← 辛普里丘

亚里士多德《论灵魂》注释

§265.22-266.32

感觉的三阶段及经由苦乐向欲求的发展

注解亚里士多德《论灵魂》431a8–9,基于感觉与实践理智的相似性,阐明感觉如何经历单纯的认知判断、苦乐的情状以及追求与回避(欲求)之现实活动这三个阶段的发展。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.145

" Τὸ μὲν οὖν αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον καὶ νοεῖν." Τοῦτο δή, ὅπερ εἰρήκαμεν, ἐπισημαίνεται καὶ αὐτὸς τὸ κατ’ αὐτὴν μὲν τὴν γνῶσιν μόνην αἰσθητικὸν λεγόμενον ἀπεικονίζεσθαι.1 τούτῳ γὰρ ἦν ὁμοιότης πρός τε τὴν λογικὴν καὶ νοερὰν γνωστικὴν ἐνέργειαν· τὸ μὲν γὰρ φάναι καὶ ἀποφάναι λογικῆς θεωρίας, τὸ δὲ νοεῖν τοῦ νοητοῦ ἴδιον. ὅταν δέ, φησι, " Ἡδὺ ἢ λυπηρόν, οἷον καταφᾶσα ἢ ἀποφᾶσα διώκει ἢ φεύγει· καὶ ἔστι τὸ ἥδεσθαι ἢ λυπεῖσθαι τὸ ἐνεργεῖν τῇ αἰσθητικῇ μεσότητι πρὸς τὸ ἀγαθὸν ἢ κακὸν ἢ τὰ τοιαῦτα. καὶ φυγὴ δὴ καὶ ὄρεξις ταὐτὸν ἡ κατ’ ἐνέργειαν." Δι’ ὧν σημαίνει, πότε τὸ αἰσθητικὸν ὡς εἰκὼν τοῦ πρακτικοῦ παραλαμβάνεται νοῦ, ὅταν μὴ ἁπλῶς ἀλλὰ καὶ ὡς ἡδὺ ἢ λυπηρὸν κρίνῃ τὸ αἰσθητόν. τὴν γὰρ αἰσθητικὴν κρίσιν τὴν ὁποτερονοῦν τιθεῖσαν ἐν τῷ αἰσθητῷ, εἴτε τὸ ἡδὺ εἴτε τὸ λυπηρόν, οἷον κατάφασιν ἔφη, ὥσπερ ἀπόφασιν τὴν ὁποτέρου αὐτῶν ἄρνησιν, ἐπειδὴ ἐν συμπλοκῇ πως καὶ ἡ τοιαύτη συνίσταται κρίσις τοῦ αἰσθητοῦ καὶ ὡς γνωστοῦ καὶ ὡς ἡδέος· διὰ γὰρ τοῦτο οἷον κατάφασις. τὸ δὲ οἷον, ἐπειδὴ κυρίως ἐν λογικῇ ἀνελίξει ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις. ὅταν οὖν ὡς ἡδὺ ἢ λυπηρὸν κρίνῃ τὸ αἰσθητόν, τότε διώκει ἢ φεύγει, ἐπειδὴ τὸ μὲν ἡδὺ διώκει ἡ αἴσθησις ὡς ἀγαθόν, τὸ δὲ λυπηρὸν ὡς κακὸν φεύγει ἡ αἴσθησις· λογικῆς γὰρ διακρίσεως τὸ ἀγαθὸν ἀπὸ τοῦ ἡδέος διορίζειν πολλάκις, τὸ δὲ κακὸν ἀπὸ τοῦ λυπηροῦ. δηλοῖ δὲ ἡ δίωξις τὴν οἷον ἀγάπησιν καὶ μεταδίωξιν, ἡ δὲ φυγὴ τὴν ἀποστροφὴν καὶ ἀπόστασιν. καὶ ἐν μὲν τῷ ἥδεσθαι ἡ αἴσθησις ὡς ἀγαθοῦ ἀντέχεται τῆς οἰκείας ἐνεργείας, ἐν δὲ τῷ λυπεῖσθαι ὡς κακὴν ἀναίνεται.2 καὶ ταῦτα σημαίνει τὸ καὶ ἔστι τὸ ἥδεσθαι ἢ λυπεῖσθαι τὸ ἐνεργεῖν τῇ αἰσθητικῇ μεσότητι πρὸς τὸ ἀγαθὸν ἢ κακὸν ἢ τὰ τοιαῦτα. ἐν οἷς ἡ μὲν αἰσθητικὴ μεσότης εἴληπται ὡς ἀμφοτέρων δεκτικὴ τοῦ τε ἡδέος καὶ τοῦ λυπηροῦ ἤγουν κάλλιον εἰπεῖν τοῦ ἥδεσθαι ἢ λυπεῖσθαι, κριτικὴ ἀμφοῖν οὖσα. διὰ γὰρ τὸ τὸ αἰσθητικὸν σωματικῷ ὀργάνῳ πάντως χρῆσθαι τὰ ἐκείνου σωτήρια ἢ φθαρτικὰ πάθη γινώσκει τε καὶ ὡς οἰκεῖα ἢ ἀλλότρια τὰ μὲν ἀγαπᾷ τὰ δὲ φεύγει. τὸ δὲ ἢ τὰ τοιαῦτα πρόσκειται τῷ ἀγαθὰ ἢ κακά, διότι οὐδέποτε ἡ αἴσθησις τὸ ἀγαθὸν ὡς ἀγαθὸν ἢ τὸ κακὸν ὡς κακὸν κρίνει, ἢ τὸ μὲν διώκει τὸ δὲ φεύγει, ἀλλὰ τὸ ἡδὺ ὡς ἀγαθὸν καὶ τὸ λυπηρὸν ὡς κακὸν τὸ μὲν διώκει τὸ δὲ φεύγει. τὰ γοῦν ὅμοια τῷ ἀγαθῷ καὶ κακῷ τὸ ἡδὺ καὶ λυπηρὸν τὸ τὰ τοιαῦτα προσκείμενον δηλοῖ. πρώτως μὲν οὖν αἰσθάνεσθαι δεῖ καὶ ἐνεργείᾳ γίνεσθαι αἰσθητικόν, δευτέρως δὲ ἡσθῆναι ἢ λυπηθῆναι· προηγεῖται γὰρ ἡ κρίσις τοῦ κατὰ τὴν ἡδονὴν ἢ λύπην πάθους, ἐπειδὴ αἰσθάνεσθαι μὲν ἄνευ ἡδονῆς καὶ λύπης δυνατόν, ἥδεσθαι δὲ καὶ λυπεῖσθαι ἄνευ γνώσεως ἀδύνατον, διὸ προτέρα τῇ φύσει ἡ γνῶσις τῶν παθῶν τούτων· ἐν τρίτῃ δὲ τάξει ὀρεχθῆναι ἢ φυγεῖν,3 τουτέστι μεταδιῶξαι τὸ ἡστὸν ἢ πάσῃ δυνάμει ἀποπέμψασθαι τὸ λυποῦν, ὅπερ ἡ φυγὴ σημαίνει, ὡς τὴν μεταδίωξιν ἡ ὄρεξις, ἐπιθυμία οὖσα καὶ πρὸς τὸ ἡδὺ ἐκτεινομένη τε καὶ ὁρμῶσα. αὕτη οὖν ἤδη ἐνέργεια· οὐ γὰρ ἁπλῶς ἐν τῷ πάσχειν, ὥσπερ τὸ ἥδεσθαι, ἀλλὰ καὶ ἐν τῷ ἐπιδιώκειν· ἡ δὲ δίωξις οὐ πάθος ἀλλ’ ἐνέργεια. φυγὴ οὖν καὶ ὄρεξις ὡς ἐνέργεια, ἀλλ’ οὐχ ὡς αὐτὸ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι· ταῦτα γὰρ ὡς πάθη τὸ μὲν διωκτὸν τὸ δὲ φευκτόν, ἡ δὲ μεταδίωξις τοῦ ἡδέος καὶ φυγὴ ἀπὸ τοῦ λυπηροῦ ὡς ἐνέργεια ἡ μὲν ὄρεξις ἡ δὲ φυγή.

“因此,感觉类似于仅仅肯定与思考。” 我们所说过的这一点,他自己亦指出了:即仅就认识本身而言被述说的感觉能力被用作比喻。因为在此它与逻辑的以及理智的认知性现实活动具有相似性;因为肯定与否定属于逻辑观照,而思考则属于可知者所特有。“而当……时,”他说,“[感觉对象是]令人愉悦的或令人痛苦的,它就仿佛断定或否定一样,加以追求或回避;而且感到愉悦或感到痛苦,乃是以感觉的中道针对善或恶或诸如此类之物施行现实活动。而在现实活动中的回避与欲求诚然是同一的。” 通过这些,他表明了感觉能力何时被当作实践理智的喻象:即当它并非单纯地、而是亦作为令人愉悦的或令人痛苦的来判断感觉对象之时。因为他将把令人愉悦或令人痛苦二者之一确立于感觉对象之中的感觉判断称为仿佛肯定,正如把对它们中任何一方的否定称为否定一样,因为对感觉对象的这种判断,无论作为已知者还是作为愉悦者,在某种程度上都构成于结合之中;正是因此而被称为“仿佛肯定”。而添加“仿佛”,乃是因为严格意义上的肯定与否定存在于逻辑展开之中。因此,当它将感觉对象判断为令人愉悦或令人痛苦之时,它便加以追求或回避,因为感觉将愉悦者作为善来追求,感觉将痛苦者作为恶来回避;因为常常把善与愉悦者、把恶与痛苦者区分开来,乃是逻辑辨别的[功能]。追求表明了一种依恋与追逐,而回避则表明了厌离与退避。在感到愉悦时,感觉将自身特有的现实活动作为善加以持守,而在感到痛苦时,则将其作为恶加以拒斥。这些正是“而且感到愉悦或感到痛苦,乃是以感觉的中道针对善或恶或诸如此类之物施行现实活动”所表明的。在其中,感觉的中道被理解为接纳二者——即愉悦与痛苦,或者更确切地说是感到愉悦与感到痛苦——的承受者,因为它能对二者作出判断。因为感觉能力必然使用肉体器官,它由此认识到保存或破坏该器官的各种情状,并作为切近的或疏异的,爱悦前者而回避后者。而“或诸如此类之物”被附加于“善或恶”,乃是因为感觉绝非把善作为善、或把恶作为恶来判断,或追求前者而回避后者,而是把愉悦者作为善来追求,把痛苦者作为恶来回避。总之,附加的“诸如此类之物”表明了令人愉悦者与令人痛苦者是类似于善与恶的。因此,首先必须进行感觉,且感觉能力进入现实;其次是感到愉悦或感到痛苦;因为判断先于伴随愉悦或痛苦的情状,因为没有愉悦和痛苦亦可能感觉,但没有认识则不可能感到愉悦和痛苦,所以认识在本性上先于这些情状;而排在第三位的则是欲求或回避,即追逐令人愉悦之物,或竭尽全力排遣令人痛苦之物——回避所表明的正是这一点,正如欲求表明追逐一样,因为欲求是一种欲望,且向着愉悦者延伸并奔赴。因此,这已经是现实活动了;因为它并非像感到愉悦那样单纯在于受动,而亦在于进一步追求;而追求并非情状,乃是现实活动。因此,回避与欲求是作为现实活动[而言的],而非如同感到愉悦与感到痛苦本身;因为后者作为情状,一个是应当追求的,另一个是应当回避的,而作为现实活动,对愉悦者的追逐乃是欲求,而对痛苦者的逃离乃是回避。

语法注3 条
  1. 3.145Τοῦτο δή, ὅπερ εἰρήκαμεν, ἐπισημαίνεται καὶ αὐτὸς τὸ κατ’ αὐτὴν μὲν τὴν γνῶσιν μόνην αἰσθητικὸν λεγόμενον ἀπεικονίζεσθαι.

    主动词 ἐπισημαίνεται 的直接宾语是指示代词 Τοῦτο,与其同格的冠词不定式短语 τὸ ... ἀπεικονίζεσθαι 则具体说明其内容。被动不定式 ἀπεικονίζεσθαι(被用作比喻/被摹写为喻象)的逻辑主语是宾格短语 τὸ κατ’ αὐτὴν μὲν τὴν γνῶσιν μόνην αἰσθητικὸν λεγόμενον。关系从句 ὅπερ εἰρήκαμεν 修饰 Τοῦτο,起到插入说明的作用。

  2. 3.146ὡς ἀγαθοῦ ἀντέχεται τῆς οἰκείας ἐνεργείας, ἐν δὲ τῷ λυπεῖσθαι ὡς κακὴν ἀναίνεται.

    在对比句(μέν...δέ)中,前半句的动词 ἀντέχεται 支配属格补足语 τῆς οἰκείας ἐνεργείας,ὡς ἀγαθοῦ 作其表语性修饰(作为善)。后半句的他动词 ἀναίνεται(拒斥)支配宾格,因此从前半句承前省略了宾格宾语 τὴν οἰκείαν ἐνέργειαν,而 ὡς κακήν 则作为该宾语的表语性宾格修饰语。

  3. 3.146πρώτως μὲν οὖν αἰσθάνεσθαι δεῖ καὶ ἐνεργείᾳ γίνεσθαι αἰσθητικόν, δευτέρως δὲ ἡσθῆναι ἢ λυπηθῆναι· ... ἐν τρίτῃ δὲ τάξει ὀρεχθῆναι ἢ φυγεῖν

    句首的无人称动词 δεῖ 统领整个骨架,并支配由序次副词/短语(πρώτως, δευτέρως, ἐν τρίτῃ τάξει)标示的三组不定式短语:(1) αἰσθάνεσθαι... καὶ ... γίνεσθαι,(2) ἡσθῆναι ἢ λυπηθῆναι,以及 (3) ὀρεχθῆναι ἢ φυγεῖν。在第二和第三个环节中,δεῖ 在句法上承前省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:265.22-266.32