- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:268.26-269.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了亚里士多德在《论灵魂》431a17中关于通过感官传导至终极感觉能力的单一中道之论述,解释了如何以共同感觉为模像上升到灵魂对实践与普遍事物的统摄性思想,并澄清了开头“正如”句式的呼应结构。
" Ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιανδὶ ἐποίησεν, αὕτη δὲ ἕτερον, καὶ ἡ ἀκοὴ ὡσαύτως· τὸ δὲ ἔσχατον ἓν καὶ μία μεσότης· τὸ δ’ εἶναι αὐτῇ πλείω.1" Ὁ σκοπὸς τῶν προκειμένων ῥητῶν καὶ αὐτὸς ἀπὸ τῆς αἰσθήσεως ἀναπέμψαι ἡμᾶς ὡς ἀπὸ γνωριμωτέρας εἰς μίαν τινὰ νόησιν τῆς ψυχῆς τὴν κοινῇ ἐπικρίνουσαν τὰ ὁπωσοῦν νοητά. ὡς γὰρ ἑκάστη τῶν πέντε αἰσθήσεων τὰ ἴδια αἰσθητὰ πλείω καὶ διάφορα ὄντα γνωρίζει, καὶ τὴν πρὸς ἄλληλα αὐτῶν ταὐτότητά τε καὶ ἑτερότητα μιᾷ καὶ τῇ αὐτῇ δυνάμει, εἰ καὶ κατὰ διαφόρους λόγους διακρίνει καὶ ὁρίζει, ἡ μὲν ὄψις τὸ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξὺ τούτων χρώματα, ἡ δὲ γεῦσις τὸ γλυκὺ καὶ πικρὸν καὶ τοὺς τούτων μέσους χυμούς, καὶ ἑκάστη ὡσαύτως τὰ ἴδια αἰσθητά, οὕτω καὶ ἡ κοινὴ λεγομένη αἴσθησις τὰ ἁπλῶς αἰσθητὰ πάντα καὶ τὴν πρὸς ἄλληλα αὐτῶν ἑτερότητά τε καὶ ταὐτότητα ἐν ἀμερίστῳ τῷ γνωστικῷ καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ γινώσκει, ἐπεὶ ὅμοιον ὡς ‘εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο’, φησὶν ἐν ἀρχαῖς τοῦ τρίτου βιβλίου. ἐντεῦθεν δὴ ἀξιοῖ καὶ εἰς μίαν τῆς ψυχῆς ἡμᾶς ἀναπέμπεσθαι νόησιν, ἥτις καὶ αὐτὴ τῶν πρακτῶν πάντων ἐστὶ συναιρετικὴ καὶ γνωστική, οὐ τῶν ἐναντίων μόνον οἷον ἀγαθοῦ καὶ κακοῦ τοῦ ἐν ἀφροδισίοις ἢ σιτίοις, ἀλλὰ καὶ τοῦ ἐν κτήσεσι καὶ τοῦ ἐν δεινοῖς καὶ θαρραλέοις καὶ τῶν ἄλλων ὁμοίως πάντων. καὶ γὰρ τὸ νοοῦν ἐρεῖ καὶ λέγει, ὡς ἐγὼ σωφρόνως ζῶ καὶ δικαίως καὶ ἀνδρείως καὶ ἐλευθερίως, καὶ τὴν διαφορὰν ὧν λέγει οἶδε καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ὡς ἐν ἀμερεῖ καὶ ἀδιαιρέτως τὴν νόησιν αὐτῶν ποιούμενον. εἴη δ’ ἄν τι καὶ ἔτι κοινότερον νοοῦν ἐν τῇ ψυχῇ, τὸ ἅμα καὶ τὰ πρακτὰ καὶ τὰ θεωρητὰ νοήματα συναιροῦν, ὃ καὶ τὴν διαφορὰν καὶ τὴν κοινωνίαν τὴν πρὸς ἄλληλα τῶν θεωρητῶν καὶ τῶν πρακτῶν εἴσεται, ἓν πάλιν ὂν καὶ ταὐτὸν καὶ ἀμέριστον, καὶ περιληπτικὸν τοῦ πλήθους ἀμερίστως· ἓν μὲν κατ’ αὐτὴν τὴν νοερὰν ζωήν, τῷ δὲ λόγῳ πολὺ διὰ τὸ κατὰ διαφόρους λόγους τοῖς διαφόροις προσβάλλειν γνωστοῖς. εἰς δὴ τὰς τοιαύτας νοήσεις, τήν τε μίαν κοινὴν τῶν πρακτῶν πάντων ἀντιληπτικὴν καὶ τὴν ἔτι περιεκτικωτέραν ταύτης τὴν ἁπλῶς τῶν νοουμένων ἡμῖν πάντων ἀναπέμπει ἡμᾶς, τῇ κοινῇ αἰσθήσει ὡς εἰκόνι χρώμενος. καὶ οὗτος μὲν ὁ τῶν λόγων σκοπός. ἀρχόμενος δὲ ὁ φιλόσοφος ἐν τῇ λέξει γράφει ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιανδὶ ἐποίησεν, αὕτη δὲ ἕτερον. καὶ δόξοι ἂν οὕτως ἄρξασθαι, ὡς μέλλων ἀποδιδόναι τι πρὸς τὸ ὥσπερ, τὸ οὕτω φέρε καὶ τοδὶ τὸ πρακτὸν ἢ τοδὶ τὸ νοητὸν τὴν νόησιν. οὐ μὴν ἀποδίδωσιν2 οὐδὲ ὡς ἀποδώσων εἴρηκεν τὸ ὥσπερ δέ, ἀλλ’ ὡς πρὸς ἤδη ἐγνωσμένον ἀναφέρει. ἐπειδὴ γὰρ ἤδη τῷ πρακτικῷ νῷ ἀπείκασε τὴν αἴσθησιν ὡς ἡδέος καὶ λυπηροῦ ἀντιληπτικὴν τῷ τοῦ ἀγαθοῦ καὶ κακοῦ διακριτικῷ, καὶ τὸν τρόπον ὑπογράφων ἐπήγαγε νῦν, ὅπως ἡ αἴσθησις τὸ ἡδὺ καὶ λυπηρὸν συγκρίνει πρὸς ἄλληλα· οὕτω γὰρ καὶ ἡ πρακτικὴ διάνοια τὰ ἀντικείμενα καὶ διάφορα πρακτὰ εἴσεται. τὸ οὖν ὥσπερ οὐχ ὡς ἀποδώσων τι ἔφη, ἀλλ’ ὡς πρὸς ἤδη εἰρημένον ἀποδέδωκεν. ἔχει δὲ ὁμοιότητα ἡ αἴσθησις πρὸς τὴν πρακτικὴν διάνοιαν καὶ κατ’ ἄλλην ἐπιβολήν, ἣν καὶ αὐτὴν ὑπογράφει ὁ φιλόσοφος.
“正如空气使瞳孔变成如此这般,而瞳孔又使另一物[变成如此这般],听觉亦是如此;而终极之物为一个且为单一的中道;但对其而言,其所是乃是多数。” 眼前这段文句的目的,本身也是要引导我们从感觉出发——如同从更明白易知之物出发一样——上升到灵魂的某种单一思想,它共同判定以任何方式可被思想之物。因为正如五种感觉中的每一种都认识其自身特有的大量且相异的感觉对象,并通过单一且同一的能力,即使依照不同的界说,来区分和规定它们彼此间的同一性与相异性——视觉认识白与黑以及介于其间的色彩,味觉认识甜与苦以及居于其间的味道,并且每一种感觉同样认识其特有的感觉对象——,同样地,所谓的共同感觉也在不可分割的认知主体中且在不可分割的时间中认识一切单纯的感觉对象,以及它们彼此间的相异性与同一性,因为正如他在第三卷开头所说,否则这就好比‘假若我感知这一个,而你感知另一个’。正是由此出发,他认为我们也理当被引导上升到灵魂的单一思想,该思想本身也总括并认识一切实践之事,不仅认识那些相反之物(例如在性事或食物中的善与恶),而且也认识在财产占有中的善恶、在可怕与引发自信之事中的善恶,以及所有其他类似的事情。因为进行思想之物将会说并断言:‘我节制、正义、勇敢且大度地生活’,并且它认识到自己所言之事的区别及其相互关联,因为它是在不可分割之物中且不可分割地产生对它们的思想。而在灵魂中也可能存在某种更为普遍的进行思想之物,它同时统摄实践的和理论的思想内容,它也将知晓理论之物与实践之物彼此间的区别与共同关联,它再次是一个、同一且不可分割的,并以不可分割的方式包容多数:按照理智生活本身而言它是一个,但由于按照不同的界说朝向不同的所知对象,它在界说上乃是多数。正是朝向这些思想——即把握一切实践之事的单一共同思想,以及比此更为包罗万象的、单纯把握为我们所思想之一切事物的思想——,他以共同感觉为模像引导我们上升。这就是这番论述的目的。 哲学家在原文的开端写道:‘正如空气使瞳孔变成如此这般,而瞳孔又使另一物[变成如此这般]’。人们可能会觉得,他这样开头,似乎是打算给出与‘正如’相对的呼应之语,比如‘同样地,这件实践之事或这个思想对象也〔使〕思想[变成如此这般]’。然而他并没有给出呼应之语,他说‘正如’也不是打算给出呼应;相反,他是将其指引回已经认识到的事情。因为他此前已经把作为适意与痛苦之把握者的感觉,比作善与恶之判别者的实践理智,而现在在勾勒其方式时,他进一步说明了感觉如何将适意与痛苦相互比较;因为实践思想也是以同样的方式认识那些相对立且相异的实践之事。因此,他说‘正如’并不是打算给出什么呼应之语,而是作为呼应指回了已经说过的话。而在哲学家同样加以勾勒的另一种审视方式下,感觉与实践思想也同样具有相似性。
- 3.149τὸ δ’ εἶναι αὐτῇ πλείω
与格 αὐτῇ 伴随冠词不定词 τὸ εἶναι,作为表示领有或本性界说的与格(“但对其而言,其存在/本质乃是多数”)。它构成了能力自身在基底上的单一体(ἓν)与其对应于不同对象的本质界说(λόγος/εἶναι)的多数性之间的对比。
- 3.149ὥσπερ δὲ ὁ ἀὴρ ... οὐ μὴν ἀποδίδωσιν
此处讨论了由连词 ὥσπερ 引导的从句在后文中缺乏与之直接呼应的归结从句(如以 οὕτω 开始的归结分句)的句式(语法断截)。辛普利丘解释称,亚里士多德使用 ὥσπερ 并非着眼于后文即将给出的呼应,而是将其作为呼应指回了此前已经谈及的实践理智与感觉的类比(ἤδη εἰρημένον)。
