- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:270.36-271.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释亚里士多德《论灵魂》431a20–431a22,论述共同感觉如何宛如“界标(交汇点)”一样,在基质上为一个却运用不同的界说来判别各感觉性质的差异,以及认识主体与被认知对象之间的统一性如何既在数目上又在比例上得以确立。
" Τίνι δ’ ἐπικρίνει τί διαφέρει γλυκὺ καὶ θερμόν, εἴρηται μὲν καὶ πρότερον, λεκτέον δὲ καὶ ὧδε." Εἰπὼν ἓν τὸ ἔσχατον πάντων τῶν αἰσθητῶν κριτικὸν καὶ τὸ αὐτὸ τῷ λόγῳ πλείω, τοῦτο αὐτὸ ἐπεξεργάζεται, δι’ ἐκθέσεως οἷον ἐπιδεικνὺς ἀληθὲς τὸ εἰρημένον ὄν, καὶ ἤδη προειρηκὼς τὰ αὐτὰ ἐν τῷ περὶ αἰσθήσεως λόγῳ τῆς κοινῆς, καὶ νῦν συντόμως ὑπομιμνήσκων καὶ διὰ συντομίαν ἀσαφεστέραν τὴν λέξιν ποιῶν. τίνι δ’ οὖν, φησιν, ἐπικρίνει τοῦτο τὸ κοινῇ αἰσθητικὸν τὸ διάφορον τῶν γινωσκομένων; ὅτι οὐχ ἑνὶ καὶ τῷ αὐτῷ λόγῳ, καίτοι ἓν αὐτὸ ὄν, ἀλλὰ διαφόροις χρώμενον λόγοις, καθ’ οὓς τὰς διαφόρους οἰκείως γινώσκει ἰδιότητας. ἔστι γάρ, φησι καὶ αὐτός, ἕν τι αὐτὸ τὸ κρῖνον ὥσπερ καὶ ὁ ὅρος, ὅρον νῦν προσαγορεύων, ὅπερ καὶ πρότερον ἔλεγε, τὸ τῶν εἰς ἓν συμπιπτουσῶν διαφόρων γραμμῶν κοινὸν σημεῖον.1 καὶ γὰρ ἐκεῖνο, ἓν καὶ ἀμέριστον ὂν τὸ αὐτό, διαφόρους ἔχει πρὸς τὰς διαφόρους γραμμὰς σχέσεις.
“至于它凭什么判定甜与热有何区别,此前虽已言及,但亦须作如下说明。” 在说明了判定所有感觉对象的终极之物为一个,且同一之物在界说上为多数之后,他进一步阐发了这同一观点,仿佛通过举例说明来证明所言属实;尽管此前在关于共同感觉的论述中已经讲过同样的事情,现在又简明扼要地加以提醒,并因简练而使文句略显晦涩。那么,他说,这一共同感觉能力究竟凭什么判定被认知事物之间的差异呢?〔回答是,〕它自身虽然为一个,却并非凭借单一且同一的界说,而是凭借使用不同的界说来判定的,它依照这些界说适切地认识它们各自不同的特有属性。因为正如他自己也说的,进行判定的主体自身正如界标一样也是某种单一之物——他现在所称的“界标”,正如他此前所说,即汇聚于一点的不同线段的公共点。因为那一点本身作为一个且不可分割的同一之物,对不同的线段具有不同的关系。
"Καὶ ταῦτα, ἓν τῷ ἀνάλογον ἢ ἀριθμῷ ὄν,2 ἔχει πρὸς ἑκάτερα,3 ᾗ ἐκεῖνα πρὸς ἄλληλα." Ταῦτα λέγει γλυκὺ καὶ θερμόν, δι’ ὧν ἁπλῶς ἅπαντα τὰ αἰσθητὰ ἐνδείκνυται. ταῦτα οὖν, ἓν ἢ ἀναλογίᾳ ἢ ἀριθμῷ ὄν, ἔχει πρὸς ἑκάτερα, ᾗ ἐκεῖνα πρὸς ἄλληλα, ἐπειδὴ τὸ γνωστικὸν τῷ γνωστῷ ὁρίζεται, ὡς πολλάκις ὑπ’ αὐτοῦ διώρισται. ἐὰν οὖν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὂν τὸ γνωστικὸν τοῦ τε γλυκέος καὶ τοῦ θερμοῦ ᾖ γνωστικόν, κἀκεῖνα ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἔσται ἀλλήλοις· ἐὰν δὲ κατὰ ἀναλογίαν τινὰ καὶ οὐχὶ τῷ ἀριθμῷ τὸ ἓν ἀποδιδῶμεν τῷ γνωστικῷ, καὶ ἐν τοῖς γνωστοῖς ὁμοίως κατὰ ἀναλογίαν τὸ ἓν πρὸς ἄλληλά τε καὶ πρὸς τὸ γνωστικὸν εἰσόμεθα. καὶ ἔστι πως ἄμφω ἀληθῆ, ὅτι καὶ τῷ ἀριθμῷ καὶ τῇ ἀναλογίᾳ τὸ ἕν, ἔν τε τῷ γνωστικῷ καθ’ ἑαυτό τε καὶ πρὸς τὰ γνωστά, καὶ ἐν τοῖς ἄλλοις πρὸς ἄλληλά τε καὶ πρὸς τὸ γνωστικόν. καὶ γὰρ τῷ ἀριθμῷ ἓν τὸ γνωστικόν, ἐπειδὴ τῷ ὑποκειμένῳ ἕν, καὶ τῇ ἀναλογίᾳ ἓν ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ διὰ τὴν κατὰ πλείους λόγους ὁμοίαν ἐνέργειαν· ὡς γὰρ τὸ θερμὸν τῷ τοῦ θερμοῦ γνωρίζει λόγῳ, οὕτω καὶ τὸ μέλαν τῷ τοῦ μέλανος λόγῳ. καὶ συναρμόζεται πρὸς ἄμφω καὶ ὡς ἀριθμῷ ταὐτὸν αὐτοῖς γινόμενον, ἐπειδή, ὡς εἴρηται, κατὰ τὸ γνωστὸν ἀφορίζεται, καὶ εἰ ἄμφω ἅμα γινώσκοι ἓν τὸ αὐτὸ ὄν, ταὐτὸν ἑκατέρῳ ἔσται τῷ ἀριθμῷ. ταύτῃ μὲν οὖν ἓν τῷ ἀριθμῷ· κατὰ δὲ ἀναλογίαν πάλιν διὰ τὴν κατὰ διαφόρους λόγους ὁμοίαν πρὸς αὐτὰ συναρμογήν· ὡς γὰρ κατὰ τὸν τοῦ θερμοῦ λόγον τῷ θερμῷ εἰδοποιεῖται, οὕτω καὶ κατὰ τὸν τοῦ γλυκέος τῷ γλυκεῖ. καὶ αὐτὰ δὲ τὰ γνωστὰ ἀλλήλοις τε γίνεται ἓν καὶ τῷ γνωστικῷ ἢ κατὰ ἀριθμὸν ἢ κατὰ ἀναλογίαν· ἀριθμῷ μὲν διὰ τὸ ἑνὶ καὶ τῷ αὐτῷ κατὰ ἀριθμὸν ὄντι τῷ γνωστικῷ ἀμφότερα ὁριστικῶς ἐνυπάρχειν, κατὰ ἀναλογίαν δὲ διὰ τὸ κατὰ διαφόρους μὲν λόγους, ὁμοίως δὲ τῷ μηδὲν θάτερον μᾶλλον ἢ ἧττον, ἀλλ’ ὡς τὸ θερμόν, οὕτω καὶ τὸ γλυκύ, κατὰ τὸν οἰκεῖον ἑκάτερον αὐτοῦ λόγον. τὸ δὲ πρὸς ἑκάτερα τῇ λέξει κεῖται, καὶ οὐχὶ πρὸς ἕκαστα, ἐπειδὴ δύο ἦν τὰ εἰλημμένα τό τε γλυκὺ καὶ τὸ θερμόν.
“而这些事物,在比例上或在数目上为一个,它们对两者中的每一个的关系,正如那些事物彼此之间的关系一样。” 他说“这些”,是指甜与热,并借此绝对地指明一切感觉对象。因此,这些事物在比例上或在数目上为一个,它们对两者中的每一个的关系,正如那些事物彼此之间的关系一样,因为认识者是由可知者所界定的,正如他屡次界定的那样。如果作为数目上一个且同一的认识者,同时是对甜与热的认识者,那么那些可知者彼此之间在数目上也必将是一个且同一的;但如果我们不是在数目上,而是按照某种比例将“一”赋予认识者,那么在可知者之中,无论它们彼此之间还是对认识者而言,我们也同样会依照比例认识到“一”。而且在某种意义上二者皆为真,即无论在数目上还是在比例上都存在“一”,既存在于认识者自身之中及其对可知者的关系中,也存在于其他事物彼此之间以及它们对认识者的关系中。因为认识者在基质上为一个,故而在数目上为一个;而由于按照多个界说具有相似的现实活动,它在比例上为一个,却非在数目上为一个;因为正如它以热的界说认识热,同样它也以黑的界说认识黑。并且它与二者相协调,亦表现为在数目上与它们成为同一,因为正如已经说过的,它是依照可知者被限定的,若它作为一个且同一之物同时认识二者,则在数目上它将与每一者成为同一。因此,在此意义上它是数目上的一个;然而反过来,由于按照不同的界说与它们产生相似的协调,它又是依照比例而为一个;因为正如按照热的界说它被热赋予形式,同样按照甜的界说它被甜赋予形式。而可知者自身,无论彼此之间还是对于认识者而言,也都或者在数目上或者在比例上成为一个:在数目上,是通过二者确定地内在存在于数目上为一个且同一的认识者之中;在比例上,则是通过如下事实:虽然依照不同的界说,但彼此相似,绝无一者更甚或不及另一者,而是热如何,甜亦如何,每一者皆依照其固有的界说。而在文句中写的是“对两者中的每一个”,而不是“对每一个”,是因为所取的事物只有两个,即甜与热。
- 3.150τὸ τῶν εἰς ἓν συμπιπτουσῶν διαφόρων γραμμῶν κοινὸν σημεῖον
在此超置(hyperbaton)结构中,定冠词 τὸ 支配远处的名词 σημεῖον,其中夹入了属格短语 τῶν ... γραμμῶν 与修饰语 κοινόν。接在插入句 ὅπερ καὶ πρότερον ἔλεγε(“正如他此前所说”)之后,该结构将“界标”(ὅρος)重新界定为此前在《论灵魂》第三卷第二章中讨论过的几何中心/交汇点的比喻。
- 3.151ἓν τῷ ἀνάλογον ἢ ἀριθμῷ ὄν
在引文句 ἓν τῷ ἀνάλογον ἢ ἀριθμῷ ὄν 中,不变化词 ἀνάλογον 与中性与格定冠词 τῷ 结合,在句法上充当与格名词功能,与 τῷ ἀριθμῷ 构成并列(“在比例上或在数目上”)。辛普里修在后文中将其释读为规则的名词与格 τῇ ἀναλογίᾳ;分词 ὄν 则作为修饰主语 ταῦτα 的伴随情况/情态分词。
- 3.151πρὸς ἑκάτερα
πρὸς ἑκάτερα 为中性复数宾格,意为“对每一组/两方中的各方”。辛普里修在段末特别就文法作出说明:此处之所以使用 ἑκάτερα 而非 ἕκαστα(“对每一个”),正是因为此处所取的对象恰好是“甜”与“热”这两者(δύο)。
