕτω τὰ μαθηματικὰ οὐ κεχωρισμένα ὡς κεχωρισμένα νοεῖ, ὅταν νοῇ ἐκεῖνα." Μικρόν, εἰ δοκεῖ, ἐπιστήσαντες, τίνα τέ ἐστι τὰ ἐν ἀφαιρέσει καὶ διὰ τί οὕτω καλεῖται καὶ τίς ἡ σύστοιχος αὐτοῖς γνωστικὴ δύναμις, θεωρήσωμεν ἐκεῖνο προλαμβάνοντες, ὅτι τῶν γνωστῶν ἀντιλαμβάνεται μὲν καὶ ἡ σύστοιχος αὐτοῖς δύναμις, μειζόνως δὲ καὶ κρειττόνως ἡ μὴ σύστοιχος κατὰ τὸ ὑπερέχον, δυναμένη αὐτὴ καὶ μετὰ τῆς συστοίχου ἐνίοτε ἐνεργοῦσα καὶ καθ’ ἑαυτὴν μόνη ὡς ἐξ αἰτίας αἱρεῖν τὰ δεύτερα. οὕτω γοῦν καὶ ὁ ἡμέτερος ἐπιστημονικὸς τῶν φυσικῶν λόγος γινώσκει καὶ τὰ αἰσθητὰ πάθη, ποτὲ μὲν σὺν τῇ αἰσθήσει ἐνεργῶν καὶ συμπλεκόμενος αὐτῇ καὶ οὕτω προσβάλλων τοῖς αἰσθητοῖς, ποτὲ δὲ ἄνευ αἰσθήσεως τὰς οὐσίας τῶν τε εἰδῶν τῶν φυσικῶν καὶ τῶν κατὰ ταῦτα ὁριζομένων συνθέτων γινώσκων, ἐκ τῶν οὐσιῶν ὡς ἀπὸ αἰτιῶν καὶ τὰ περὶ τὰς οὐσίας πάθη καὶ συμβεβηκότα, ὁποῖα ἄττα ἐστί, κρίνει. ᾗ καὶ διαφέρειν ὁ φυσικὸς τοῦ μαθηματικοῦ ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως ἐλέγετο. ὁ μὲν γὰρ μαθηματικός, ἅτε καθ’ αὑτὰ τὰ συμβεβηκότα οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις καὶ ἀριθμοὺς καὶ λόγους ἐναρμονίους ἐπισκοπούμενος, δεῖται πρὸς τὴν γνῶσιν αὐτῆς τῆς αἰσθήσεως· ὁ δὲ φυσικὸς ὡς ἐξ αἰτίων τῶν τε εἰδῶν καὶ αὐτῶν τῶν συνθέτων οὐσιῶν ὡς οὐσιῶν καὶ τὰ σχήματα καὶ τὰ λοιπὰ τὰ οἰκείως ἐπισυμβαίνοντα ταῖς οὐσίαις θεωρεῖ. διὸ φιλοσοφία τις καὶ ἡ φυσικὴ πραγματεία ὡς περὶ οὐσίαν στρεφομένη καὶ ὡς ἐξ αἰτίων τὰ αἰτιατὰ γινώσκουσα· οὐχὶ δὲ ἡ μαθηματική, ἀλλ’, ὥς φησι Πλάτων, γεφύρᾳ ἔοικεν· ἀρχὴ γὰρ αὐτῇ, ὡς ὁ αὐτὸς ἀποφαίνεται φιλόσοφος, ἃ μὴ οἶδε,2 μέσα δὲ καὶ τελευτὴ ἐξ ὧν μὴ οἶδε, διότι ἀπολείπεται τῶν αἰτίων τῷ μὴ τὰς οὐσίας ἐπισκοπεῖσθαι· τὸ γὰρ κυρίως αἴτιον πάντως οὐσία ἢ καὶ ταύτης κρεῖττον. λέγω δὲ νῦν μαθηματικὴν οὐ τὴν κατὰ τοὺς Πυθαγορείους, τὴν καὶ τοὺς ζωτικοὺς λόγους τοὺς τῶν διαστάσεων καὶ σχημάτων προβλητικούς, εἴτε ἐν τοῖς φυσικοῖς σώμασιν εἴτε ἐν φαντασίαις ἐγγίνονται, ἐπισκοποῦσαν (φιλοσοφία γὰρ ἐκείνη), ἀλλὰ τὴν ὅλην περὶ αὐτὰ τὰ προβαλλόμενα οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις στρεφομένην, ἅπερ ἐξ ἀφαιρέσεως εἴωθεν ὁ Ἀριστοτέλης καλεῖν, θεωρούμενα μὲν καὶ ἐν τοῖς φύσει συνεστῶσι σώμασι, προτεινόμενα δὲ καὶ ἐν αὐτῇ τῇ φαντασίᾳ, ἐξ ἀφαιρέσεως δὲ λεγόμενα ὡς ἄνευ τῶν οὐσιῶν αὐτὰ καθ’ αὑτὰ θεωρούμενα, καίτοι γε οὐχὶ καὶ οὕτως ὑφιστάμενα· οὐ γὰρ οἷόν τε ἄνευ οὐσιῶν τὰ συμβεβηκότα καθ’ αὑτὰ ὑφίστασθαι. συμβεβηκότα δὲ τὰ τοιαῦτα πάντα, περὶ ἃ τοῖς μαθηματικοῖς ἡ πραγματεία. πᾶς κύκλος, λέγουσιν, ἴσας ἔχει τὰς ἀπὸ τοῦ κέντρου πάσας, καὶ πᾶσαι αἱ περὶ κέντρον καθ’ ἕνα τὸν αὐτὸν ἑστῶτα πόλον κινήσεις συναποκαθίστανται αἵ τε μείζους καὶ ἐλάττους, καὶ πᾶς ἀρτιάκις ἄρτιος ἀριθμὸς μέχρι μονάδος δίχα διαιρεῖται, καὶ πᾶς ὁ διπλάσιος λόγος ἐξ ἡμιολίου καὶ ἐπιτρίτου σύγκειται. συμβεβηκότα δὲ πάντα τά τε σχήματα καὶ αἱ κινήσεις καὶ οἱ μοναδικοὶ ἀριθμοὶ καὶ οἱ σχετικοὶ λόγοι, ἐξ ἀφαιρέσεως λεγόμενα, ὅτι οὐχ, ὡς ἔστι, μετὰ τῶν οὐσιῶν, ἀλλ’ ὡς ἀποχωριζόμενα τῶν οὐσιῶν καθ’ ἑαυτὰ γινώσκεται. ἐπεὶ καὶ ὅταν ἐν φαντασίᾳ προτείνηται, τοῖς ζωτικοῖς τοῖς καὶ προάγουσιν αὐτὰ λόγοις συνυφίσταται ὡς αὐτῶν ἐξῃρημένα καὶ περὶ αὐτοὺς ἔχοντα τὸ εἶναι ὡς πέρατα, καθάπερ καὶ τὰ τοῖς φύσει συνεστῶσι συμβεβηκότα τῶν οὐσιῶν εἰσιν ἀποπερατώσεις, καὶ οὐχ ὡς τῶν Περιπατητικῶν ἔνιοι φαίνονται τὰ φανταστὰ ὡς ἀνούσια πάντῃ ἐξ ἀφαιρέσεως καλοῦντες, διὰ τὸ κεχωρίσθαι τῶν ἐν τοῖς αἰσθητοῖς οὐσιῶν. ὅτι γὰρ καὶ τὰ φανταστὰ περὶ τοὺς ζωτικοὺς λόγους, οὐσίας ὄντας, δηλοῖ τὸ ἀκριβὲς αὐτῶν, ὑπὲρ τὰ αἰσθητὰ ὄν, καὶ ἡ τοῦ ἐλλείποντος αὐτοῖς προσθήκη καὶ ἡ τοῦ περιττοῦ ἀφαίρεσις,3 οὐκ ἂν ἔξωθεν ἐγγινόμενα καὶ ἀπὸ τῶν χειρόνων τὸ κρεῖττον ἔχοντα, ἀλλὰ δῆλον ὡς προσεχῶς ὑπ’ αὐτῶν προβαλλόμενα τῶν ζωτικῶν λόγων, ὡς καὶ αὐτὴ ἡ κριτικὴ αὐτῶν δηλοῖ ἐνέργεια, οὐδέποτε πάθος οὖσα ἡ κρίσις, ἀλλὰ καθαρὰ ἐνέργεια, καὶ ἔνδοθεν ἀλλ’ οὐκ ἔξωθεν.

“而对于所谓在抽离中的事物,[理智]思惟它们,正如假若就塌鼻之为塌鼻而言不是被分离地[思惟],但就其为弯曲而言,若有人现实地思惟它,他就会离开凹度所在的肉来思惟它一样。理智在思惟那些并非分离的数学对象时,正是这样把它们作为分离之物来思惟的。” 如果可以的话,在我们稍作停顿以观照何为在抽离中的事物、为何它们如此得名、以及与它们同列的认知能力是什么之前,让我们先把握这一点:在可知对象中,固然与它们同列的能力把握它们,然而依其超越性,不同列的能力更为重大且优越地把握它们,它自身既能有时与同列能力共同活动,又能独自依其自身如从原因出发般把握次级之物。无论如何,我们关于自然事物的科学论理正是如此认识感觉属性的,有时与感觉共同活动并与感觉交织,由此接触感觉对象;有时则脱离感觉,认识自然形式以及依这些形式被规定的复合物的实体,从作为原因的实体出发,判定围绕实体的属性与偶性是怎样的。正是在此意义上,《物理学》第二卷曾说自然学家与数学家有所不同。因为数学家作为审视偶性本身的人,诸如形状、大小、运动、数以及谐音比,为了认识需要感觉本身;而自然学家则如从作为原因的形式和复合实体本身(作为实体)出发,观照形状以及其余固有地附随于实体的事物。因此,自然学探究亦是一种哲学,因其围绕实体展开,并如从原因出发认识被导致之物;但数学探究则不然,而是如柏拉图所说,类似于一座桥梁;因为正如同一位哲学家所阐明的,对它而言,起点是“它所不知之物”,而中间环节与终点亦是“由它所不知之物构成”,因为它因不审视实体而遗漏了原因;因为严格意义上的原因无论如何都是实体或甚至优于实体之物。我现在所说的数学,并非指皮达哥拉斯学派的那种数学,即考察投射出广延与形状的生命理性(无论它们产生在自然物体中还是在想象中)的数学(因为那是哲学),而是指完全围绕被投射出的事物本身(诸如形状、大小和运动)展开的数学。亚里士多德习惯将这些事物称为“源于抽离”,它们固然在按本性构成的物体中被观照,但亦在想象本身中被展布,因其脱离实体而被依其自身观照,故而被称为“源于抽离”;尽管它们实际上并非如此持存,因为偶性不可能脱离实体依其自身持存。而数学家的探讨所围绕的所有此类事物皆为偶性。他们说:“每一个圆,从圆心出发的所有[直线]皆相等”;“围绕同一个固定的极、环绕圆心的所有运动,无论较大者还是较小者,皆同时复位”;“每一个偶倍偶数皆可二分直至单位”;“每一个两倍比皆由一又二分之一比和一又三分之一比组成”。形状、运动、单位数以及关系性的比例皆为偶性,被称为“源于抽离”,是因为人们认识它们是依其自身脱离实体,而非如其存在那样伴随实体。因为即使在想象中被展布时,它们亦是与引出它们的生命理性共同持存的,作为从理性中超拔而出,并作为界限围绕理性拥有其存在,正如按本性构成之物的偶性是实体的完成一样;而不是像逍遥学派的某些人那样,似乎因其脱离了感觉对象中的实体,便将可想象之物称为全然无实体的“源于抽离”。因为,即使可想象之物亦围绕作为实体的生命理性展开,这一点由它们超越感觉对象的精确性,以及对它们所欠缺者的增补和多余者的削去所显明;这些不可能来自外部,亦不可能从劣等者获得更优等者,而是显然直接由生命理性自身所投射,正如对它们的批判性活动本身所显明的那样;因为判断绝非被动承受,而是纯粹的活动,且来自内部而非外部。

语法注3 条
  1. 3.157ὥσπερ ἄν εἰ τὸ σιμόν, ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως, ᾗ δὲ καμπύλον, εἴ τις ἐνόει ἐνεργείᾳ, ἄνευ τῆς σαρκὸς ἂν ἐνόει ἐν ᾗ τὸ κοῖλον

    在由 ὥσπερ ἄν εἰ 引导的比较从句中,前半句 ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως 省略了谓词动词(如 νοεῖ 或 νοεῖται):“正如塌鼻就其为塌鼻而言并非分离地[被思惟]”。后半句 εἴ τις ἐνόει... ἄνευ τῆς σαρκὸς ἂν ἐνόει 构成与现在事实相反的虚拟条件句(未完成过去时直陈式加 ἄν),引出核心主张:就其为弯曲而言,若有人思惟它,便会脱离其所在的肉来思惟。

  2. 3.157ἀρχὴ γὰρ αὐτῇ, ὡς ὁ αὐτὸς ἀποφαίνεται φιλόσοφος, ἃ μὴ οἶδε, μέσα δὲ καὶ τελευτὴ ἐξ ὧν μὴ οἶδε

    此处化用了柏拉图《理想国》卷七(533c)的文句。在句法上,ἀρχή 作为谓表语,关系代词从句 ἃ μὴ οἶδε 作为主语(“它所不知者是其始基”)。后半句 ἐξ ὧν μὴ οἶδε(“由其所不知者构成”)省略了系动词或动词,作主语 μέσα δὲ καὶ τελευτή 的谓语成分。

  3. 3.157ὅτι γὰρ καὶ τὰ φανταστὰ περὶ τοὺς ζωτικοὺς λόγους, οὐσίας ὄντας, δηλοῖ τὸ ἀκριβὲς αὐτῶν, ὑπὲρ τὰ αἰσθητὰ ὄν, καὶ ἡ τοῦ ἐλλείποντος αὐτοῖς προσθήκη καὶ ἡ τοῦ περιττοῦ ἀφαίρεσις

    动词 δηλοῖ 的主语是紧随其后的三个并列名词短语(τὸ ἀκριβὲς αὐτῶν、ἡ ... προσθήκη 和 ἡ ... ἀφαίρεσις)。句首的 ὅτι 从句(其中省略了系动词 ἐστί:“表象之物亦围绕生命理性展开”)是 δηλοῖ 的宾语从句;全句采用了宾语从句倒置提前、主语置于主句动词之后的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:276.11-277.30