- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:262.11-263.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了431a1的命题,指出不同于此前关于实体的松弛退化的讨论,此处讨论的是理智与知识的现实活动的松弛退化;他进而阐明为何在灵魂中,与一般的受生物不同,完满现实态即使在单个体之内在时间上亦先于潜能。
" Τὸ αὐτὸ δ’ ἐστὶν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι. ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ· ἔστι γὰρ ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γιγνόμενα." Σχεδόν τι καὶ πρότερον αὐτολεξεὶ τὸ ῥητὸν τοῦτο ὑπὸ τοῦ Ἀριστοτέλους παραδέδοται καὶ νῦν· οὐ μάτην δὲ λεγόμενον, ἐπειδὴ τότε μὲν τὴν οὐσίαν καὶ τὸ εἶναι τοῦ οὐσιώδους τῆς ψυχῆς νοῦ κεχαλασμένον παρὰ τὸν ὑπὲρ ψυχὴν ἐδήλου ἡ τῆς ἐπιστήμης αὐτοῦ κατηγορία (τὸ γὰρ ἅμα νοοῦν τε καὶ ἐπιστημονικὸν ὑφεῖται τοῦ μόνον νοοῦντος)· ἐπεὶ δὲ τοῖς αὐτοῖς ὀνόμασι καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν σημαίνομεν, τότε μὲν ἀκούειν ἠξιοῦμεν τῶν τοῦ νοῦ καὶ τῆς ἐπιστήμης ὀνομάτων ὡς οὐσιῶν δηλωτικῶν, νῦν δὲ ὡς ἐνεργειῶν, ἵνα καὶ νῦν τὴν νοερὰν ἐνέργειαν τῆς ψυχῆς ἀκολούθως τῇ οὐσίᾳ κεχαλασμένην ἀπὸ τῆς ὑπερτέρας νοερᾶς ἐνεργείας διὰ τῆς ἅμα καὶ ἐπιστημονικῆς γνώσεως νοήσαντες, ἐντεῦθεν καὶ τὴν οὐσίαν πιστωσόμεθα ὑφιζάνουσαν. ἀλλὰ ποία ἡ ἐπιστήμη ἡ κατηγορουμένη ἐν τούτοις τῆς οὐσιώδους ψυχικῆς ἐνεργείας; οὐχ ἡ καθ’ ἕξιν ἡμῖν ἐγγινομένη οὐδὲ ἡ κατὰ προβολήν, διϊσταμένη τῆς προβαλλούσης οὐσίας καὶ δι’ ἑτερότητός τινος καὶ μετά τινος ἀποστάσεως αὐτὴν αἱροῦσα, ἀλλ’ ἡ διὰ ταὐτότητα αὐτῇ συνημμένη. ἀξιοῖ γὰρ αὐτὴν τὴν αὐτὴν εἶναι τῷ πράγματι, τουτέστι τῇ γινωσκούσῃ οὐσίᾳ ἅμα καὶ γινωσκομένῃ, ἵνα πάλιν τὴν μεσότητα ἐνδείξηται, διὰ μὲν τῆς ταὐτότητος τὸ νοερὸν ἐχούσης1 (νοῦς γὰρ κυρίως ὁ τῇ οὐσίᾳ ὢν ἐνέργεια), διὰ δὲ τοῦ ὅλως ἐπιστήμην φάναι τὸ πρὸς ἀνέλιξιν λόγων ἀποκλῖνον. ἡρμήνευται δὲ ἡμῖν ἤδη διὰ πλειόνων, ὅπως τὸ κατὰ δύναμιν χρόνῳ πρότερον ἐν τῷ ἑνί, καὶ νῦν συντόμως ὑπομιμνησκέσθω, ὡς ἐν τοῖς γενητοῖς καὶ ποτὲ οὖσι τοῦτο ἀληθές, ἐν οἷς ἡ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον προκοπή. ὧν καὶ ἡ ψυχή πως κατὰ τὴν πρὸς τὸ σῶμα τοῦτο σύζευξιν,2 ὡς ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργεῖν θεωρητικῶς τὰ εἴδη ἰοῦσα. ἀλλ’ ἐπὶ μὲν τῶν πάντῃ γενητῶν οὐδέποτε τὸ ἐνεργείᾳ πρότερον τῷ χρόνῳ τοῦ δυνάμει· ἐν τῷ ἑνί, ἐπειδὴ κἂν ὁ πατὴρ ἐνεργείᾳ προυπάρχῃ τοῦ δυνάμει γινομένου παιδός, ἀλλ’ οὐκ ἐν τῷ ἑνί· ἐπὶ δὲ τῆς ψυχῆς ἀξιοῖ μὴ οὕτω νοεῖν, ἀλλὰ καὶ ἐν τῷ ἑνὶ πρὸ τοῦ δυνάμει εἶναι τὸ ἐντελεχείᾳ. κἂν γὰρ μὴ ἐν τῷ κοινῷ μετὰ σώματος βίῳ τὸ ἐνεργείᾳ προτερεύῃ τῷ χρόνῳ τοῦ δυνάμει ἐν τῇ ψυχῇ, ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ μιᾷ οὔσῃ προτερεύσει καὶ πρὸ τοῦ σώματος ὑπαρχούσῃ καὶ χωριστῶς ζησάσῃ ποτὲ καὶ εἰς ἑαυτὴν νοερῶς ἐπιστραφείσῃ. τῷ δὲ χρόνῳ πρότερον ἔφη τὸ δυνάμει διὰ τὸ ταῖς ἄλλαις τοῦ προτέρου ἐννοίαις ὡμολογημένως ἀπολείπεσθαι, οἷον φύσει, τιμιότητι καὶ ἀξίᾳ. πρότερον μὲν οὖν ἠρκέσθη εἰπεῖν, ὡς οὐκ ἔστι χρόνῳ πρότερον ἁπλῶς τὸ δυνάμει ἐπὶ τῆς ψυχῆς, “ἀλλ’ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ”, ὡς ἐν ἐκείνοις ἔφη. νῦν δὲ καὶ ἀνάγκην προστίθησι τῷ λόγῳ, πάλιν τῷ Πλάτωνι κἀν τούτοις ἐπακολουθῶν· καὶ γὰρ ἐκεῖνός φησί που, ὡς οὐ μήποτε εἰς τόδε τὸ σχῆμα ἥξει ψυχὴ μὴ τὰ ὄντα θεωρήσασα.3 ᾧ καὶ Ἀριστοτέλης ἑπόμενος ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γινόμενα εἶναι ἀξιοῖ, ὡς καὶ ἐπὶ τῶν ὁπωσοῦν γενητῶν τοῦ ἐντελεχείᾳ χρόνῳ προτερεύοντος τῆς ἀτελοῦς δυνάμεως, ἵνα καὶ γίνηται ἐξ αὐτοῦ· ἀλλὰ τὸ διάφορον ἐπὶ τῆς ψυχῆς τὸ καὶ ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πράγματι προτερεύειν τὸ ἐντελεχείᾳ. διὰ γὰρ τοῦτο ἁπλῶς μὲν ἐπὶ τῶν ἄλλων εἴρηται τὸ δυνάμει πρότερον εἶναι τοῦ ἐντελεχείᾳ ἐν τῷ ἑνί, ἐπὶ δὲ τῆς ψυχῆς ἀπαξιοῦται· τοὐναντίον δὲ τὸ ἐντελεχείᾳ προτερεύειν καὶ ἐν αὐτῇ τῇ μιᾷ ψυχῇ, ἵνα καὶ δύνηται ἑαυτὴν τελειοῦν, ὅταν εἰς τὸ ἀτελὲς ὑπενεχθῇ, ἤδη ἐνεργήσασα πρότερον καὶ τοὺς λόγους ἔχουσα καὶ πραγματείας οὐ δεομένη πολλῆς πρὸς τὸ καὶ αὖθις ὡσαύτως ἐνεργεῖν ἐπιστραφεῖσα εἰς ἑαυτὴν καὶ εἰς τὴν ἑαυτῆς ἀναδραμοῦσα ἀκρότητα. δεῖ γὰρ καὶ πεφυκέναι πρὸς τὴν τοιαύτην ἐνέργειαν καὶ διὰ τὸ πλεονάκις ἤδη ἐνηργηκέναι τι ἔχειν εὔλυτον πρὸς τὸ καὶ αὖθις ἐνεργεῖν, καὶ συνειθίσθαι πρὸς τὸν τρόπον τὸν κατ’ ἐπιστροφὴν τῷ πλεονάκις μᾶλλον δὲ ἀπειράκις ἐπεστράφθαι ἀθάνατον οὖσαν.
“而现实中的知识与事物是同一的。潜能中的[知识]在单个体中在时间上在先,但总体而言甚至在时间上也不在先;因为一切生成者皆出于现实存在者。” 亚里士多德此前以及现在几乎逐字传达了这一说法;然而这并非徒然说出的,因为那时对它述说知识,表明了灵魂的实体性理智的实体与存在相对于超乎灵魂者而言是有所松弛退化的(因为同时既理智思考又具科学知识者,不及仅从事理智思考者);而既然我们用相同的名称既指现实活动又指实体,那时我们主张把理智和知识的名称理解为表示实体的,而现在则是表示现实活动的,以便现在同样通过亦具科学知识的认识,领悟到灵魂的理智活动依循其实体相对于更高的理智活动有所松弛退化,由此我们也能确证其实体亦是沉降低落的。然而,在这些论述中述说灵魂的实体性活动的究竟是何种知识?它既非作为状态在我们之中产生的知识,亦非依于投射的知识——后者脱离进行投射的实体,并藉由某种相异性且伴随某种间隔而把握之——,而是通过同一性与之结合的知识。因为他要求这[知识]与事物同一,也就是与既在认识又同时被认识的实体同一,以便再次指示出[灵魂的]中介性,这种中介性一方面藉由同一性包含着理智的特征(因为真正意义上的理智是依其实体即是现实活动者),另一方面又因通称知识而包含着倾向于逻各斯之展开的特征。潜能者如何在单个体中在时间上在先,我们此前已通过诸多论证作了解释,现在且作简短提示:即在那些受生且在某时存在的事物中这是真实的,在这些事物中存在着由不完满向完满的进阶。在某种意义上,由于与这具身体的结合,灵魂也属于这些事物,因为它由潜在状态走向在观照活动中实现形式。但是在完全受生的事物中,在单个体中现实者决不可能在时间上先于潜能者;因为即使父亲现实地先于潜在地生成的孩子而预先存在,但并非在单个体中;然而在灵魂的情形下,他要求不要这样来理解,而是要求甚至在单个体中完满现实者亦先于潜能者。因为即使在与身体共同的生命中,在灵魂内现实者在时间上并不先于潜能者,然而在灵魂自身作为一者、存在于身体之前、曾脱离身体生活且理智地向自身返归的状态中,它是必定在先的。他说潜能者在时间上在先,是因为在其余各种在先的概念中,如在本性、尊贵和价值上,它公认是落后的。因此在此前,他仅满足于说明潜能者就灵魂而言在时间上绝非单纯地在先,“而是有时理智思考,有时不理智思考”,如他在那些章节中所言。但现在他又为该论述增添了必然性,在此点上再次追随柏拉图;因为那位哲人亦在某处说过,未曾观照真实存在的灵魂决不会进入这种形相。亚里士多德依从于此,亦主张一切生成者皆出于现实存在者,正如在以任何方式受生的事物中,完满现实者在时间上先于不完满的潜能,以便后者得以从前者生成;但在灵魂情形中的差异在于,即使在同一事物中,完满现实者亦在先。因为正是为此,对于其余事物单纯地是在说潜能者在单个体中先于完满现实者,而在灵魂的情形中这一说法被否定了;相反,完满现实者甚至在这一灵魂自身之内亦在先,以便当它沉沦至不完满状态时,它仍能够自我完善,因为它此前已经活动过并拥有逻各斯,并且在向自身返归并攀升至自身顶峰以再次同样活动时不需要繁重的劳作。因为灵魂必须既天生适宜于此类活动,又因已经多次活动而具备易于解缚以再次活动的某种状态,并且因是不朽的而多次、毋宁说是无数次返归,从而习惯于依返归而行的方式。
- 3.143ἐχούσης
阴性单数属格分词 ἐχούσης 在语法格上并未直接呼应其紧邻的阴性宾格 τὴν μεσότητα。在句法上,它或是依据文意顺应前述处于属格的知识概念(ἐπιστήμης),或是作为对“中介性”(μεσότης)之内涵的松散属格修饰或属格独立结构。所有语言的译文均将其一致理解为规定这种兼具理智同一性与逻各斯展开倾角的中介性特征。
- 3.143ὧν καὶ ἡ ψυχή πως κατὰ τὴν πρὸς τὸ σῶμα τοῦτο σύζευξιν
复数属格关系代词 ὧν 的先行词是前一句中的 τοῖς γενητοῖς καὶ ποτὲ οὖσιν(受生的以及在某时存在的事物),在此作部分属格,表示所属与归类关系(“灵魂在某种意义上亦属于这些事物”)。此处省略了系动词(如 ἐστί),阅读时须予以补足。
- 3.143οὐ μήποτε εἰς τόδε τὸ σχῆμα ἥξει ψυχὴ μὴ τὰ ὄντα θεωρήσασα
此处引述柏拉图《斐德罗篇》249e的文意。双重否定词 οὐ μή 连同将来时直陈式 ἥξει 构成强烈的断定否定(“绝不会到来/进入”)。随后的分词短语 μὴ ... θεωρήσασα 带有条件否定词 μή,作条件分词使用(“若未曾观照真实存在”),限定主句动词的发生条件。
