← 辛普里丘

亚里士多德《论灵魂》注释

§269.31-270.35

从感觉器官到共同感觉的传递与单一中道

辛普里丘探讨了从个别感觉器官上升至共同感觉的阶梯,并阐明在实践智性中同样存在着从个别理性上升至单一统摄性智性的对应过程。随后他紧扣原文词句,解释了瞳孔的受动乃是生命性的受动、共同感觉被称为‘单一的中道’的原因,以及它如何在基质上为一而在界说上为多。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.149#2

οὐ γὰρ ἀμέσως τὰ ἔσχατα καὶ μερικώτατα αἰσθητὰ ἢ πρακτὰ εἰς τὸ κοινῇ πάντων ἀντιληπτικὸν ἀναφέρεται, ἀλλὰ διὰ τῶν οἰκείων ἑκάστοις καὶ προσεχῶν ὀργάνων τε καὶ γνωστικῶν δυνάμεων. οὕτω γὰρ ὁ μὲν ἀὴρ ὁ πεφωτισμένος εἰς τὴν κόρην δρᾷ προφανῶς, αὕτη δὲ προκαλεῖται εἰς ἐνέργειαν τὴν ὁρατικὴν δύναμιν, ἐκείνη δὲ τὴν κοινὴν αἴσθησιν· ὁ δὲ ψόφος εἰς τὸ ἀκουστικὸν πνεῦμα, καὶ τοῦτο κινεῖ τὴν ἀκουστικὴν δύναμιν, ἥτις πάλιν ἐγείρει τὴν κοινὴν αἴσθησιν. καὶ ὁμοίως αἱ πέντε αἰσθήσεις ἐπὶ τὴν κοινὴν πασῶν ἀναφέρονται κατὰ μίαν ἕνωσιν πάσας περιέχουσαν, οὐχ ὡς ἐκ πασῶν συναθροιζομένην, ἀλλ’ ὡς τοῦ πλήθους προϋπάρχουσαν καὶ πάσαις συνεργοῦσαν, καὶ ἑκάστῃ ἰδίᾳ καὶ κοινῇ. ὁμοίως δὲ καὶ τὰ πρακτὰ ὡς νοητὰ ἐπὶ τὸν κοινὸν πάντων γνωστικὸν αὐτῶν νοῦν ἀναφέρεται, τῶν μὲν αἰσθητῶν τὴν φαντασίαν κινούντων, ὃν εἴρηται τρόπον ἐν τοῖς περὶ φαντασίας αὐτῷ παραδεδομένοις λόγοις, τῶν δὲ φανταστῶν παρακαλούντων τὸν οἰκεῖον ἐφ’ ἑκάστοις ἐπιτεταγμένον πρακτικὸν νοῦν εἰς τὴν περὶ αὐτῶν διάνοιαν. οἷον τὸ περὶ σῖτα φάντασμα προτρέπει εἰς κρίσιν τὸν λόγον, εἰ δεῖ καὶ ὅτε καὶ ὅσον καὶ ὁποῖον τραφῆναι, τὸν τούτων δηλαδὴ κριτικὸν προσεχῶς, ὃς καὶ τὸν κοινῇ κριτικὸν τῶν πρακτῶν πάντων συνεγείρει νοῦν· εἰς ὃν ὥσπερ ὁ τῶν σιτίων κριτικὸς λόγος, οὕτω καὶ οἱ τῶν ἄλλων ὀρεκτῶν τε καὶ φευκτῶν πάντων συναιροῦνται, ἵνα καὶ ἓν ᾖ τὸ καὶ τούτων πάντων τήν τε ταὐτότητα καὶ τὴν ἑτερότητα διακρῖνον, καὶ τὰ μὲν κωλῦον, τοῖς δὲ τὸ μέτρον ἐπιτιθὲν μονοειδῶς, καὶ τοῦτο τῶν πλειόνων λόγων προϋπάρχον καὶ οὐκ ἐξ αὐτῶν συναγειρόμενον, ἀλλ’ ἑνώσει κρείττονι προειληφὸς ἀμερίστως τὴν τούτων πληθύν. ἐν δὲ τῇ λέξει τοιανδί, φησιν, ἐποίησεν ὁ ἀὴρ τὴν κόρην, ὅτι φέρε διέκρινε καὶ ἁπλῶς εἰπεῖν ζωτικὸν ἤγειρε πάθος ἐν αὐτῇ. εἴρηται γὰρ ἐπὶ πλέον ἐν τοῖς περὶ τῶν αἰσθήσεων λόγοις, οὐχ ὡς τὰ ἄψυχα πάσχειν ἡμῶν τὸ αἰσθητήριον, ὑπὸ τῶν ἔξω θερμαινόμενον φέρε μόνον, ἀλλὰ μετά τινος ἀμυδρᾶς κρίσεως καὶ οἰκείας ἐνεργείας. διὸ οὐ πάθος ἦν ἁπλῶς, ἀλλὰ τὸ ὅλον τοῦτο ζωτικὸν πάθος τόδε. αὕτη δὲ ἕτερον, ἐπειδὴ τὸ αἰσθητικὸν πάθος προκαλεῖται, ὡς εἴπομεν, τὴν ἐφεστηκυῖαν αὐτῷ προσεχῶς αἰσθητικὴν ζωήν, ὡς ἡ κόρη τὴν ὁρατικὴν καὶ ἡ ἀκοὴ τὴν ἀκουστικήν. καὶ δῆλον ὡς οὐ μέχρι τούτων ἵσταται (οὔπω γὰρ ἓν τὸ ἔσχατον), ἀλλ’ ὅταν καὶ αὗται αἱ αἰσθητικαὶ ζωαὶ εἰς τὴν κοινὴν ἀναδράμωσι. τότε γὰρ ἓν τὸ ἔσχατον· ἓν μέν, ὅτι μία ἡ κοινὴ αἴσθησις, ἥπερ καὶ τὰ πασῶν κρίνει ἴδια καὶ περὶ πάντων αὐτῶν ἀποφαίνεται ὡς ἅπαντα γινώσκουσα, ἔσχατον δὲ οὐχ ὡς ὑφειμένον, ἀλλ’ ὡς κρεῖττον μὲν τοῖς δὲ κάτωθεν ἀνιοῦσιν ἔσχατον γινόμενον.1 τοῦτο δέ, ὅπερ ἓν ἔσχατον ἔφη, καὶ μία μεσότης εἴρηται· μία μέν, ἐπειδὴ κἀκεῖνο ἕν, μεσότης δὲ ὡς οἷον κέντρον τῶν πολλῶν ἀπ’ αὐτοῦ προϊουσῶν καὶ εἰς αὐτὸ συννευουσῶν περιληπτικὸν καὶ δεκτικόν τε ὁμοῦ καὶ κριτικόν. μεσότης οὖν, ἐπειδὴ καὶ τὸ κέντρον μέσον καὶ ἐπειδὴ τὸ μέσον τοῖς ἄκροις πᾶσιν ἐπικοινωνεῖ. ὥσπερ δὲ εἴωθεν Ἀριστοτέλης διορίζεσθαι, ἓν μὲν καὶ μία τῷ ὑποκειμένῳ, ὅτι μία καὶ ἡ αὐτὴ ἀμέριστος οὖσα ζωὴ γινώσκει τὰ πάντα, ἐπεὶ τῷ λόγῳ καὶ τῷ εἶναι, ὡς αὐτὸς εἴωθε λέγειν, πολλά, κατὰ διαφόρους λόγους τὰς διαφόρους ἐπιγινώσκουσα τῶν αἰσθητῶν ἰδιότητας. καὶ οὐκέτι, ὡς εἴρηται, ἐπάγει καὶ ὅτι οὕτως ἔχει τὰ περὶ τὸν πρακτικὸν νοῦν, διὰ τὸ τῷ ὥσπερ χρήσασθαι νῦν οὐχ ὡς πρός τι ἀποδοθησομένῳ, ἀλλ’ ὡς πρός τι προειρημένον ἀποδεδομένῳ.2

因为终极且最为个别的感觉对象或实践对象,并不是直接被呈送给共同把握一切事物的主体,而是通过对每一事物而言固有且直接的器官与认识能力[被呈送]的。因为照此看来,受光照的空气显然作用于瞳孔,而瞳孔唤起视觉能力进入现实活动,视觉能力又唤起共同感觉;而声音作用于听觉精气,听觉精气推动听觉能力,听觉能力又进而唤醒共同感觉。同样地,五种感觉按照包含所有感觉的单一统一体,被导向所有感觉所共同之物,并非作为从所有感觉中汇集而成之物,而是作为先于多数而存在、并与所有感觉协同运作之物,既对每一感觉个别地也共同地协同运作。同样地,实践之事作为思想对象,也被导向共同认识它们全体的智性:感觉对象按照他在关于构想的传述论述中所说明的方式推动构想,而构想的对象则唤起被委任于各事项之上的固有实践智性去对它们进行思考。例如,关于食物的表象促使理性去进行判定——即直接对这些事项进行判定的理性——判定是否应当进食、何时进食、进食多少以及进食何种食物,而该理性也一同唤醒共同判定所有实践之事的智性;正如判定食物的理性被统摄于其中一样,其他一切可追求与当回避之事的理性也同样被统摄于此智性之中,以便存在某个单一之物,它既判别所有这些事情的同一性与相异性,制止某些事情,又以统摄如一的方式为另一些事情确立尺度,并且这[智性]先于那多数的理性而存在,并非从它们拼凑而成,而是在更高的统一体中以不可分割的方式预先把握了它们的多数性。 在文句中他说空气使瞳孔‘变成如此这般’,是因为例如空气使其分离,并且简而言之在其中唤醒了生命性的受动。因为在关于感觉的论述中已经更详尽地说明过,我们的感觉器官并不像无生命之物那样仅仅受外部事物加热那样去受动,而是伴随着某种隐微的判定和固有的现实活动。因此这绝非单纯的受动,而是整个呈现为如此这般的生命性受动。‘而瞳孔又使另一物[变成如此这般]’,是因为正如我们所说,感觉的受动唤起了直接主管它的感觉生命,正如瞳孔唤起视觉生命,听觉唤起听觉生命一样。显而易见,这并不会止步于这些(因为终极之物尚未成为一体),而唯有当这些感觉生命也上升汇入共同感觉时[才止步]。因为那时终极之物才是一个:说是一个,是因为共同感觉是单一的,它判定所有感觉的固有对象,并作为认识一切事物者对它们全体作出断言;说是终极,并非作为低下的东西,而是作为更为优越的、对于从下方上升者而言成为终极的东西。他所说的这一单一终极之物,也被称为‘单一的中道’:说是单一,是因为那终极之物也是一个;说是中道,是因为它宛如中心,包含着从自身出发并向自身汇聚的多数[线段],既同时接纳它们又对其进行判定。因此,由于中心居于中间,且中间与所有两端共通,故而是中道。正如亚里士多德习惯界定的那样,在基质上它是一个且为单一的,因为作为一个且同一的不可分割的生命,它认识一切事物;而在界说与所是上,如他自己习惯所说,它是多数,因为它依照不同的界说认识感觉对象的不同特有属性。正如已经说过的,他不再进一步补充说明实践智性方面的事情亦是如此,这是因为他现在使用‘正如’,并不是打算给出什么呼应之语,而是作为呼应指回了此前已经说过的事情。

语法注2 条
  1. 3.149ἔσχατον δὲ οὐχ ὡς ὑφειμένον, ἀλλ’ ὡς κρεῖττον μὲν τοῖς δὲ κάτωθεν ἀνιοῦσιν ἔσχατον γινόμενον

    关于表语 ἔσχατον(‘终极的’或‘最末的’)的构文说明。οὐχ ὡς ὑφειμένον(‘并非作为低下的东西’)与 ἀλλ’ ὡς κρεῖττον μὲν...(‘而是作为更为优越的东西’)形成对比,与格分词短语 τοῖς κάτωθεν ἀνιοῦσιν 作关涉或视角与格,表示从下方感觉器官向上升华的认知进程或主体的视角来看,它构成了最终的顶峰(终极之物)。

  2. 3.149διὰ τὸ τῷ ὥσπερ χρήσασθαι νῦν οὐχ ὡς πρός τι ἀποδοθησομένῳ, ἀλλ’ ὡς πρός τι προειρημένον ἀποδεδομένῳ

    由冠词不定词短语 διὰ τὸ ... χρήσασθαι 所支配的与格 τῷ ὥσπερ,受到与其格位一致的两个与格分词 ἀποδοθησομένῳ 与 ἀποδεδομένῳ 的修饰。连词 ὥσπερ(‘正如’)在语法上被拟人化地视作承载呼应句(ἀπόδοσις)的对象,表达出‘并非作为有待提供后半呼应句之物,而是作为呼应前文已言之事之物而被使用’的逻辑对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:269.31-270.35