← 辛普里丘

亚里士多德《论灵魂》注释

§261.33-262.10

可知对象的知解与对固有对象的视觉

辛普里丘解释了亚里士多德在《灵魂论》430b29中为何选取对固有感觉对象的视觉来譬喻对无质料(可知)对象的无谬观照,阐明了视觉的卓越性以及二者在“单纯性”上源于一且归于一的类比关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.142

" Ἀλλ’ ὥσπερ τὸ ὁρᾶν τοῦ ἰδίου ἀληθές, εἰ δ’ ἄνθρωπος τὸ λευκὸν ἢ μή, οὐκ ἀληθὲς ἀεί, οὕτως ἔχει ὅσα ἄνευ ὕλης." Ἐναργεῖ χρῆται εἰκόνι τῆς τῶν νοητῶν ἁπλῶν ὄντων θέας τῇ τῶν ἰδίων ὁρατῶν ὄψει1 καὶ οὐκ ἄλλῃ τινὶ αἰσθήσει. καίτοι πᾶσαι τῶν ἰδίων ἀληθεῖς καὶ ἁπλῶν εἰσι γνώσεις· ἀλλ’ ἡ ὄψις διὰ τὴν πρὸς φῶς κοινωνίαν καὶ διὰ τὴν τῶν πορρωτάτω ἀντίληψιν καὶ διὰ τὸ ἀθρόον τῆς γνώσεως καὶ διὰ τὸ μάλιστα ὡς ἐν αἰσθήσεσιν ἀπαθὲς καὶ ἐνεργητικὸν οἰκειοτάτη πρὸς ἀπεικασίαν τοῦ νοῦ. αὕτη δ’ οὖν ἀληθής· εἰ γὰρ μή τι διάστημα ἢ ἄλλο τι πάθος ἐμποδίσοι, ἀεὶ τῶν ἰδίων ἀληθής, οἷον ὅτι λευκὸν ἢ ξανθὸν τὸ φαινόμενον. ἀλλ’ εἰ Κλέωνος υἱὸς ὁ λευκός,2 οὐκέτι ὂν τοῦτο ἁπλοῦν οὐδὲ ἴδιον ὄψεως αἰσθητόν, οὐκέτι πάντως ἀληθές. οὕτως οὖν ἔχει καὶ τὰ ἄνευ ὕλης, φησίν, ὡς τὰ ἴδια αἰσθητὰ ἁπλᾶ ὄντα, κατὰ τὴν ἁπλότητα μόνην ἀπεικονιζόμενα, ἐπεὶ οὐσίαι ἐκεῖνα τέλειαι, μᾶλλον δὲ τελειότητες καὶ ἐνέργειαι καθαραὶ καὶ ὅροι ἀμέριστοι παντελῶς. καὶ ἁπλᾶ δὲ οὐχ ὡσαύτως τοῖς ἰδίοις αἰσθητοῖς· ταῦτα μὲν γὰρ κατὰ ἀποστένωσιν, ἐκεῖνα δὲ κατὰ τὴν πάντων περιληπτικὴν ἁπλότητα· ἀλλὰ κατ’ αὐτὸ μόνον τὸ ἁπλοῦν ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν νοούμενον καὶ ταύτῃ ἔχον τινὰ κοινωνίαν3 ἡ παραβολὴ γέγονεν.

“然而,正如对固有对象的视觉是真实的,而白物是否是人却并非总是真实的,一切无质料者亦是如此。” 他采用了对固有可见对象的视觉,而非其他任何感觉,作为对属于单纯者的可知对象之观照的生动明晰的譬喻。尽管一切感觉关于其固有对象都是真实的,并且都是对单纯者的认识;但视觉由于其与光的契合,由于其对最遥远事物的把握,由于其认识的瞬时性,以及由于其在各种感觉中最无受动性且最具能动性,因而最适宜于作为理智的譬喻。无论如何,这种[视觉]是真实的;因为只要没有距离或某种其他的受动从中阻碍,它关于固有对象就总是真实的,例如显现之物是白还是黄。但若问白物是否是克勒翁的儿子,由于这已不再是单纯者,亦非视觉的固有感觉对象,因而不再绝对总是真实的。他说,因此无质料者亦是如此,正如固有感觉对象是单纯的一样,[无质料者]仅仅按照单纯性而被描摹;因为那些事物是完满的实体,或者不如说是纯粹的完满性与现实,以及完全不可分的规定。而且[它们]单纯亦不同于固有感觉对象;因为后者是出于狭隘局限的[单纯性],而前者是出于包揽一切的单纯性;然而,这一比喻仅仅是依单纯性本身而作出的,单纯性被思索为源于一且归于一者,并在此点上具有某种相通性。

语法注3 条
  1. 3.142Ἐναργεῖ χρῆται εἰκόνι τῆς τῶν νοητῶν ἁπλῶν ὄντων θέας τῇ τῶν ἰδίων ὁρατῶν ὄψει

    与格名词短语 Ἐναργεῖ ... εἰκόνι 作动词 χρῆται 的补足语,其后的与格短语 τῇ τῶν ἰδίων ὁρατῶν ὄψει 则作为具体的同位语(“即对固有可见对象的视觉”)。夹在中间的属格短语 τῆς τῶν νοητῶν ἁπλῶν ὄντων θέας 充当附属于 εἰκόνι 的宾格性属格(“对可知对象的观照之譬喻”)。

  2. 3.142ἀλλ’ εἰ Κλέωνος υἱὸς ὁ λευκός

    间接疑问从句中省略了系动词(ἐστίν)。主语为 ὁ λευκός(“白物”),而 Κλέωνος υἱός(“克勒翁之子”)为表语名词。此处引用了亚里士多德关于偶性感觉对象的经典范例。

  3. 3.142ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν νοούμενον καὶ ταύτῃ ἔχον τινὰ κοινωνίαν

    中性单数分词 νοούμενον 与 ἔχον 与介词短语 κατ’ αὐτὸ μόνον τὸ ἁπλοῦν 中的核心词 τὸ ἁπλοῦν 取得一致并修饰之。亚里士多德表示“焦点关联/依一且归一之多义”的专门术语 ἀφ’ ἑνὸς καὶ πρὸς ἕν 在此被用来规定感觉对象的单纯性与可知对象的单纯性之间的类比关联。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:261.33-262.10