← 辛普里丘

亚里士多德《论灵魂》注释

§267.8-268.25

思想灵魂中表象的作用与实践思维

辛普利丘注解了431a14,解释了“思想的灵魂”指称以推演和分割方式活动的灵魂,并阐明了表象作为感觉对象的类比物起作用的根据。此外,他指出灵魂若无表象便绝不思维这一论断针对的是实践性思想而非理论理智,从而反驳了逍遥学派的解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.148

" Τῇ δὲ διανοητικῇ ψυχῇ τὰ φαντάσματα οἷον αἰσθήματα ὑπάρχει. ὅταν δὲ ἀγαθὸν ἢ κακόν,1 κατάφησιν ἢ ἀπόφησι καὶ φεύγει ἢ διώκει. διὸ οὐδέποτε νοεῖ ἄνευ φαντασίας ἡ ψυχή." Διανοητικὴν μὲν λέγει ψυχὴν τὴν διανύουσαν καὶ περὶ τὰ μεριστὰ στρεφομένην οὐ πρακτικῶς μόνον, ἀλλὰ καὶ θεωρητικῶς τὴν οὐκέτι τῶν εἰδῶν αὐτῶν ἀθρόως ἀντιληπτικήν, ἀλλὰ περὶ τοὺς μεριζομένους περὶ αὐτὰ λόγους στρεφομένην καὶ διανύουσαν τῷ μεριστῶς τε ἰδίᾳ καὶ καθ’ ἕκαστον ἐνεργεῖν καὶ αὖθις συνάγειν εἰς ἕν τι κοινὸν τὰ ἰδίως γνωσθέντα, οἷον τὸ ζῷον, εἶτα τὸ λογικὸν καὶ τότε τὸ θνητὸν καὶ τότε τὰ τρία ὁμοῦ. τῇ οὖν τοιαύτῃ γνωστικῇ ἐνεργείᾳ τὰ φανταστά, ἅπερ αὐτῷ δηλοῖ τὰ φαντάσματα, τουτέστι τὰ ἐν τῇ φανταστικῇ ζωῇ ἐγγενόμενα ἀποτυπώματα, ὑπέστρωται ὥσπερ τὰ αἰσθητὰ τῇ αἰσθήσει (τὸ γὰρ αἴσθημα αὐτῷ ἀντὶ τοῦ αἰσθητοῦ νῦν εἴληπται), οὐκ ὄντα τὰ φανταστὰ ἅπερ τὰ διανοητά (σαφῶς γὰρ ἐς ὕστερον ὡς οὐκ ἔστι φαντάσματα τὰ τῆς διανοίας νοήματα δείξει), ἀλλ’ οὐκ ἄνευ φαντασμάτων. διὰ τί δὲ οὐκ ἄνευ, σκεπτέον. ἐπειδὴ οὐκ ἦν ἡ τοιαύτη τῆς ψυχῆς ἐνέργεια ἡ περὶ τοὺς μεριστοὺς στρεφομένη λόγους οἵα ἡ αὐτῶν τῶν εἰδῶν, ἀλλὰ δι’ αὐτὸν τὸν μερισμὸν κατὰ τὴν εἰς τὸ ἔξω ἐνεργειῶν ἔκτασιν, ᾗ ἐξ ἀνάγκης τὰ ἔξω παρυφίσταται. οἷς πολλάκις μὲν κέχρηται ἡ διάνοια, ὅταν καὶ τῶν αἰσθητῶν καὶ τῶν ἐν τῇ φαντασίᾳ τύπων ἢ πρὸς μόνην τὴν γνῶσιν ἢ καὶ πρὸς τὴν ἀποπλήρωσιν τῆς ὀρέξεως αὐτῶν προσδέηται· ἐνίοτε δὲ αὐτὴ μὲν οὐ χρῄζει, ἐπακολουθεῖ δὲ ἀναγκαίως τῇ ἔξω αὐτῆς, ὡς εἴρηται, ἐκτάσει ἡ αὐτοῦ τοῦ ἔξω ὄντος συγκινουμένη ἐνέργεια. διὸ τοσοῦτον Ἀριστοτέλης φησίν, ὅτι οὐδέποτε νοεῖ ἄνευ φαντασίας ἡ ψυχή, ἀλλ’ οὐχ ὅτι κέχρηται. δῆλον δὲ ὅτι ἡ ψυχὴ νῦν ἡ διανοητικὴ λέγεται, περὶ ἧς καὶ προείρηται. καὶ αὐτῷ δὲ τῷ εἰπεῖν, ὅτι ὡς αἰσθήματα ὑπάρχει τὰ φαντάσματα τῇ διανοητικῇ ψυχῇ, ἐνεδείξατο ὃ ὕστερον ἐρεῖ, ὅτι οὐκ ἔστι διανοήματα, ἀλλ’ ὡς δεύτερα ὑπέστρωται καθάπερ καὶ τὰ αἰσθητὰ τῇ αἰσθήσει. κατὰ δὲ τὴν τῆς αἰσθήσεως προειλημμένην εἰκόνα (καὶ γὰρ ἐκεῖ προηγεῖτο τὸ κριτικὸν τοῦ ἥδεσθαι ἢ λυπεῖσθαι) καὶ ἐνταῦθα ἡ τῆς διανοίας κρίσις ὡς γνωστοῦ ἁπλῶς προηγήσεται τῆς ὡς ἀγαθοῦ ὄντος ἢ κακοῦ ἀντιλήψεως· ἣν οὐκέτι μὲν ‘οἷον’, ἁπλῶς δὲ κατάφασιν καὶ ἀπόφασιν προσαγορεύει, διότι συμπλέκουσα μὲν ἡ διάνοια τὸ ἀγαθὸν ἢ κακὸν τῷ γνωστῷ κατάφασιν ἀπεργάζεται, ὁπότερον δὲ διαιροῦσα ἀπ’ αὐτοῦ ἀπόφασιν. ὁμοίως δὲ πάλιν 〈ὡς〉 ἐπὶ τῆς αἰσθήσεως ἐν τρίτῃ τάξει ἡ διωκτικὴ ἢ φευκτικὴ ἕπεται ἐνέργεια, διωκτικὴ δηλαδὴ τοῦ ἀγαθοῦ τοῦ δὲ κακοῦ φευκτική. τῇ μὲν γὰρ αἰσθητικῇ ζωῇ τὸ ἡδὺ καὶ λυπηρὸν διωκτὸν καὶ φευκτόν, τὸ μὲν ὡς ἀγαθὸν τὸ δὲ ὡς βλαβερόν· τῇ δὲ λογικῇ τὸ ἀγαθὸν προηγουμένως τέλος καὶ τὸ κακὸν ἐν ἀποστροφῇ, κἂν ἡδύ τι ἔχῃ τὸ κακὸν ἢ λυπηρὸν τὸ ἀγαθόν. ὅτι δὲ οὐ περὶ τῆς θεωρητικῆς αὐτῷ γνώσεως ὁ λόγος νῦν ὡς οὐδέποτε ἄνευ φαντασίας οὔσης,2 καθάπερ οἱ ἐκ τοῦ Περιπάτου ἀκούουσι, δηλοῖ μὲν καὶ τὰ προειρημένα, ἐν οἷς τῶν θεωρητικῶν γνώσεων τὴν ἀκροτάτην χωρίζεσθαί τε ἔφασκε καὶ εἶναι τοῦτο μόνον ὅπερ ἐστί, καὶ τὴν αὐτὴν εἶναι τῷ πράγματι, ἀλλ’ οὐ δι’ ἑτερότητος αὐτῷ συνάπτεσθαι, καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργειαν καὶ ἀπαθῆ καὶ ἀμιγῆ μένειν· δηλοῖ δὲ καὶ τὰ νῦν λεγόμενα, τοῦτο μὲν διανοητικὴ εἰρημένη καὶ οὐ νοῦς ἢ θεωρία, τοῦτο δὲ ἡ περὶ τὸ ἀγαθὸν αὐτῆς καὶ κακὸν στροφή,3 ἀντίθετα ὄντα καὶ ἐν τῇ γενέσει καὶ ἐν τῷ ἐσχάτῳ μερισμῷ ὑφιστάμενα· ἐπεὶ ὅ γε θεωρητικὸς νοῦς ὁ ἢ καθ’ ἕξιν τέλειος ἢ ὡς ὁ αὐτὸς τῇ οὐσίᾳ μονοειδῶς ἔχει τὸ ἀγαθὸν ἀναντίθετον πρὸς τὴν κακίαν, ὥσπερ καὶ τὸ ἀληθὲς πρὸς τὸ ψεῦδος. οὐ μόνον γὰρ ἐκ τοῦ οὐσιώδους νοῦ, ἀλλὰ καὶ ἐκ τοῦ καθ’ ἕξιν ἐπιστημονικῶς τελειωθέντος τὸ ψεῦδος ἐξώρισται· ὁμοίως δὲ καὶ τὸ κακόν. ἐν δὲ τῷ πρακτικῷ ἐξ ἀνάγκης τὸ κακόν ποτε καὶ τὸ πρὸς αὐτὸ ἀντίθετον ἀγαθὸν διὰ τὴν περὶ τὴν γένεσιν καὶ τὰ μεριστὰ στροφήν· αἱ γὰρ πράξεις ἐν τούτοις. κἂν γὰρ τὴν ἐν ἡμῖν τελειοῖ ὄρεξιν σωφρονίζων ἢ εἰς δικαιοπραγίαν ἐγείρων, περὶ μερικὸν δηλαδὴ ἐνεργεῖ πρᾶγμα καὶ γινόμενον, ἀλλ’ οὐχ ὡς ὁ θεωρητικὸς περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον.

“对于思想的灵魂而言,表象就像感觉印象一样存在。当[它判定某物]为善或恶时,它便加以肯定或否定,并且回避或追求。因此,灵魂若无表象便绝不思维。” 他所谓的思想灵魂,是指那种不仅实践地、而且理论地跨越并围绕可分割之物运转的灵魂,它不再是一下子把握形式本身,而是围绕关于它们的可分割界说运转,并通过以分割的方式个别地且逐一地活动,再将分别认识到的事物聚集为一个共同之物——例如动物,然后是有理性的,然后是必死的,再然后是将这三者合在一起——而完成跨越。因此,对于这样一种认识活动,可表象之物——“表象”对他而言所表示的正是这些,即在表象生活中产生的印记——被作为基础置于其下,正如感觉对象对于感觉一样(因为此时他用“感觉印象”代替了“感觉对象”);这些可表象之物并非就是思想对象本身(因为他随后将清楚地表明,思想的思维内容并不是表象),但又绝不能没有表象。至于为何不能没有,必须予以考察:因为灵魂这种围绕可分割界说运转的活动,不同于形式本身的活动,而是由于分割本身,按照活动向外的伸展而进行,外在之物必然伴随着这种伸展而附带成立。思想经常使用这些事物,即无论何时,当它出于仅仅为了认识、抑或为了实现对它们自身的欲求而额外需要感觉对象以及表象中的印记时;但有时它自身并不需要,然而外在存在之物自身的协动活动,如前所述,必然随着它向外的伸展而相伴而生。因此亚里士多德仅说了这么多,即灵魂若无表象绝不思维,而并未说它使用表象。显然,此时所谓的灵魂是指前面已经提到过的思想灵魂。而且正由于他说表象如同感觉印象一样从属于思想灵魂,他暗示了随后将要说的话,即它们不是思想内容,而是作为第二位的事物被作为基础置于其下,正如感觉对象对于感觉一样。并且根据预先确定的感觉的比喻(因为在感觉中,判断能力先于感受快乐或痛苦),在此处,思想对单纯已知之物的判断,亦将先于把它作为善或恶来把握;对于这种把握,他不再称之为“如同”,而是直接称之为肯定和否定,因为思想把善或恶与已知之物结合起来便构成了肯定,而把二者之一从已知之物中分离开便构成了否定。同样地,再次如同在感觉中那样,在第三位序上伴随着追求或回避的活动,显然是追求善而回避恶。因为对于感觉生活而言,适意与痛苦是可追求与可回避的,前者作为善,后者作为有害之物;而对于理性生活而言,善在根本上是目的,恶则是退避的对象,即使恶含有某种适意,或善含有某种痛苦。至于他现在的论述并非关于理论认识(即认为理论认识若无表象便绝不存在,如逍遥学派的人所理解的那样),这既由前面所说的内容所表明——在那些内容中,他曾断言理论认识中最高者是分离的,仅仅是其所是,且与事物同一,并非通过相异性与之结合,在本质上是现实活动,并保持无受且未混合——也由现在所说的话所表明:一方面,此处被称为思想而非理智或理论;另一方面,它的运作是围绕善与恶展开的,而善恶乃是存在于生成与终极分割之中的对立物。因为理论理智,无论是凭借品质达至完满者,还是作为在本质上与之同一者,都以单一形式持有善,而不存在与恶相对立,正如真不与假相对立一样。因为假不仅被逐出本质的理智,而且也被逐出按照品质在科学上完满的理智;恶同样亦是如此。但在实践理智中,由于围绕生成和可分割之物运作,有时必然存在恶以及与其相对立的善;因为行为正存在于这些事物之中。即便实践理智通过节制或激发正义行为而使我们内部的欲求完满,它显然也是围绕特殊的、生成的事情活动,而绝非如理论理智那样围绕始终处于同一状态的事物活动。

语法注3 条
  1. 3.148ὅταν δὲ ἀγαθὸν ἢ κακόν

    亚里士多德原文中省略了动词(或系动词)之处。结合前文语境及后文的 κατάφησιν ἢ ἀπόφησι(“肯定或否定”),此处补全谓词性概念,理解为灵魂将对象“[判定]为善或恶时”。

  2. 3.148ὅτι δὲ οὐ περὶ τῆς θεωρητικῆς αὐτῷ γνώσεως ὁ λόγος νῦν ὡς οὐδέποτε ἄνευ φαντασίας οὔσης

    由 ὅτι 引导的名词性从句作为主动词 δηλοῖ(“表明……”,主语为中性复数 τὰ προειρημένα)的宾语,该主句与后文的 δηλοῖ δὲ καὶ τὰ νῦν λεγόμενα 形成并列。ὡς οὐδέποτε ἄνευ φαντασίας οὔσης 是表示被驳斥的逍遥学派主张(“即认为理论认识亦绝非没有表象”)的分词短语。

  3. 3.148τοῦτο μὲν διανοητικὴ εἰρημένη ... τοῦτο δὲ ἡ περὶ τὸ ἀγαθὸν αὐτῆς καὶ κακὸν στροφή

    运用关联句式 τοῦτο μέν ... τοῦτο δέ(“一方面……另一方面……”)列举了两项证据,用以证明亚里士多德的论述针对的是实践思想而非理论理智。前者为分词从属结构,后者为充当论据的名词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:267.8-268.25