← 辛普里丘

亚里士多德《论灵魂》注释

§263.26-264.23

向实践理智的过渡与感觉的现实活动

辛普利丘注解了亚里士多德结束对理论理智的探讨并过渡到实践理智的考察,再次以感觉为出发点来阐释其实践活动与独特现实活动的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.144#1

" Φαίνεται δὲ τὸ μὲν αἰσθητὸν ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν· οὐ γὰρ πάσχει οὐδ’ ἀλλοιοῦται. διὸ ἄλλο εἶδος τοῦτο κινήσεως· ἡ γὰρ κίνησις τοῦ ἀτελοῦς ἐνέργεια, ἡ δ’ ἁπλῶς ἐνέργεια ἑτέρα ἡ τοῦ τετελεσμένου." Συμπληρώσας, οἶμαι, τὸν περὶ τοῦ θεωρητικοῦ νοῦ λόγον παντός, ἀρξάμενος μὲν ἀπὸ τοῦ ἀτελοῦς καὶ δυνάμει τέως ὄντος μόνου, ἀναβὰς δὲ ἐπὶ τὸν ἔξω μὲν καὶ αὐτὸν προϊόντα, τελεωθέντα δὲ καθ’ ἕξιν καὶ προβολήν, καὶ διὰ τούτου ἐπὶ τὸν οὐσιώδη ἀναδραμὼν νοῦν1 καὶ τοῦτον παντοίως διερευνησάμενος, τήν τε οὐσίαν αὐτοῦ καὶ τὰς ἐνεργείας καὶ τὸ αἰτιῶδες καὶ χωριστὸν καὶ τὸ ἀίδιον σκοπούμενος τήν τε πρὸς τὰ ὑπέρτερα αὐτοῦ κοινωνίαν καὶ τὴν ὕφεσιν διὰ τῆς πρὸς τὰ δεύτερα ὑφιζανούσης ἀποκλίσεως ἐκφήνας καὶ οὐδέν, ὡς εἰπεῖν, παραλελοιπὼς τῶν περὶ αὐτοῦ θεαμάτων, ἐπὶ τὸν πρακτικὸν ἐντεῦθεν καλούμενον μέτεισι νοῦν, ὃν καὶ διάνοιαν προσαγορεύει καὶ φαντασίᾳ χρῆσθαι βούλεται καὶ περὶ τὸ ἀγαθὸν καὶ κακὸν στρέφεσθαι, ὥσπερ καὶ περὶ ψεῦδος καὶ τὸ τούτων ἀντίθετον ἀληθές, ἀλλ’ οὐχ ὥσπερ ὁ ἀκρότατος θεωρητικὸς περὶ τὸ μόνως ἀληθές. ὁ γὰρ προϊὼν ἔτι ἀτελέστερος ὢν ἦν μὲν καὶ αὐτὸς περὶ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ὡς θεωρητικός, οὔπω δὲ τοῦ ἐν πρακτοῖς ἀγαθοῦ ἢ κακοῦ ἀντέχεσθαι παρεδίδοτο. ἔστι μὲν γὰρ καὶ ἅπασα θεωρία οὐ τοῦ ἀληθοῦς μόνου, ἀλλὰ πάντως καὶ τοῦ ἀγαθοῦ, ἀλλὰ τὸ ἀγαθὸν οὐχ ὡς ἄλλο τι παρὰ τὴν ἀλήθειαν μεταδιώκουσα, ἀλλ’ αὐτὴν τὴν ἀλήθειαν ὡς τὸ ἄριστον καὶ τοῦ ἀγαθοῦ μετέχουσαν τέλος τιθεμένη, ἢ ὅπερ καὶ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἡμᾶς ἐδίδαξε, τὰς μαθηματικὰς λέγων ἐπιστήμας τοῦ τελικοῦ ἔχεσθαι αἰτίου κατ’ αὐτὴν τὴν τῆς γνώσεως ἀλήθειάν τε καὶ ἀκρίβειαν. ὁ δέ γε πρακτικὸς οὐκ ἐν τῷ γινώσκειν τὸ ἀγαθὸν ἔχει τὸ τέλος, ἀλλ’ ἐν τῷ πράττειν, ἢ ἐν τῷ δικαίως ἐνεργεῖν ἢ σωφρόνως ζῆν ἢ ἀνδρικῶς διαγενέσθαι. περὶ δὲ τοῦ τοιούτου νοῦ μέλλων ποιεῖσθαι τὸν λόγον, πάλιν ἀπὸ τῆς αἰσθήσεως ἡμᾶς ἀναπέμπει πρὸς τὴν αὐτοῦ θεωρίαν ὡς ἀπὸ γνωριμωτέρας, καθάπερ καὶ ὅτε τοῦ περὶ τοῦ θεωρητικοῦ νοῦ ἤρχετο λόγου. καὶ γὰρ ἐκεῖ οὕτω πως ἤρχετο “εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον”, καὶ νῦν τῇ αἰσθήσει χρῆται εἰκόνι, οὐχ ἁπλῶς ὡς γνωστικῇ, ἀλλ’ ὡς τοῦ ἡδέος ἢ λυπηροῦ ἀντιληπτικῇ, ἵνα οἰκειώσῃ τὴν εἰκόνα τῷ πρακτικῷ νῷ, οὐκ ὄντι γνωστικῷ μόνον, ἀλλὰ καὶ τοῦ ἀγαθοῦ ἢ κακοῦ στοχαστικῷ. ἐν ταὐτῷ δὲ καὶ ὅπως εἰρήκει πρότερον πάσχειν τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ νῦν ἑρμηνεύει, ὅτι οὐ κατὰ τὴν ἁπλῶς ἀτελῆ ὁρισθεῖσαν αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει κίνησιν, τὴν τοῦ δυνάμει ἐντελέχειαν, ἀτελοῦς ὄντος τοῦ δυνάμει.2

“而感觉对象显现为使潜在的感觉能力进入现实;因为[感觉能力]既未受动亦未发生蚀变。因此这是运动的另一形式;因为运动是不完满者的现实活动,而单纯的现实活动则是另一回事,是已被完满者的[现实活动]。” 我认为,在他完结了关于整个理论理智的论述之后——从不完满且迄今仅在潜能中的理智开始,上升到自身虽亦向外进展但依于状态和投射而已得完满的[理智],并藉此奔回实体性理智,全方位探讨之,审察其实体、现实活动、原因性、可分离性与永恒性,并阐明它与上位诸物的共通关系以及通过向下位诸物沉陷的倾斜所造成的松弛退化,可以说未曾遗漏关于它的任何观照对象——,他从此过渡到被称为实践理智的那种[理智]。他亦将此[实践理智]称为推论思辨,并认为它使用表象,且围绕善与恶打转,正如围绕假以及与它们对立的真打转一样,但不像最高的理论[理智]那样仅围绕真打转。因为那向外进展的[理智]虽然更为不完满,但作为理论性的,其自身亦围绕假与真打转,却尚未被表述为执持实践事物中的善或恶。因为一切观照固然不仅关乎真,亦必然关乎善,但它并非将善作为真理之外的他物去追求,而是将真理本身作为最高善并作为分有善的东西确立为目的;或者这正如亚里士多德在《形而上学》中所教导我们的那样,他说数学科学正是依照认识本身的真理与精确性而执持目的因的。然而实践[理智]并不把目的放在认识善之中,而是放在实践之中,即在正义地活动、节制地生活或勇敢地度过一生之中。当他正要对这种理智进行论述时,他再次将我们从感觉遣回对它的观照,以此作为从更可知者出发,正如他在开始论述理论理智时所做的那样。因为在彼处他亦是这般开始的:“如果思索如同感觉,那么它或者是受制于可知对象而有所受动,或者是某种此类他物”,而现在他将感觉用作喻象,并非单纯作为认识性的,而是作为把握适意或痛苦的,以便使这一喻象契合于实践理智,后者不仅是认识性的,更是以善或恶为目标的。同时,他现在亦解释了他此前如何说过感觉能力因感觉对象而受动,即这并非依循他在《自然哲学讲义》中所定义的单纯不完满的运动,即潜在者的完满实现——只要潜在者是不完满的。

语法注2 条
  1. 3.144Συμπληρώσας, οἶμαι, τὸν περὶ τοῦ θεωρητικοῦ νοῦ λόγον παντός ... ἐπὶ τὸν πρακτικὸν ἐντεῦθεν καλούμενον μέτεισι νοῦν

    从句首的不定过去时分词 Συμπληρώσας 开始的一长串分词(ἀρξάμενος, ἀναβάς, ἀναδραμών, διερευνησάμενος, σκοπούμενος, ἐκφήνας, παραλελοιπώς)均作主语亚里士多德的修饰语。主句的主动词是位于后方的 μέτεισι(“过渡到”),其核心句架结构为 Συμπληρώσας ... μέτεισι νοῦν。

  2. 3.144ἀτελοῦς ὄντος τοῦ δυνάμει

    句末的属格独立结构,表伴随或限定条件(“只要潜在者是不完满的”),对前文的“潜在者的完满实现(τὴν τοῦ δυνάμει ἐντελέχειαν)”进行限制与补充说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:263.26-264.23