- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:266.33-267.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于“欲求者与回避者在载体上与感觉者同一,但在存在上相异”(431a13)的论述,辛普利丘阐明了它们居于同一灵魂载体之中、但在定义与功能活动上彼此有别的根据。
" Καὶ οὐχ ἕτερον τὸ ὀρεκτικὸν καὶ τὸ φευκτικὸν οὔτε ἀλλήλων οὔτε τοῦ αἰσθητικοῦ, ἀλλὰ τὸ εἶναι ἄλλο." Ἐπειδὴ τῷ αἰσθητικῷ συνέπλεξε τὴν ὄρεξίν τε καὶ φυγήν, πρὶν ἀποδοῦναι, ὅπως ἀπεικονίζεται τὸν πρακτικὸν νοῦν,1 ἐπέσκηψεν, ὡς τῷ μὲν ὑποκειμένῳ ἓν καὶ ταὐτὸν τό τε ὀρεκτικὸν καὶ τὸ φευκτικὸν καὶ ἀμφότερα τῷ αἰσθητικῷ (ἐν ᾧ γὰρ ἡ αἰσθητικὴ κρίσις, τουτέστιν ἐν τῇ αἰσθητικῇ ψυχῇ, ἐν τούτῳ καὶ ἡ ὄρεξις καὶ φυγή, καὶ οὐκ ἐν ἄλλῳ μὲν ἡ κρίσις ἐν ἄλλῳ δὲ τὸ ὀρέγεσθαι ἢ ἀποστρέφεσθαι, ἀλλ’ ἐν τῷ αὐτῷ), τῷ δὲ λόγῳ καὶ τῇ ἑκάστου αὐτῶν ἰδιότητι (τοῦτο γὰρ δηλοῖ τὸ εἶναι) τὸ πλῆθος καὶ ἡ ἑτερότης.2 καὶ γὰρ τὸ φεύγειν ἄλλο παρὰ τὸ διώκειν καὶ ἑκάτερον παρὰ τὸ κρίνειν, εἰ καὶ πάντως σὺν κρίσει. ἱκανὸν δὲ τεκμήριον τῆς ἑτερότητος τὸ καὶ τὴν αἴσθησιν ἄνευ ὀρέξεως ἢ φυγῆς ἐνίοτε γίνεσθαι καὶ αὖ σὺν ὀρέξει μόνῃ ποτὲ ἄνευ φυγῆς καὶ τὸ ἀνάπαλιν. ἐφ’ οἷς παραδίδωσι τὰ περὶ τοῦ πρακτικοῦ νοῦ θεωρήματα. καὶ ἡ εἰκὼν αὐτῷ νῦν προείληπται.
“而且欲求者与回避者彼此之间不相异,与感觉者亦不相异,只是其存在有所不同。” 既然他将欲求与回避同感觉能力结合在一起,在阐明它是如何模写实践理智之前,便指出:在载体上,欲求者与回避者乃是一而同一的,且二者与感觉者亦是[一而同一的](因为感觉判断所在之处,即在感觉灵魂之中,欲求与回避亦正在其中,并非判断存在于一物之中而欲求或退避存在于另一物之中,而是存在于同一物之中);而在定义上以及在它们各自的特有性质上(因为这正是“存在”所表明的),则有多样性与相异性。因为回避不同于追求,而且二者各自都不同于判断,即便无论如何都伴随着判断。而感觉有时在没有欲求或回避的情况下发生,有时又仅伴随欲求而无回避,反之亦然,这乃是相异性的充分证据。在此基础上,他传授了有关实践理智的诸定理;而比喻此刻已由他预先奠定。
- 3.147ἀπεικονίζεται τὸν πρακτικὸν νοῦν
动词 ἀπεικονίζομαι 在此作中动态使用,支配宾格补足语 τὸν πρακτικὸν νοῦν,意为“模写实践理智”或“表现出实践理智的喻象”。虽然形态上与被动态一致,但由于带直接宾语宾格,应作为及物性的中动态解读。
- 3.147τῷ δὲ λόγῳ καὶ τῇ ἑκάστου αὐτῶν ἰδιότητι ... τὸ πλῆθος καὶ ἡ ἑτερότης
此句与前文的 τῷ μὲν ὑποκειμένῳ ἓν καὶ ταὐτόν(在载体上一而同一)形成对举,省略了系词 ἐστί。τῷ λόγῳ 与 τῇ ... ἰδιότητι 属于限定与格(“在定义上及在各自的特有性质上”),而 τὸ πλῆθος καὶ ἡ ἑτερότης(多样性与相异性)作主语。
