- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:274.1-275.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修依据亚里士多德关于烽火的例子(431b5),阐明了通觉的感知与理性的符号判断如何结合以形成实践推理,辨析了意象与思想的异同,并注解了实践理智中对善恶的追求与回避如何对应于感觉中的快苦经验(431b8)。
" Οἷον αἰσθανόμενος τὸν φρυκτὸν ὅτι πῦρ, τῇ κοινῇ γνωρίζει ὁρῶν κινούμενον, ὅτι πολέμιος. ὁτὲ δ’ ἐν τοῖς ἐν τῇ ψυχῇ φαντάσμασιν ἢ νοήμασιν ὥσπερ ὁρῶν λογίζεται καὶ βουλεύεται τὰ μέλλοντα πρὸς τὰ παρόντα." Ὅταν μὲν γὰρ αὐτόθεν ὁρᾷ τὸν φρυκτὸν καὶ τῇ κοινῇ αἰσθήσει χρῆται, δῆλος ὡς εἰς τὸ αἰσθητὸν ἀποβλέπει.1 οἶμαι δὲ ὅτι ἡ κοινὴ αἴσθησις νῦν αὐτῷ ἀντὶ τῆς τῶν κοινῶν αἰσθητῶν εἴληπται· ὧν ἔστι μὲν καὶ ἡ ὄψις καθ’ ἑαυτήν, μάλιστα δὲ φαίνεται ἡ κοινὴ ὡς κοινῶν ἀντιληπτική, καὶ ὅταν συνεργῇ ἰδίᾳ ἑκάστη. κοινὸν δὲ αἰσθητὸν ἡ κίνησις, ὥσπερ τὸ χρῶμα τοῦ πυρὸς καὶ τὸ φῶς ἴδιον ὄψεως αἰσθητόν. καὶ γνωρίζει ὁ νοῶν συντιθεὶς τὸ μὲν ἀπὸ τοῦ αἰσθητοῦ, τὸ δὲ ἀπὸ τοῦ περὶ ταῦτα λόγου ἀναφέρων εἰς τὸ τὸν φρυκτὸν παρουσίας πολεμίων εἶναι σύμβολον. ὁ μὲν γὰρ κινούμενος φρυκτὸς αἰσθητός· τὸ δὲ οὗ τοῦτο σύμβολον ἐκ τοῦ λόγου εἴληπται, τῇ συνήθει αὐτοῦ χρήσει προσέχοντος. καὶ οὕτως ἀναγνωστέον μεταθέντας ὀλίγον τὴν λέξιν,2 οἷον αἰσθανόμενος τὸν φρυκτὸν ὅτι πῦρ τῇ κοινῇ ὁρῶν κινούμενον, καὶ ἐνταῦθα ὑποστίξαντας ἐπαγαγεῖν τὸ γνωρίζει ὅτι πολέμιος, οὐκ ἐκ τοῦ αἰσθάνεσθαι μόνου γνωρίζων, ἀλλὰ καὶ ἐκ τοῦ λόγου. ποτὲ μὲν οὖν εἰς τὸ αἰσθητὸν ἀποβλέπει, ποτὲ δὲ εἰς τὰ ἐν τῇ ψυχῇ φαντάσματα ἢ νοήματά φησιν, ἢ αὐτὰ τὰ φαντάσματα νοήματα καλῶν, ἐπειδὴ καὶ τὴν φαντασίαν νόησιν εἶπεν, ὡς ἀνωτέρω ἐπεδείκνυμεν, ἢ διαιρετέον καὶ τὰ μὲν φαντάσματα ἐν τῇ φαντασίᾳ θετέον, τὰ δὲ νοήματα τὰς ἐν αὐτῷ τῷ νοοῦντι ἐνεργείας, ὁριζομένας καὶ αὐτὰς τοῖς νοητοῖς τῶν πρακτῶν εἴδεσιν. πᾶσα γὰρ λογικὴ γνῶσις κἂν τοῦ ἐκτὸς ᾖ, εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ τὴν ἑαυτῆς κρίνουσα σύνεσιν γίνεται· διὸ καὶ πίστις ἕπεσθαι πάσῃ δόξῃ εἴρηται. ὀρθῶς οὖν εἰς τὰ φαντάσματα ἢ τὰ νοήματα ἀποβλέπειν εἴρηται ὁ λογιζόμενος ἢ βουλευόμενος περὶ τῶν πρακτῶν, οὐ διῃρημένως ποτὲ μὲν εἰς ἐκεῖνα ποτὲ δὲ εἰς ταῦτα, ἀλλ’ ὁμοῦ μὲν εἰς ἄμφω, προσέχων δὲ μᾶλλον τοῖσδε ἢ τοῖσδε. λογίζεται δὲ καὶ βουλεύεται τὰ μέλλοντα εἰς τὰ παρόντα, τὰ μὲν παρόντα ἐκ τῆς αἰσθήσεως λαβών, τὰ δὲ μέλλοντα ἐκ τῆς περὶ τῶν μελλόντων γνώσεως, λογικῆς δηλαδὴ οὔσης. ὡς καὶ διὰ τοῦτο οὐκ ἐκ παραλλήλου τὰ αὐτὰ ἀκούειν χρὴ φαντάσματά τε καὶ νοήματα, ἀλλὰ τὰ μὲν τοῖς τύποις, τὰ δὲ ταῖς τοῦ τοιούτου νοῦ ἐνεργείαις ἀποδιδόναι.
“正如感知到烽火是火,通过通觉看到它在移动,从而认识到是敌人;有时在灵魂中的意象或思想中,仿佛看见一般,针对当下对未来之事进行推演与思量。” 因为当他直接看见烽火并使用通觉时,显然他是注视着感觉对象的。而我认为,他此处所说的“通觉”是被用来替代“共同感觉对象[的把握能力]”;视觉自身固然亦能感知这些对象,但在各个固有感觉协同运作时,通觉最显明地表现为把握共同对象的能力。而运动是共同感觉对象,正如火的颜色与光是视觉的固有感觉对象一样。思考者通过结合来自感觉对象的事物和来自关于这些事物的理性推断,并将其归结为烽火是敌人来临的信号,从而进行认识。因为移动的烽火是可感的,但它是何种信号则是从理性中领会的,理性注意到了其惯常的用法。因此应当稍加调整文句来阅读:“正如感知到烽火是火,通过通觉看到它在移动”,在此处断句,然后接上“从而认识到是敌人”——因为他不仅从感知中认识,亦从理性中认识。因此,他有时注视感觉对象,有时则如他所言注视灵魂中的意象或思想,这或者是因为他将意象本身称为“思想”(正如我们在上文所指出的,他亦曾将想象称为思惟),或者应当加以区分,将意象置于想象之中,而将思想视为在思考者自身中的活动,这些活动本身亦由可行之事的理知形式所规定。因为一切理性认识,即便关乎外在事物,亦是通过转向自身并判定自身之领会而生成的;因此亦有说法称确信伴随一切意见。因此,关于可行之事进行推演或思量的人,被说成是注视着意象或思想是完全正确的;这并非分别注视,时而注视前者时而注视后者,而是同时注视两者,只是更多地专注于这者或那者而已。他针对当下对未来之事进行推演与思量,从感觉中获得当下之事,而从关于未来之事的认识(这显然是理性的)中获得未来之事。因此,亦因这一缘由,绝不可将“意象”与“思想”同等看待并混为一谈,而应将前者归于印记,将后者归于此种理智的活动。
"Καὶ ὅταν εἴπῃ ὡς ἐκεῖ τὸ ἡδὺ ἢ λυπηρόν, ἐνταῦθα φεύγει ἢ διώκει,3 καὶ ὅλως ἐν πράξει." Οὐ γὰρ ὁ προηγουμένως πρακτικὸς τὸ ἡδὺ ἢ τὸ λυπηρὸν τέλος τίθεται, ὥσπερ ἡ αἴσθησις καὶ ἡ ἄλογος ζωή, ἀλλὰ τὸ ἀγαθὸν ὡς διωκτὸν τὸ δὲ κακὸν ὡς φευκτόν. διὸ ἐθελήσας ἀπὸ τῶν καὶ τῇ αἰσθήσει γνωριμωτάτων ὁρίσαι τὰ τῷ πρακτικῷ ὀρεκτὰ καὶ φευκτά, ἀπὸ τοῦ ἡδέος καὶ λυπηροῦ, ὡς ἐκεῖ ἔφη, ἐν τῇ αἰσθήσει λέγων. ὅταν οὖν οὕτως κρίνῃ τὸ πρᾶγμα, οὐχ ὡς γνωστὸν μόνον, ἀλλ’ ὡς τοιοῦτον, οἷον ἦν τὸ ἐν τοῖς αἰσθητοῖς ἡδὺ ἢ λυπηρόν (τοιοῦτον δὲ ἐν αὐτῷ τὸ ἀγαθὸν ἢ κακόν), ἐνταῦθα, τουτέστιν ἐπὶ τῇ τοιαύτῃ κρίσει, ἢ φεύγει τὸ κακὸν ἢ διώκει τὸ ἀγαθόν, καὶ καθόλου πράττει τι. τοῦτο γὰρ δηλοῖ τὸ ὅλως ἐν πράξει. πράττει δὲ ἢ τοῦ ἀγαθοῦ ἐπιδιώκων μετάληψιν ἢ τὸ κακὸν ἀποδιοπομπούμενος.
“并且当他说像在彼处有快乐或痛苦一样时,在此处他就回避或追求,并且一般地处于行动之中。” 因为根本意义上的实践者并不像感觉和无理性生命那样将快乐或痛苦设为目标,而是将善设为可追求的,将恶设为应回避的。因此,他希望从对感觉而言亦最熟知的事物中,即从快乐与痛苦中,来规定对实践者而言渴求与回避的事物,所以他说“像在彼处一样”,意指在感觉之中。因此,当他不仅将事物判断为可知者,更判断为如同感觉对象中的快乐或痛苦那样的存在时(在他自身之中,善或恶便是此类事物),“在此处”,亦即基于此种判断,他便回避恶或追求善,并且普遍地从事某种行动。因为这便是“一般地处于行动之中”所表达的含义。而他行动,或是追求分享善,或是驱除恶。
- 3.154δῆλος ὡς εἰς τὸ αἰσθητὸν ἀποβλέπει
形容词 δῆλος 采用与主语一致的人称句式(personal construction),替代非人称句式 δῆλόν ἐστιν,承接前文未明示的主语,意为“显然他是注视着感觉对象的”。
- 3.154καὶ οὕτως ἀναγνωστέον μεταθέντας ὀλίγον τὴν λέξιν
辛普里修对亚里士多德原文语序和标点提出的构文重构建议:主张将 τῇ κοινῇ 与 ὁρῶν κινούμενον 联系起来,在该感知分句后加标点停顿(ὑποστίξαντας),再引出 γνωρίζει ὅτι πολέμιος,从而将对敌人的认识解释为理性而非单纯感觉的判断。
- 3.155ὡς ἐκεῖ τὸ ἡδὺ ἢ λυπηρόν, ἐνταῦθα φεύγει ἢ διώκει
相关副词 ἐκεῖ(在彼处)与 ἐνταῦθα(在此处)的对应构文。注解者将 ἐκεῖ 解释为“在感觉中”(ἐν τῇ αἰσθήσει),而将 ἐνταῦθα 解释为“在此种判断/实践理智中”(ἐπὶ τῇ τοιαύτῃ κρίσει),以此确立感觉中的快苦与实践中的求善避恶之间的平行对应关系。
