- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:260.20-261.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德仅引入肯定的缘由,将其与可知界中非存在的超越性本质相联系,随后论证了“每一……皆为真或假”仅适用于基于综合的肯定,而直观单纯形相的实体性理智绝不受虚妄侵入。
καὶ τοῦτο αὐτῷ δηλοῖ τὸ ὥσπερ ἡ κατάφασις· αὕτη γὰρ αὐτόθεν, ὡς εἴρηται, ἐν τῇ ἑτέρου πρὸς ἕτερον συμπλοκῇ συνίσταται. καὶ εὖ γε, ὅτι οὐ τὴν ἀπόφασίν που ἐν τούτοις παρέλαβεν, ἀλλὰ μόνον τὴν κατάφασιν, ἐπειδή, ὥσπερ τοῖς νοητοῖς οὐδαμῇ φησιν ὁ Παρμενίδης τὸ μὴ ὂν ἐνθεωρεῖσθαι, οὕτω καὶ ἡ οὐσία τῆς ψυχῆς ἡ ἀκροτάτη καὶ ἡ κατὰ τὴν οὐσίαν ἱσταμένη ἐνέργεια, πλήρης οὖσα ἑαυτῆς τῷ μὴ ὄντι χώραν οὐ δίδωσιν. καὶ γὰρ εἰ Πλάτων ἐν Σοφιστῇ καὶ ἐπὶ τῶν νοητῶν ὑμνεῖ τὸ μὴ ὄν, ἀλλ’ οὐ τὸ κατὰ ἀναίρεσιν οὐδὲ ὅλως τὸ κατὰ ἀπόφασιν, τὸ δὲ κατ’ ἐνέργειαν καὶ ἰδιότητα ἢ κρείττονα καὶ αὐτῆς τῆς οὐσίας, ὁποῖον τὸ ὑπερούσιον, ἢ τὸ καθ’ ἑτερότητα, οὐχὶ τὴν μεριστὴν ἀλλὰ τὴν εἰδητικήν (ἰδιότης δέ τις προηγουμένη καὶ ἡ ἑτερότης ἀντίθετος τῇ ταὐτότητι, ἡ σύνδρομος καὶ ἡ τοῦ μὴ ὄντος ἰδιότης, κἂν μὴ ἡ αὐτὴ ᾖ τῇ ἑτερότητι, ὡς τοῖς ἀκριβέστερον τὸν Σοφιστὴν ἐξηγουμένοις δοκεῖ), ἢ κατὰ τὴν ὑποστατικὴν τῶν ἀφισταμένων πῃ τοῦ ὄντος αἰτιώδη ἐνέργειαν. πανταχῶς δ’ οὖν οὐ πάθος ἀλλ’ ἰδιότης καὶ ἐνέργεια καὶ τελειότης τὸ μὴ ὂν ἐν τοῖς νοητοῖς ὑπὸ τοῦ Πλάτωνος ὑμνεῖται. τὸ δὲ εἰς ἀναίρεσιν τοῦ ὄντος ὑποφερόμενον μὴ ὂν ἐξώρισται τῶν ἀληθῶς ὄντων. οἷς καὶ ἡ ἀκρότης τῆς ψυχῆς συμφυῶς ἡνωμένη δευτέρως καὶ αὐτὴ πλήρης ἑαυτῆς γίνεται, στραφεῖσα εἰς ἑαυτὴν καὶ χωρισθεῖσα ἀπὸ τῶν ἔξω προβολῶν καὶ συναφθεῖσα εἰλικρινῶς τοῖς ὑπερτέροις. κἂν οὖν ἔχῃ τινὰ πρὸς λόγον κοινωνίαν τὸν ἀνειλιγμένον, πρὸς τὸν καταφατικὸν ἕξει μᾶλλον ἢ τὸν ἀποφατικόν. τὸ δὲ ἀληθὴς ἢ ψευδὴς πᾶσα περὶ τῆς καταφάσεως λέλεκται, ἀλλ’ οὐ περὶ τῆς φάσεως.1 ἐπάγει γὰρ ὁ δὲ νοῦς οὐ πᾶς, ἀντὶ τῆς φάσεως τὸν νοῦν εἰπών, οὐ πᾶς δηλαδὴ ἀληθὴς ἢ ψευδής. ὁ γὰρ ἔξω προϊὼν καὶ δυνάμει καὶ παθητικὸς ὑπ’ αὐτοῦ εἰρημένος νοῦς ποτὲ μὲν ἦν ἀληθὴς ποτὲ δὲ ψευδής· ὁ μέντοι οὐσιώδης οὐδέποτε ἀληθὴς ἢ ψευδής, ἀλλὰ μόνον ἀληθής. οὗτος γὰρ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι ἀντιληπτικός, τουτέστιν ὁ τῆς οὐσίας τῶν πραγμάτων. τοῦτο γὰρ δηλοῖ τὸ τοῦ τί ἐστι θεωρητικὸς κατὰ τὸ τί ἦν εἶναι, ὅπερ αὐτὸ τὸ εἶδος, ἵνα ᾖ ὁ λόγος τοιόσδε· ὁ νοῦς ὁ τῶν οὐσιῶν γνωστικὸς κατὰ τὰ εἴδη ἄδεκτος τοῦ ψεύδους. ἐναργὲς δὲ ὅτι τὸ μὲν τί ἐστι τὴν οὐσίαν τῷ Ἀριστοτέλει εἴωθε σημαίνειν, τὸ δὲ τί ἦν εἶναι τὸ εἶδος, ἐπειδὴ διαφορὰν βούλεται εἶναι ἐπὶ τῶν ἐνύλων αὐτοῦ τε καὶ τοῦ εἶναι αὐτοῦ, ὧν τὸ μὲν αὐτὸ τὴν οὐσίαν δηλοῖ τοῦ ἐνύλου, τὸ δὲ εἶναι αὐτὸ τὸ εἶδος, ἐπὶ δέ γε τῶν ἀύλων εἰς ταὐτὸν ἄμφω φέρεται. εἴρηται δὲ ἡμῖν καὶ ἤδη ἡ αἰτία, δι’ ἣν ὁ τῶν ἀμερίστων οὐσιῶν καὶ ἀύλων καὶ ἁπλῶς εἰπεῖν τῶν εἰδῶν συστοίχως γνωστικὸς ἀεὶ ἀληθής, ὅταν γινώσκῃ· οὐ γὰρ ἔχει πῇ μὲν ἐφάπτεσθαι πῇ δὲ μὴ τοῦ πράγματος, ἵνα ἢ ψεύδηται ἢ ἀληθεύῃ κατὰ τὴν ἀντικειμένην τῷ ψεύδει ἀλήθειαν. τὸ γὰρ ψεῦδος καὶ ἡ τούτῳ ἀντικειμένη ἀλήθεια ἐν συμπλοκῇ καὶ διαιρέσει· συμπλοκὴ δὲ καὶ διαίρεσις ἐν μεριστοῖς πως καὶ συνθέτοις ἐστὶ πράγμασι· τὰ δὲ εἴδη ἁπλᾶ καὶ ἀμέριστα. καὶ ὅλως δὲ τὸ ψεῦδος συνίσταται ἐν τῷ πῇ μὲν ἐφάπτεσθαι τοῦ πράγματος, ἵνα καὶ λέγῃ τι περὶ αὐτοῦ, πῇ δὲ μή, ἵνα καὶ αὐτὸ τοῦτο ψεύδηται. τὸ δὲ ἀμέριστον οὐ προσίεται τὴν κατά τι ἐπαφὴν διὰ τὸ εἶναι ἀμέριστον, ἀλλ’ ἢ τὸ ὅλον, εἰ δεῖ φάναι τὸ ὅλον ἐπὶ τῶν ἀμερίστων, γινώσκεται ἢ οὐδαμῶς. καὶ τοῦτο ἦν, ὃ καὶ ὁ Πλωτῖνος ἔφη, ὡς καὶ ἤδη ἐμνήσθημεν, ὡς ὁ νοῦς ἢ ἐφήψατο ἢ οὐκ ἐφήψατο, ὥστε ἀναμάρτητος. εἰπὼν οὖν περὶ τῆς καταφάσεως, ὅτι καί τι κατά τινος καὶ ἢ ἀληθὴς ἢ ψευδής, ἀντιτίθησι τὸν νοῦν ὡς οὐδέτερον ἔχοντα, οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος, ἀλλὰ μόνον τὸ ἀληθές, οὔτε τὸ τὶ κατά τινος, διὰ τῶν ἀντιθέτων πάλιν τὴν μεσότητα αὐτοῦ δηλῶν. εἰρηκὼς γὰρ πρότερον τὴν φάσιν εἶναί τι κατά τινος ὥσπερ τὴν κατάφασιν, ἵνα μὴ αὐτόθεν συμπλοκὴν νοήσωμεν ἐπὶ τῆς φάσεως, ἐνεδείκνυτο μὲν καὶ δι’ αὐτοῦ τοῦ τῆς φάσεως ὀνόματος τὸ ἁπλοῦν δηλοῦντος, ἔτι δὲ σαφέστερον ἀναίνεται τοῦ νοῦ ἀποφάσκων τὸ τὶ κατά τινος νοεῖν,2 διὰ τὸ ὡς εἴρηται ἐκ τῶν ἀντιθέτων τὸ μέσον σημαίνειν.
而“正如肯定一样”这一句向他表明了这一点;因为正如所说,肯定直接地由一物与另一物的交织所构成。而且他在这里绝未引入否定,而仅引入肯定,这确实非常恰当;因为正如巴门尼德所说,在可知界中绝不可观照到非存在,灵魂的最高实体以及依其实体而立的现实同样也是充满自身,不给非存在留有余地。即使柏拉图在《智者篇》中也赞美可知界中的非存在,但他所赞美的并非出于剥夺的非存在,也绝非出于否定的非存在,而是依现实与固有性质而立的非存在——或比实体自身更优越的非存在,正如超实体者那样,或依他异性而立的非存在,不是可分性的他异性,而是形相性的他异性(而他异性是一种与同一性相对立的首要固有性质,即使非存在的固有性质与他异性并不相同,正如那些更严谨地诠释《智者篇》的人所认为的那样,非存在的固有性质也是随之伴生的),抑或是依那些在某种程度上偏离存在者的产生因现实而立的非存在。无论如何,在可知界中被柏拉图所赞美的非存在绝非受动,而是固有性质、现实与完满。然而,沉沦为对存在的剥夺的非存在,已被逐出真实存在者之列。灵魂的顶点亦与这些真实存在者同性结合,并在次级程度上自身亦充满自身,转向自身,脱离外在的投射,并纯粹地契合于更高者。因此,即使它与展开的理性具有某种相通,它与肯定性理性的相通也胜过与否定性理性的相通。至于“每一……皆为真或假”,这是关于肯定说的,而不是关于断言说的。因为他接着说“但理智并非全都如此”,以“理智”代替“断言”,显然是指并非全都是真或假。因为向外发展、被他称为潜在的和受动的理智,有时为真有时为假;然而实体性的理智绝不是真或假,而仅仅是真。因为这正是把握按其本质的“是什么”的理智,也就是把握事物的实体的理智。因为“观照按其本质的‘是什么’者”——而〔本质〕即是形相本身——表明了这一点,从而其论点如下:依形相认识实体的理智是绝不接受虚妄的。显而易见,“是什么”在亚里士多德那里通常表示实体,而“本质”表示形相;因为他主张在质料性事物中,事物自身与其存在之间是有差别的,其中事物自身表示质料性事物的实体,而其存在表示形相自身;然而在非质料性事物中,两者归于同一。而认识不可分的、非质料的实体,简而言之依对应性认识诸形相的理智在其认识时总是真实的这一原因,也已由我们说明;因为它不可能接触事物的这一方面而不接触另一方面,以便按照与虚妄相对立的真实而或为假或为真。因为虚妄以及与此相对立的真实在于交织与区分;而交织与区分以某种方式存在于可分的和复合的事物中;形相则是单纯且不可分的。总的来说,虚妄在于接触事物的这一方面以便能对它述说某物,却不接触另一方面以便恰恰在此点上为假。然而不可分者由于其为不可分,并不容许部分的接触,而是要么被作为整体认识(如果在不可分者上可以说“整体”的话),要么根本不被认识。这也正是普罗提诺所说过的,正如我们此前已提到的,即理智要么接触了,要么没有接触,因此是绝不出错的。因此,他在关于肯定说明了它既是“某物属于某物”又是“或真或假”之后,便将理智作为两者皆不具有者而对立起来——既不具有真与假,而仅具有真,也不具有“某物属于某物”——从而再次通过对立者表明其居间状态。因为他先前说断言正如肯定一样是某物属于某物,为了让我们不至于直接在断言上理解为交织,他既通过表示单纯者的断言这一名称本身指出了这一点,又更为清晰地断然否定理智是在思索某物属于某物,这是为了如前所述从对立者中指明中间状态。
- 3.141τὸ δὲ ἀληθὴς ἢ ψευδὴς πᾶσα περὶ τῆς καταφάσεως λέλεκται, ἀλλ’ οὐ περὶ τῆς φάσεως
关于亚里士多德原文中“πᾶσα”的修饰关系(“ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις, καὶ ἀληθὴς ἢ ψευδὴς πᾶσα”),语法上虽然可以与主语“ἡ φάσις”一致,但辛普利丘从句法和义理上将其解释为紧接的前项“ἡ κατάφασις”的述谓。这是因为结合后文的“ὁ δὲ νοῦς οὐ πᾶς”,他判定真伪二值性仅属于包含综合的肯定,而与理智并列的单纯断言(φάσις)自身则排除了虚妄。
- 3.141ἀναίνεται τοῦ νοῦ ἀποφάσκων τὸ τὶ κατά τινος νοεῖν
主动词“ἀναίνεται”(拒绝、否认)与副词性分词“ἀποφάσκων”(否定、剥离)连用,并支配带冠词不定式“τὸ τὶ κατά τινος νοεῖν”(思索某物属于某物)作为宾语。属格“τοῦ νοῦ”作“ἀποφάσκων”的属格补足语(从理智中否定……),表达了亚里士多德从实体性理智的本性中彻底否定并剥离主谓复合性思维的句法结构。
