← 辛普里丘

亚里士多德《论灵魂》注释

§275.6-276.10

普遍实践理智与向观照理智的上升

在对亚里士多德《论灵魂》431b10的注解中,辛普利丘阐明了实践理智在脱离具体行动而普遍考察规范时,其真假依然与善恶属于同类且离不开想象,并论述了从实践理智经由数学观照理智上升至最高观照理智的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.156

" Καὶ τὸ ἄνευ δὲ πράξεως, καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τῷ αὐτῷ γένει ἐστὶ τῷ ἀγαθῷ καὶ κακῷ, ἀλλὰ τῷ γε ἁπλῶς διαφέρει καὶ τινί.1" Ὅτι μὲν ὡς διωκτὸν καὶ φευκτὸν τὸ πρακτὸν οὐ μόνον ἐν τῷ νοήματι, ἀλλὰ καὶ ἐν τῷ φαντάσματι ἢ καὶ ἐν τῷ αἰσθητῷ θεωρεῖται, διὰ τὸ ἐν τοῖς πρακτικοῖς λογισμοῖς τοῖς περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τὴν ἐλάττονα λεγομένην πρότασιν μερικὴν πάντως εἶναι, ἐπιδέδεικται. ἀξιοῖ δὲ νῦν ὁ Ἀριστοτέλης,2 καὶ ὅτε ὁ πρακτικὸς νοῦς καθολικῶς ἐν ἑαυτῷ τὴν περὶ τῶν πρακτῶν κινεῖ θεωρίαν, κἂν μὴ ὡς διωκτὸν ἢ φευκτὸν ἀλλ’ ὡς γνωστὸν καὶ καθόλου ἐπισκοπῇ, ὁποίαν φέρε δεῖ εἶναι τὴν εὖ πολιτευομένην πόλιν καὶ ποίοις χρῆσθαι νόμοις, ἢ ὅλως ἐν τίσιν αἱ πράξεις, καὶ περὶ τίνα τῶν ὄντων, ὅτι οὐ περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλὰ περὶ τὰ μεταβαλλόμενα καὶ ἐνδεχόμενα, καὶ τότε ἄνευ πράξεως, τουτέστι τοῦ πράττειν τι σκοπῶν τὰ πρακτὰ καὶ ὁποῖον τὸ ἐν αὐτοῖς ἀληθές τε καὶ ψεῦδος, ὡς πρακτικὸς καὶ τότε ἐνεργεῖ, οὐχ ὡς τότε πράττων τι, ἀλλ’ ὡς ὅτε δέοι πράττειν, τῇ φανείσῃ αὐτῷ καθόλου χρησόμενος ἀληθείᾳ. ἐν οὖν τῷ αὐτῷ γένει, ἔφη, ἐστὶ τῷ ἀγαθῷ καὶ κακῷ. ταῦτα δὲ ἐν τῷ πρακτικῷ· ὥστε καὶ τὸ ἀληθὲς τοῦτο καὶ ψεῦδος ἐν τῷ πρακτικῷ, οὐκ ἄνευ φαντασίας οὐδὲ τότε ἐνεργοῦν, ἐπειδὴ καὶ καθολικὰ αὐτῷ θεωρήματα τοιαῦτα, ὁποῖα τὰ ἐν τοῖς μερικοῖς κοινά, ὅταν φέρε πᾶσα πόλις εὐνομουμένη λέγῃ ἢ πᾶς ἀνὴρ κόσμιος ἤ τι τοιοῦτον. οὐ γὰρ τὰ νοητὰ ὡς νοητά τις θεωρῶν τὰ ἐν τοῖς αἰσθητοῖς καθόλου λήψεται οὐδὲ τοῖς ἀνάλογον τῷ ἀγαθῷ τε καὶ κακῷ ἀληθεῖ τε καὶ ψευδεῖ χρήσεται, ἀλλὰ καὶ ἀληθεύσει ἀναντιθέτως πρὸς τὸ ψεῦδος καὶ τὸ ἀγαθὸν εἴσεται τὸ πρὸς τὸ κακὸν ἀναντίθετον. ὁ γὰρ πρακτικὸς ὁ περὶ τὰ ἀντικείμενα, διὰ τὸ καὶ περὶ τὰ ἐνδεχόμενα εἶναι καὶ μεταβαλλόμενα. ἐπεὶ οὖν, κἂν καθόλου περὶ τῶν πρακτῶν ποιῆται τὸν λόγον, οὐ παντελῶς ἀφίσταται τῶν μερικῶν (ἐν τούτοις γὰρ τὰ καθόλου), οὐδὲ τῆς φαντασίας παντελῶς ἀποστήσεται· τῶν γὰρ μερικῶν ἐκείνη ἐπιβλητική, οἷς τὰ καθόλου σύνεστιν. ἄνευ οὖν πράξεως ἀληθὲς καὶ ψεῦδος εἴρηται, ὅτε μὴ πράττων καθολικώτερον, ὡς εἶπον, περὶ τῶν πρακτῶν διαλογίζεται, κατὰ τὴν πρακτικὴν δηλαδὴ ἐπιστήμην. διαφέρει δὲ μόνον ἡ καθόλου περὶ τῶν πρακτῶν νόησις τῆς ἐν αὐτῷ τῷ πράττειν, ὅτε καὶ τὰ μερικὰ συλλαμβάνειν ἀνάγκη, τῷ ἁπλῶς καὶ τινί. ἡ μὲν γάρ ἐστιν ἁπλῶς ὡς ἐκ δύο οὖσα καθόλου· ἡ δὲ τὶς ὡς ἐκ μερικῆς καὶ καθόλου μερικὸν συνάγουσα τὸ συμπέρασμα. μέχρι τούτων συμπληρώσας τὸν περὶ τοῦ πρακτικοῦ λόγον, ἀναδραμεῖν δὲ πάλιν ἐπὶ τὸν ἀκρότατον θεωρητικὸν βουλόμενος, διὰ τῶν μέσων ποιεῖται τὴν ἀνάβασιν. προσεχέστατα δὲ τοῦ πρακτικοῦ ἐπαναβέβηκεν ὁ τῶν μαθηματικῶν πραγμάτων θεωρητικός, ἃ καὶ αὐτὰ ἔνυλα μέν, οὐκ ἐν τῇ γενητῇ δὲ ὕλῃ καὶ ἄλλοτε ἄλλως ἐχούσῃ, ἀλλ’ ὅμως ἔνυλα ὡς ἐν διαστάσει πάντως καὶ μερισμῷ τινι ὑφεστῶτα καὶ διὰ τοῦτο καὶ αὐτὰ φανταστὰ ὄντα, τοῦ θεωροῦντος αὐτὰ νοῦ ὅρον αὐτοῖς καὶ τάξιν ἐπιτιθέντος καὶ τό τε ἐνδέον προστιθέντος καὶ τὸ περιττὸν ἀφαιροῦντος καὶ σκοποῦντος αὐτὰ ὡς φανταστά, τοῦ πρακτικοῦ καὶ τὰ φανταστὰ κατὰ τὴν πρὸς τὰ αἰσθητὰ ἀναφορὰν γινώσκοντος, καὶ ταύτῃ τοῦ μαθηματικοῦ τὸν πρακτικὸν ὑπερβάλλοντος.

“并且脱离行动的事物亦是如此;真与假同善与恶属于同一个属,但以绝对而言还是就某一事物而言存在区别。” 可行之事作为应追求与应回避之物,不仅在思想中被观照,亦在意象中甚至在感觉对象中被观照,这一点已通过在关于善与恶的实践推论中所谓的小前提无论如何都是个别的这一事实得到了证明。但亚里士多德现在主张,即便实践理智在自身内部普遍地发起关于可行之事的观照——哪怕它不是将其作为应追求或应回避之物,而是作为可知且普遍之物来考察,例如一个治理良好的城邦应当是怎样的,应当采用怎样的法律,或者行动究竟包含在何种事物之中,并且关乎何种存在(即并非关乎始终处于同一状态的事物,而是关乎变化且可变的事物)——即便在此时,它脱离行动,亦即脱离从事某种具体行动,来审视可行之事以及在它们之中的真与假是怎样的,它在此刻亦是作为实践理智在活动;这并非因为它在此时从事某种行动,而是如同在需要行动之时,它将运用向它普遍显现的真理。因此他说,[脱离行动的真与假]与善和恶“属于同一个属”。而这些属于实践的领域;因而此种真与假亦在实践的领域之中,即便在此时它的活动亦非脱离想象,因为对它而言,普遍的定理正是如同在个别事物中的共通之物那样,例如当人们说“每一个治理有序的城邦”或“每一个循规蹈矩之人”或诸如此类的表述时。因为,将理知之物作为理知之物来观照的人,既不会去把握在感觉对象之中的普遍之物,亦不会使用与善和恶相当的真与假,而是既无可对立于假地言说真,又将认识那无可对立于恶的善。因为实践理智关乎对立之物,正是由于它亦关乎可能且变化之物。既然如此,即便它关于可行之事进行普遍的探讨,它亦并未完全脱离个别事物(因为普遍之物存在于这些个别事物之中),它亦不会完全脱离想象;因为想象能够把握那普遍之物所附随的个别事物。因此,所谓“脱离行动的真与假”,是指在没有行动时,如我所说以更普遍的方式推演可行之事,亦即按照实践的知识来进行推演。而关于可行之事的普遍思惟,与在行动本身之中的思惟(此时亦必须把握个别事物)之间,仅仅在于绝对与某一具体事物之间的区别。因为前者作为由两个普遍前提构成的是绝对的;而后者作为从一个特殊前提和一个普遍前提推导出特殊结论的,是某种具体的思惟。在将关于实践理智的讨论阐述至此处之后,由于希望重新回到最高的观照理智,他便通过中间环节来实现这一上升。而紧邻实践理智之上的,是观照数学对象的理智;数学对象自身固然也是含质料的,但并非处于生成且随时变化的质料之中,然而它们之所以是含质料的,是因为它们无论如何都持存于某种广延与划分之中,并且因此它们自身亦是可想象的。观照它们的理智为它们赋予界限与秩序,增补不足之处并削去多余之物,将它们作为可想象之物来审视;而实践理智即使认识可想象之物,也是根据其与感觉对象的关联来认识的;正因如此,数学理智超越了实践理智。

语法注2 条
  1. 3.156τῷ ἁπλῶς διαφέρει καὶ τινί

    承接引文中的 τῷ ἁπλῶς... καὶ τινί(以绝对而言还是就某一事物而言),后文以 ἡ μὲν γάρ ἐστιν ἁπλῶς... ἡ δὲ τὶς 进行阐释。其中阴性单数不定代词 τὶς 承前指代 νόησις(思惟),表示“某种个别的思惟”,解释了三段论推理中是由两个普遍前提构成(ἁπλῶς),还是包含个别前提并得出个别结论(τὶς)的形式差异。

  2. 3.156ἀξιοῖ δὲ νῦν ὁ Ἀριστοτέλης

    主动词 ἀξιοῖ(主张)引导的长句在经过长篇插入的从句(καὶ ὅτε ὁ πρακτικὸς νοῦς... ὅτι οὐ περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα...)之后,转折至直陈语气分句 ὡς πρακτικὸς καὶ τότε ἐνεργεῖ(在那时它亦作为实践理智在活动),构成了变格句(anacoluthon)。此处将其统一理解为表明亚里士多德所主张的实质内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:275.6-276.10