- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:272.33-273.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释《论灵魂》431b2的引文,说明亚里士多德由感觉转向实践理智,指出理智不仅在感觉对象不在场时、即便在场时亦依据意象(phantasmata)进行思量,并论证“绝无意象便不能思考”这一命题专门针对实践理智而言。
" Τὰ μὲν οὖν εἴδη τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ, καὶ ὡς ἐν ἐκείνοις ὥρισται αὐτῷ τὸ διωκτὸν καὶ φευκτόν, καὶ ἐκτὸς τῆς αἰσθήσεως, ὅταν ἐπὶ τῶν φαντασμάτων ᾖ, κινεῖται.1" Σαφῶς μετὰ τὸν περὶ τῆς αἰσθήσεως λόγον ἐπὶ τὸν πρακτικὸν νῦν μεταβαίνει νοῦν ὡς ἀπὸ εἰκόνος ἐπὶ παράδειγμα, ἀξιῶν αὐτὸν τὸ διωκτὸν καὶ φευκτὸν ποτὲ μὲν καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς παροῦσιν ὁρίζειν, ὅταν ὁρῶν τὸν φρυκτὸν κινούμενον, καὶ ὅτι πολέμιοι ὀχλοῦσι δι’ αὐτοῦ τοῦ αἰσθητοῦ γινώσκων, βουλεύηται, ὡς αὐτὸς ἔφη, ὅ τι δέοι πράττειν· ὡς ἐπὶ τὸ πλεῖστον δὲ συμβαίνει ἐν τοῖς φαντάσμασι τὰ ἀποτυπώματα τῶν αἰσθητῶν ὁρῶντα τὸν πρακτικὸν νοῦν λογίζεσθαί τε καὶ βουλεύεσθαι. καὶ γὰρ παρόντων ἐνίοτε τῶν αἰσθητῶν εἰς ἑαυτὴν στρεφομένη ἡ διανοητικὴ ψυχὴ τοὺς περὶ τῶν πρακτῶν ἐγείρει λογισμούς, καὶ ἐν τῇ εἰς ἑαυτὴν στροφῇ ἐξ ἀνάγκης οὐκ εἰς αὐτὰ τὰ αἰσθητά, ἀλλ’ εἰς τοὺς ἀπ’ ἐκείνων ἐγγινομένους τύπους ἀποβλέπει καὶ τούτοις χρῆται ὡς τοῦ συλλογισμοῦ γινομένοις μέρεσιν ἐν τῇ ἐλάττονι τῶν προτάσεων.2 διὸ καὶ ἐξ ἀνάγκης τῇ φαντασίᾳ χρῆται. καὶ δῆλον ἄρα κἀντεῦθεν, ὡς οὐ περὶ τοῦ θεωρητικοῦ νοῦ ἀπεφήνατο τὸ μηδέποτε ἄνευ φαντασίας νοεῖν αὐτόν,3 ἀλλὰ περὶ τοῦ πρακτικοῦ, ὡς καὶ ἐκ τῶν ἄλλων τῶν προειρημένων ἐπιστωσάμεθα καὶ ἐκ τῶν νῦν εἰρημένων ἐστὶν ἐναργές. ἔτι δὲ μᾶλλον ἀπόντων τῶν αἰσθητῶν ἐν τοῖς φαντάσμασιν εἴσεται τὰ περὶ ὧν αἱ πράξεις, μερικὰ ὄντα καὶ ἄτομα καὶ αἰσθητά πως καὶ διὰ τοῦτο ἢ αἰσθήσει ἢ φαντασίᾳ συστοίχως γινωσκόμενα. ταῦτα δὴ καὶ ὁ φιλόσοφος παραδιδοὺς τὰ εἴδη λέγει τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖν, εἴδη καλῶν τὰς τῶν αἰσθητῶν μορφάς. ἤδη τε γὰρ πολλάκις εἶπε καὶ αὖθις ἐρεῖ, ὡς οὐχὶ αὐτὰ τὰ αἰσθητά, ἀλλὰ τὰ τούτων εἴδη ἐγγίνεται τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ, τῇ μὲν ὡς αἰσθητὰ τῇ δὲ ὡς φαντάσματα. καλῶς οὖν καὶ νῦν τὰ εἴδη ἔφη, εἴτε τῶν αἰσθητῶν ἀκούσοις εἴτε ἁπλῶς τῶν πρακτῶν. καὶ γὰρ καὶ τὰ πρακτὰ αἰσθητά πως, ἐπειδὴ καὶ ὅταν τὸ ἐμαυτοῦ ἢ τὸ ἑτέρου τινὸς ἦθος κοσμεῖν ἐθέλω, καὶ αὐτὸ τὸ ἦθος διὰ τὸ ἐν μερικῷ εἶναι ἀνθρώπῳ αἰσθητὸν γίνεται, καὶ ἔτι μᾶλλον διὰ τὸ αὐτόθεν τῇ αἰσθήσει γνωρίζεσθαι, ὁποῖόν ποτε τυγχάνει ὄν, ἐκ τῆς εὐτάκτου ἢ ἀτάκτου κινήσεώς τε καὶ ἐνεργείας. τὸ δὲ νοητικόν, δηλαδὴ τὸ πρακτικόν· τοῦτο γὰρ τὸ διῶκον ἢ φεῦγον. εἴρηται δὲ ὡς ἐν τοῖς φαντάσμασι τὰ εἴδη τῶν πρακτῶν ἀναλαμβάνον νοεῖ εἰς αὐτὰ ἀποβλέπον, οὐχ ὡς τῶν φανταστῶν ὄντων νοημάτων, ἀλλ’ ἑτέρων καὶ ἐν αὐτῷ τῷ νοοῦντι ἐνεργουμένων κατά τε τὴν πρὸς τὰ φαντάσματα θέαν ἐγειρομένων. σαφῶς γὰρ καὶ αὐτὸς ἐρεῖ, ὡς οὐδὲ ταῦτα τὰ νοήματα φαντάσματά ἐστιν, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων. ἀποβλέπει δὲ εἰς τὰ φαντάσματα, ὅταν τῶν αἰσθητῶν ἀποστῇ, ἢ μὴ παρόντων ἔτι ἢ καὶ παρόντων, διὰ τὴν εἰς ἑαυτὸν σύννευσιν. ὅτι γὰρ καὶ εἰς αὐτὰ τὰ αἰσθητά ποτε ὁρᾷ, δηλοῖ γράφων καὶ ὡς ἐν ἐκείνοις ὥριστο αὐτῷ τὸ διωκτὸν καὶ φευκτόν, ἐν ἐκείνοις λέγων τοῖς αἰσθητοῖς, καθάπερ αὐτὸς σαφῶς ἑρμηνεύει ἀντιδιαιρῶν αὐτοῖς τὰ ἐκτὸς τῆς αἰσθήσεως, ἅπερ ἐστὶ τὰ φανταστά. ὅταν γάρ, φησιν, ἐπὶ τῶν φαντασμάτων ᾖ, κινεῖται, τουτέστιν ἐγείρεται εἰς λογισμὸν καὶ βουλὴν τὴν περὶ αὐτόν. καὶ ἔτι ἐναργέστερον σαφηνίζει τὸ ποτὲ μὲν αὐτὸν εἰς τὰ αἰσθητὰ ἀποβλέπειν, ποτὲ δὲ εἰς τὰ φανταστὰ διὰ τῶν ἐφεξῆς.
“因此,思考能力是在意象中思考形式的,正如可追求者与应回避者在那些事物[感觉对象]中已被它规定一样,即便脱离感觉,当它面对意象时,它亦被推动。” 显而易见,在关于感觉的论述之后,他如今转向了实践理智,宛如从肖像走向原型;他认为实践理智有时甚至在现存的感觉对象本身中规定可追求者与应回避者——正如他自己所言,当人看见烽火移动,并通过这感觉对象本身认识到敌人来犯时,便会思量应当做什么。但在大多数情况下,实践理智是在意象中注视感觉对象的印记来进行推演和思量的。因为有时即便感觉对象在场,推论灵魂通过转向自身,亦会激发起关于应行之事的推理;而在转向自身的活动中,它必然不是注视感觉对象本身,而是注视由它们产生的印迹,并将这些印迹用作在小前提中构成三段论的组成部分。因此,它必然会使用想象。由此亦清楚表明,他所断言的“理智绝不无想象而思考”,并非针对理论理智而言,而是针对实践理智而言;正如我们依据前面所述的其他论据已确证的那样,且从眼下所说的话中亦甚为显明。当感觉对象不在场时,它就更会在意象中认识那些与行动相关的事物,因为这些事物是个别的、特殊的且在某种程度上是可感的,因而相应地通过感觉或想象被认识。哲学家正是在传授这些道理时说思考能力在意象中思考形式,将感觉对象的形态称为“形式”。因为他已经多次说过并且往后还会再说:进入感觉与想象之中的,并非感觉对象本身,而是它们的形式;在感觉中作为感觉对象,在想象中则作为意象。因此,无论你理解为感觉对象的形式,还是单纯理解为可付诸实践之事的形式,他如今称之为“形式”都是恰当的。因为可付诸实践之事在某种意义上亦是可感的,因为当我希望修饬自己或他人的品性时,品性本身由于存在于个别的人之中而成为可感的,而且由于通过秩序良好或紊乱的运动与活动,其究竟处于何种状态直接为感觉所认识〔而更是可感的〕。而所谓“思考能力”,显然指实践能力;因为正是它在进行追求或回避。而说它在意象中领会可行之形并注视着它们来思考,并非意指想象的对象就是思想,而是说思想是不同的、在思考者自身中实现的,并且是随着向着意象的注视而被激发起来的。因为他自己亦将明确指出,即便是这些思想也不是意象,但也并非脱离意象而存在。理智是在脱离感觉对象时才注视意象的,这种脱离或是由于感觉对象已不再在场,或是由于即便在场却因向自身的凝聚所致。因为,他通过写下“正如可追求者与应回避者在那些事物中已被它规定一样”表明,理智有时确实亦注视感觉对象本身;正如他自己明确解释的那样,通过把脱离感觉的事物(即想象对象)与感觉对象区分并对立起来,他所谓的“在那些事物中”就是指在感觉对象中。因为他说,“当它面对意象时,它亦被推动”,即是说,它被激发起关于该事物的推演与思量。并且通过接下来的文句,他更加生动地阐明了理智有时注视感觉对象、有时注视想象对象。
- 3.153καὶ ὡς ἐν ἐκείνοις ὥρισται αὐτῷ τὸ διωκτὸν καὶ φευκτόν, καὶ ἐκτὸς τῆς αἰσθήσεως, ὅταν ἐπὶ τῶν φαντασμάτων ᾖ, κινεῖται
引文中的 καὶ ὡς ... καὶ ... 构成“正如……同样也……”的比照相关结构。关于 ἐν ἐκείνοις 的指代对象,辛普里修依据后文与之对立的短语 ἐκτὸς τῆς αἰσθήσεως(“脱离感觉”),将其明确解释为“在感觉对象中”(τοῖς αἰσθητοῖς)。
- 3.153τούτοις χρῆται ὡς τοῦ συλλογισμοῦ γινομένοις μέρεσιν ἐν τῇ ἐλάττονι τῶν προτάσεων
连词 ὡς 后接与 τούτοις 保持与格一致的表语性分词短语 τοῦ συλλογισμοῦ γινομένοις μέρεσιν,表示主观认定的功能:“作为三段论的组成部分”。介词短语 ἐν τῇ ἐλάττονι τῶν προτάσεων 指实践三段论中的“在小前提中”。
- 3.153τὸ μηδέποτε ἄνευ φαντασίας νοεῖν αὐτόν
由定冠词 τὸ 引导的带宾格主语的不定式短语(τὸ ... νοεῖν αὐτόν)充当动词 ἀπεφήνατο 的直接宾语。代词 αὐτόν 作为不定式 νοεῖν 的逻辑主语,指代“理智”(νοῦς)。
