- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:272.1-272.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明,感觉能力对同类相异感觉对象(甜与热)的判定与对相反对立事物(白与黑)的判定在原理上并无二致,并通过利用字母A、B、Γ、Δ构建的比例及更比变换,解释了统一与多性认识的结构。
" Τί γὰρ διαφέρει τὸ ἀπορεῖν, πῶς τὰ ὁμογενῆ κρίνει ἢ τἀναντία, οἷον λευκὸν καὶ μέλαν." Παραδείγματι χρησάμενος τῷ γλυκεῖ καὶ θερμῷ, ὁμογενέσι μὲν οὖσιν ὡς αἰσθητοῖς καὶ πορρωτέρω ἀλλήλοις κοινωνοῦσιν ἢ τὰ ἐναντία, διὰ τὸ ταῦτα μὲν μιᾷ καὶ τῇ αὐτῇ ὑποπίπτειν αἰσθήσει, ἐκεῖνα δὲ διαφόροις,1 ἐπισκήπτει ὡς οὐδὲν διαφέρει. καὶ γὰρ εἰ καὶ τὰ πορρωτέρω, οἷάπερ ἦν τὰ ὁμογενῆ, ἕν πως γίνεται ἀριθμῷ τε καὶ ἀναλογίᾳ, καὶ τὰ ἐναντία ὡς καὶ τῇ αὐτῇ αἰσθήσει κρινόμενα τὸ ἓν ἕξει ἀριθμῷ ἢ ἀναλογίᾳ καθάπερ ἐκεῖνα. οὐδὲν οὖν διοίσει ἡ ἀπορία ἐπί τε τῶν ὁμογενῶν καὶ ἐπὶ τῶν ἐναντίων γινομένη. ἐφ’ οἷς ὡς ἐπὶ τῶν ἐναντίων τέως ποιεῖται τὸν λόγον διὰ τῶν στοιχείων, λαβὼν ἐπὶ μὲν τοῦ λευκοῦ τὸ Α, ἐπὶ δὲ τοῦ μέλανος τὸ Β, ἄλλα δὲ ἄττα ἐναντία ὑποθέμενος, οἷον γλυκὺ φέρε καὶ πικρόν (οὐ γὰρ αὐτὸς σαφῶς ὁποῖά ἐστιν ἐναντία διώρισεν), οἷς στοιχεῖα τὸ Γ καὶ τὸ Δ ἐπιτίθησιν. ὡς οὖν τὸ Α ἕξει πρὸς τὸ Β, οὕτω τὸ Γ πρὸς τὸ Δ· ἡ γὰρ ἐναντιότης ἐν ἀμφοτέροις. εἰ οὖν τὰ ΑΒ ἓν πρὸς ἄλληλα γίνεται, ὅταν ἅμα γινώσκηται, καὶ τὰ ΓΔ ὁμοίως ἓν γενήσεται ἢ ἀριθμῷ ἢ ἀναλογίᾳ, ἀριθμῷ μὲν διὰ τὸ ἑνὶ καὶ τῷ αὐτῷ γνωρίζεσθαι, ἀναλογίᾳ δὲ διὰ τὸ κατὰ διαφόρους λόγους μηδὲν μᾶλλον θάτερον ἢ ἧττον. ἐν δὲ τῇ ἀναλογίᾳ καὶ τὸ ἐναλλὰξ χώραν ἔχει, καὶ ἔσται ὡς τὸ Α πρὸς τὸ Γ, οὕτω τὸ Β πρὸς τὸ Δ. τοῦτο δὲ παρείληπται, ἵνα μὴ μόνον ἐπὶ τῶν ἐναντίων, ἀλλ’ ἐπὶ τῶν ὁμογενῶν τὸ ἓν γινόμενον νοῶμεν, ὅταν, ὡς εἴρηται, ἓν τὸ γινῶσκον ἅμα ᾖ τὰ διάφορα. τότε γὰρ καὶ τὸ λευκὸν καὶ τὸ γλυκὺ ἓν γίνεται καὶ τὸ μέλαν καὶ τὸ πικρόν, ἅπερ οὐκ ἐναντία μέν, ὁμογενῆ δὲ ὅμως καὶ αὐτὰ κατά τι πορρώτερον γένος τοῦ χρώματος. ὁ τοίνυν ἐνδοὺς πρὸς τὸ ὁπωσοῦν ἀλλήλοις ἓν γίνεσθαι τὰ ΑΒ ἢ τὰ ΓΔ καὶ θάτερα δώσει, καὶ πρός γε τὰ ἐναλλάξ.2 πάντως δὲ καὶ τὸ πλῆθος εἴσεται μετὰ τῆς ἑνώσεως, ἐπειδὴ τῶν ἑνιζομένων οἱ λόγοι διάφοροι, ἐν οἷς αὐτοῖς τὸ εἶναι. ὁ δὲ αὐτὸς λόγος κἂν εἰ τὸ Α γλυκὺ εἴη, τὸ δὲ Β λευκόν· ὅπερ διὰ τοῦ ἐναλλὰξ ἐνεδείξατο, ὡς οὐκέτι τῶν ἐναντίων ἀλλὰ τῶν πορρωτέρω ὁμογενῶν παραλαμβανομένων. τοῦτο δὲ σαφέστερον πάλιν διὰ τῶν στοιχείων ποιεῖ καὶ τῶν παραδειγμάτων, τὸ γλυκὺ καὶ λευκὸν παραβάλλων ἀλλήλοις καὶ οὐκέτι 〈τὰ〉 ΑΒ τοῖς ἐναντίοις, ἀλλὰ τούτοις ἐπιτιθεὶς τῷ γλυκεῖ καὶ λευκῷ.
“因为去质疑它是如何判定同属的事物抑或对立的事物(如白与黑),究竟有何区别呢?” 在以甜和热作为范例之后——它们作为感觉对象虽属同类,但彼此之间的共通性比对立事物更为疏远,因为后者归属于单一且同一的感觉,而前者则归属于不同的感觉——他进一步指出这毫无区别。因为,即便如那些同类事物这样更为疏远的事物,在某种意义上无论在数目上还是在比例上都能成为一个,那么对立的事物,由于也是由同一感觉来判定的,同样会像那些事物一样在数目上或在比例上具有一性。因此,关于同类事物所产生的疑难与关于对立事物所产生的疑难之间将毫无区别。基于这些考虑,他暂且如同针对对立事物那样,借由字母来进行论述:设定A代表白,B代表黑,并假设某些其他对立事物,例如甜与苦(因为他自己并未明确规定是何种对立事物),并为之赋予字母Γ和Δ。因此,A对B的关系如何,Γ对Δ的关系亦必如何;因为对立性存在于两者之中。如果当AB被同时认识时,它们彼此之间成为一个,那么ΓΔ同样将在数目上或在比例上成为一个:在数目上,是通过被单一且同一的主体所认识;在比例上,则是通过依照不同的界说,绝无一者更甚或不及另一者。而在比例中,更比(交错比例)亦可成立,且A对Γ的关系,将如B对Δ的关系一样。而引入这一点,是为了让我们理解,不仅在对立事物的情形中,而且在同类事物的情形中,当如前所述认识主体为一个且同时认识不同事物时,亦会产生一性。因为在那时,白与甜亦成为一个,黑与苦亦成为一个,它们虽非对立事物,但依照某种比颜色更为疏远的类,它们自身仍属同类。因此,凡让步承认AB或ΓΔ以任何方式彼此成为一个的人,也必将承认另一对事物,更且将承认依照更比产生的事物。并且,伴随着统一,它全然亦会认识到多性,因为被统一之物的界说各不相同,而它们自身的存在正在于这些界说中。即使A是甜而B是白,同样的论述依然成立;这正是他通过更比所指明的,因为此时所取的已不再是对立事物,而是更为疏远的同类事物。而他通过字母和范例再次使这一点变得更加明晰,即把甜与白彼此对照,不再把AB赋予对立事物,而是将它们赋予这些事物,即甜与白。
- 3.152διὰ τὸ ταῦτα μὲν μιᾷ καὶ τῇ αὐτῇ ὑποπίπτειν αἰσθήσει, ἐκεῖνα δὲ διαφόροις
近指指示代词 ταῦτα 与远指指示代词 ἐκεῖνα 的对比。紧前文出现的 τὰ ἐναντία(对立事物)因属于单一感觉(如视觉)而被 ταῦτα 所指,而位于更远位置的 ὁμογενέσι / γλυκεῖ καὶ θερμῷ(归属于不同感觉的甜与热)则由 ἐκεῖνα 指代。
- 3.152ὁ τοίνυν ἐνδοὺς πρὸς τὸ ὁπωσοῦν ἀλλήλοις ἓν γίνεσθαι τὰ ΑΒ ἢ τὰ ΓΔ καὶ θάτερα δώσει, καὶ πρός γε τὰ ἐναλλάξ
分词 ἐνδούς 意为“让步、承认”,介词短语 πρὸς τὸ ... ἓν γίνεσθαι(“向……成为一体这一事实”)表示其让步承认的对象。主句动词 δώσει(“将给予/认可”)带宾语 θάτερα(“另一组”),随后接 καὶ πρός γε τὰ ἐναλλάξ(“以及更比项”)。
