← 辛普里丘

亚里士多德《论灵魂》注释

§264.23-265.21

作为完全现实的感觉与感觉器官的受动

辛普利丘阐释了亚里士多德为何将感觉活动称为已被完满者的现实活动并使用“显现为”一词,论证了受动的并非感觉能力本身而是感觉器官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.144#2

οὐ γὰρ κατὰ ταύτην κινεῖται τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ, ἀλλ’ εἴπερ ἄρα, μόνον τὸ αἰσθητήριον. αὕτη δὲ ἡ αἰσθητικὴ ζωὴ τελεία ἤδη οὖσα κρίνει τὸ προσπῖπτον αἰσθητὸν κατ’ ἐνέργειαν τελείαν ἑστῶσα· ἔνδοθεν γὰρ ἡ κρίσις καὶ οὐδὲν ἔξωθεν προσλαμβάνουσα. ἀλλὰ δεῖται τοῦ αἰσθητοῦ ὡς παρόντος καὶ κινοῦντος τὸ αἰσθητήριον, ἐπειδὴ οὐχ ὡς ἡ φαντασία καὶ πρὸς τὸ ἀπόν, ἀλλὰ πρὸς μόνον τὸ παρὸν ἡ αἴσθησις ἐγείρεται πρὸς ἐνέργειαν. καὶ ταύτῃ λέγεται δυνάμει οὖσα πρότερον ἐνεργείᾳ γίνεσθαι ὑπὸ τοῦ αἰσθητοῦ, οὐ πάσχουσά τι ὑπ’ αὐτοῦ (οὐ γὰρ κινεῖταί, φησι, κατὰ τὴν ἀτελῆ κίνησιν), ἀλλ’ ὡς μὴ πρότερον ἐνεργοῦσα ὕστερον διὰ τὸ παρεῖναι τὸ αἰσθητὸν τὴν ἐνέργειαν προβαλλομένη ἀθρόαν, καὶ αὐτὴν ἀμέριστον καὶ ἅμα πᾶσαν, ἀλλ’ οὐχ οἵα ἡ κίνησις ἐν μερισμῷ καὶ συνεχείᾳ, καὶ διὰ τοῦτο καὶ τελείου πράγματος οὖσαν1 καὶ ὡς αὐτός φησι τετελεσμένου. ἐν δὲ τῇ λέξει ὀρθῶς τὸ φαίνεται προστέθεικεν· οὐ γὰρ ὄντως ποιεῖ τὸ αἰσθητὸν εἰς τὸ αἰσθητικόν, ἀλλὰ φαίνεται μόνον διὰ τὸ εἰς τὸ αἰσθητήριον δρᾶν. διὸ καὶ αὐτὸς ἀποδιδοὺς τὴν αἰτίαν, δι’ ἣν ἔφη τὸ φαίνεται, τῷ γὰρ αἰτιολογικῷ χρησάμενος οὐ γὰρ πάσχει οὐδὲ ἀλλοιοῦταί φησιν. ἀλλὰ φαίνεται μὲν τὸ αἰσθητὸν ἐκ τοῦ δυνάμει ἐνεργείᾳ εἶναι ποιοῦν τὸ αἰσθητικόν, οὐ μὴν ἀληθῶς· ἔπασχε γὰρ ἂν αὐτοῦ τὸ αἰσθητικόν.2 τὸ δὲ πάσχον κατὰ τὴν ἀτελῆ κινεῖται μεταβολήν· οὐ μὴν κινεῖται τὸ αἰσθητικὸν ἐν τῷ ἐνεργεῖν, ἀλλὰ κατὰ τὴν ἁπλῶς ἵσταται ἐνέργειαν. ἡ μὲν γὰρ κίνησις τὸ ὅλον τοῦτο ἀτελής ἐστιν ἐντελέχεια, ἡ δὲ ἄνευ τοῦ ἀτελοῦς ἁπλῶς λεγομένη ἐντελέχεια ἡ ἀμέριστός ἐστιν ἐνέργεια. τοιαύτη δὲ καὶ ἡ αἰσθητική, ὡς εἴρηται, κρίσις. δοκεῖ δὲ ὅλως προσίεσθαι τὸ τῆς κινήσεως ὄνομα ἐπ’ αὐτῆς, εἰ καὶ ἄλλο φησὶν εἶδος τοῦτο εἶναι κινήσεως, διὰ τὸ ποτὲ ἀπὸ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν. λέγομεν γὰρ καὶ ἐπὶ τούτου κίνησιν, οὐχὶ τὴν διεξοδικήν, ἀλλὰ τὴν ἀθρόαν, καθ’ ἣν καὶ ἡ τῶν ἀτόμων καὶ μερικῶν εἰδῶν παρουσία καὶ ἀπουσία ἐπιτελεῖσθαι παραδέδοται. ἐπάγει δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀξιοῖ τὴν αἰσθητικὴν ἐνέργειαν ἐν κινήσει τίθεσθαι· ἧς καὶ ἡμεῖς ἤδη ἐπεμνήσθημεν. ἡ γὰρ κίνησίς, φησι, τοῦ ἀτελοῦς ἐνέργεια· τοῦ γὰρ δυνάμει· ἡ δὲ ἁπλῶς ἐνέργεια, τουτέστιν ἡ ἄνευ τοῦ ἀτελοῦς μόνον οὖσα ἐνέργεια, ἑτέρα τῆς τοῦ ἀτελοῦς ἐντελεχείας. καὶ ὅπως ἑτέρα, ἐσαφήνισε προσθεὶς τοῦ τετελεσμένου, ἐπειδὴ οὐκ ἀτελοῦς ἀλλὰ τελείου ἐστὶ πράγματος. ταῦτα μὲν οὖν ὡς ἐξήγησις εἴρηται τοῦ ἐν τοῖς προτέροις λόγου εἰρημένου, ὅτι πάσχειν πῶς ἐστι τὸ αἰσθάνεσθαι, ὅπως τῷ αἰσθητικῷ κατ’ ἀλήθειαν προσήκει, οὐχ ὡς τῷ ὄντι πάσχοντι, ἀλλ’ ὡς τελείαν μὲν ἐνέργειαν ἐνεργοῦντι, ποτὲ δέ, καὶ ὅταν παρῇ τὸ αἰσθητόν· διὸ καὶ δοκεῖ ὑπὸ τοῦ αἰσθητοῦ πάσχειν. τὸ δὲ ἐφεξῆς τὴν πρὸς τὸν πρακτικὸν νοῦν παραδίδωσι τῆς αἰσθήσεως εἰκόνα.

因为感觉能力并非依照这种[不完满的运动]而受感觉对象推动,而即便真有推动,亦仅仅是感觉器官而已。另一方面,这已经完满的感觉生命立足于完满的现实活动之中,对迎面袭来的感觉对象作出判断;因为判断源于内在,绝不从外部摄取任何东西。然而它需要感觉对象作为在场者并推动感觉器官,因为感觉并不像表象那样面向不在场者,而是唯独面向在场者被唤醒而进入现实活动。在此意义上,此前处于潜能中的[感觉能力]被说成是由感觉对象使之进入现实,并非因受其某种受动(因为他说,它并非依照不完满的运动被推动),而是作为此前未曾活动者,其后由于感觉对象的在场,顿然投射出其现实活动,且这现实活动本身是不可分的、浑然一体的,而不像处于分割与连续之中的运动那样,并因此属于完满之物,且如他自己所言,属于已得完满之物。他在原文中恰当地添加了“显现为”;因为感觉对象并非真正作用于感觉能力,而仅仅由于作用于感觉器官而显现为如此。因此他自己在给出他说出“显现为”的原因时,使用了表原因的[连词]“因为”,说道“因为[感觉能力]既未受动亦未发生蚀变”。然而感觉对象显现为使潜在的感觉能力进入现实,却并非真实如此;因为若是那样,感觉能力就会受其受动了。受动者乃是依照不完满的变化被推动;但感觉能力在活动时并未被推动,而是立足于单纯的现实活动。因为运动整体上是一种不完满的完满实现,而除去不完满者而单纯被述说的完满实现,则是不可分的现实活动。正如前文所述,感觉的判断亦是如此。而且,即便他说这是运动的另一形式,他似乎完全认可将运动之名运用于其上,这是由于在某一时刻从不活动转变为活动。因为我们对此亦称之为运动,并非推移性的运动,而是顿然的运动,据传不可分的、个别的形式之在场与不在场亦是依照这种运动而得以完成的。他亦引出了他不主张将感觉的现实活动归入运动的原因;对此我们刚才亦已提及。“因为运动”,他说,“是不完满者的现实活动”;即潜能者的现实活动;而单纯的现实活动,即单纯没有不完满者的现实活动,则有别于不完满者的完满实现。至于如何有别,他通过补充“已被完满者的”而予以阐明,因为这并非属于不完满之物,而是属于完满之物。因此,这些说法乃是对前文论述中所说的“感觉在某种意义上就是受动”的解释,旨在说明它如何真实地适合于感觉能力:并非作为真正受动者,而是作为施行完满现实活动者,然而是发生于某一时刻且当感觉对象在场之时;正因如此,它亦看似受感觉对象的受动。而接下来,他将阐明感觉对应于实践理智的喻象。

语法注2 条
  1. 3.144τελείου πράγματος οὖσαν

    阴性宾格单数分词 οὖσαν 并非与主语一致,而是与前文动词 προβαλλομένη 的宾语 τὴν ἐνέργειαν 相一致。这是一个倒装隔开构文(hyperbaton),修饰说明所投射的现实活动“属于完满之物”。

  2. 3.144ἔπασχε γὰρ ἂν αὐτοῦ τὸ αἰσθητικόν

    带有 ἄν 的直陈式未完成过去时构成的反事实条件句后件(“否则感觉能力就会受其受动了”)。属格 αὐτοῦ 被理解为表示施动者或原因的属格,省略了前置词 ὑπό(“受它[感觉对象]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:264.23-265.21