- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:259.1-260.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论灵魂》卷三第六章(430b26)关于断言与理智的论述,辛普里丘借助柏拉图的灵魂学说与颜色类比,阐明了灵魂的实体性理智居于纯粹理智与推论性知识之间的中介本性。
"“Ἔστι δ’ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις, καὶ ἀληθὴς ἢ ψευδὴς πᾶσα· ὁ δὲ νοῦς οὐ πᾶς, ἀλλ’ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι1 ἀληθὴς καὶ οὐ τὶ κατά τινος." Εἰπὼν καὶ ἀξιώσας ἐπὶ τῆς ψυχικῆς ἀκροτάτης οὐσίας καὶ τοῦ κατ’ αὐτὴν νοῦ, ὅσα πρώτως περὶ τοῦ ὑπὲρ ψυχὴν ἠξιοῦμεν νοῦ, βούλεται πάλιν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τὸ διάφορον ἐνδείξασθαι καὶ σαφῶς παραδοῦναι τοῦ οὐσιώδους ἡμῶν νοῦ πρὸς τὸν ὑπέρτερον τῇ προσθήκῃ τῆς λογικῆς διαιρέσεως. καὶ διὰ τοῦτο καὶ πλεονάκις τῇ αὐτῇ λέξει χρῆται, καὶ τὴν οὐσίαν αὐτὴν παραδιδοὺς τοῦ οὐσιώδους ἡμῶν νοῦ καὶ τὴν ἐνέργειαν, ἵνα μετὰ τῆς πρὸς τὰ κρείττω κοινωνίας καὶ τὸ διάφορον εἰδείημεν καὶ πανταχόθεν πρὸς τὴν μεσότητα τῆς ψυχῆς ὁρῶμεν. ἐπειδὴ δὲ καὶ δύσληπτοι αἱ μεσότητες καὶ ὀνομάτων ἐνίοτε οἰκείων ἀπορίᾳ ἀδηλότεραι γίνονται, ἐκ τῶν ἄκρων ἀμφοτέρων τῶν τε πρὸ αὐτῶν καὶ τῶν μετ’ αὐτὰς ὑπὸ τῶν παλαιῶν ἀνδρῶν σαφηνίζονται. οὕτως ὑπὸ Πλάτωνος ἐκ τοῦ ἀμερίστου καὶ μεριστοῦ, οὐ κατὰ παράθεσιν, ἀλλ’, ὡς ἐκεῖνος ἔφη, κατὰ σύγκρασιν· συνεκεράσατο γάρ, φησιν, ἐξ ἀμφοῖν, ἵνα ὅλην δι’ ὅλης τὴν οὐσίαν τὴν ψυχικὴν ἀμέριστόν πως ἅμα καὶ εἰς τὴν περὶ τὰ σώματα μεριζομένην ἀποκλίνουσαν οὐσίαν ἀποφήνῃ, ἀλλ’ οὐχὶ ἐκ μέρους μὲν ἀμέριστον ἐκ μέρους δὲ εἰς τὸ μεριστὸν ἀποκλίνουσαν, ὅλην δὲ δι’ ὅλης τὸ συναμφότερον, ἀλλ’ οὐδέτερον εἰλικρινῶς,2 μᾶλλον δὲ οὐδὲ συγκεκραμένον ὁποτερονοῦν, ἀλλ’ ἁπλοῦν τι καὶ ἴδιον τὸ εἶναι τῆς ψυχῆς μέσον τῆς γε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας κοινωνίαν τινὰ διὰ τὴν μεσότητα πρὸς ἑκάτερον τῶν ἄκρων διασῶζον· ὡς τὸ ξανθὸν φέρε χρῶμα ἁπλοῦν ὂν κατ’ ἀλήθειαν καὶ οὐκ ἐκ τῆς λευκοῦ καὶ μέλανος τῶν ἄκρων χρωμάτων συγκράσεως ὑπὸ τῆς φύσεως ὑφιστάμενον, ἀλλ’ ἴδιον καὶ ἁπλοῦν, ὡς εἴρηται, ὅμως ἐξ ἀμφοῖν λέγεται τῶν ἄκρων διὰ τὴν πρὸς ἑκάτερον τῶν μέσων πάντων κοινωνίαν. ἀλλ’ ἐπειδή, ὡς εἴρηται, τὰ μέσα οὔτε ὀνόμασι πάντως οἰκείοις προσαγορεύεται οὔτε ταῖς ἡμετέραις νοήσεσιν εὐεπίβλητα, ἀποδεκτέον τοὺς ἀρίστους φιλοσόφους ἐκ τῶν ἄκρων πειρωμένους αὐτὰ θηρεύειν. οὕτω δὴ καὶ Ἀριστοτέλης ἐκ τοῦ νοῦ καὶ τῆς ἐπιστήμης, λογικῆς οὔσης ἐνεργείας καθ’ ἕξιν καὶ προβολήν, τὴν οὐσίαν τῆς ψυχῆς καὶ τὴν οὐσιώδη ἐνέργειαν ἑλεῖν πειρᾶται ὡς νοῦν τε ἅμα οὖσαν καὶ ἐπιστήμην, ὅλην δι’ ὅλης οὔτε νοῦν οὖσαν, ὁποῖος ὁ ὑπέρτερος τῆς ψυχῆς νοῦς, οὔτε ἐπιστήμην, ὁποία ἡ καθ’ ἕξιν καὶ προβολὴν ἐξ αἰτίων γνῶσις. ὡς γὰρ καὶ αὐτὸς σαφῶς ἐπισημαίνεται, ἐπιστήμη ἐστὶν ἡ ψυχὴ ἤτοι ἡ ψυχικὴ γνῶσις, ἡ τῷ πράγματι οὖσα ἡ αὐτή, ἵνα ἐκ μὲν τῆς πρὸς τὸ πρᾶγμα ταὐτότητος τὸ νοερὸν τῆς ψυχῆς καὶ τῆς γνώσεως αὐτῆς δηλώσῃ, διὰ δὲ τῆς ἐπιστήμης τὸ λογοειδὲς καὶ ἀνειλιγμένον, εἰς τὴν ἀπὸ τῆς οὐσίας ἑτερότητα ὑφιζάνον. διὰ τοῦτό μοι δοκεῖ καὶ ἀρχόμενος τοῦδε τοῦ ῥητοῦ φάσιν εἰπεῖν τὴν οὐσιώδη τῆς ψυχῆς γνῶσιν καὶ προσθεῖναι τὸ τὶ κατά τινος, οὐχ ὡς τοῖς ἐξηγηταῖς εἴρηται τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Νεστορίου Πλουτάρχῳ, τῆς φάσεως νῦν ἀντὶ ἀποφάσεως εἰλημμένης3 ἢ ἀντὶ τοῦ ἐνδιαθέτου λόγου. σύνθεσις γὰρ τούτων ἑκάτερον· ἁπανταχοῦ δὲ ὁ Ἀριστοτέλης καὶ πρό γε αὐτοῦ Πλάτων ἐπὶ τῶν ἁπλῶν νοημάτων τε καὶ λέξεων τῷ τῆς φάσεως χρῶνται ὀνόματι. ἀλλὰ δηλοῖ μὲν καὶ νῦν τὸ ἁπλοῦν νόημα, διὰ δὲ τῆς προσθήκης τῆς τὶ κατά τινος τὴν πρὸς τὸ ἀνειλιγμένον συμπλοκὴν τῆς ψυχικῆς οὐσιώδους ἐνεργείας ἐδήλωσε. τοιαύτη γὰρ οἵα ἁπλῆ μὲν καὶ νοερὰ εἶναι· χαλάσασα δὲ τὴν ἁπλότητα τῇ πρὸς λόγον συμπλοκῇ, οὐ πῇ μὲν οὖσα νοερὰ πῇ δὲ λογική, ἀλλ’ ὅλη δι’ ὅλης τὸ συναμφότερον, μᾶλλον δὲ οὐδέτερον εἰλικρινῶς, ἀλλ’ ἁπλοῦν τι μέσον ἀμφοῖν εἶδος καὶ διὰ τοῦτο ἐξ ἀμφοῖν, ὡς ἑκατέρῳ κοινωνοῦν διὰ τὴν μεσότητα. διὸ καὶ ἐπήγαγεν ὥσπερ ἡ κατάφασις, ἐπειδὴ ἡ μὲν φάσις ἁπλοῦν ἦν τὸ ὅλον τοῦτο τὶ κατά τινος, ἵνα ἐκ τῶν ἄκρων τὸ μέσον ἐμφήνῃ, ἡ δὲ κατάφασις αὐτόθεν λόγος τις οὖσα ἐν τῷ τὶ κατά τινος ἔχει τὸ εἶναι. ὡς οὖν εἴ τις ἔλεγε τὸ ξανθὸν διακρίνειν τὴν ὄψιν ὥσπερ τὸ λευκόν, ἐπειδὴ κυρίως διακρίνει τὸ λευκόν, τὸ δὲ ξανθὸν κατὰ τὴν πρὸς τὸ λευκὸν κοινωνίαν διακριτικήν τινα ἀποφέρεται ἔμφασιν, ἐπεὶ οὐκ ἔστιν αὐτόθεν διακριτικόν, οὕτω δὴ καὶ ἡ τῆς ψυχῆς οὐσιώδης ἐνέργεια οὐκ ἔστι μὲν ὅπερ τὶ κατά τινος (φάσις γὰρ εἴρηται), διὰ δὲ τὴν πρὸς τὸν λόγον κοινωνίαν καὶ ἀπόκλισιν ἐμφαίνει τινὰ ὡς ἑτέρου καθ’ ἑτέρου κατηγορίαν.
“断言是述说某物属于某物,正如肯定一样,并且每一断言皆为真或假;但理智并非全都如此,而是关乎按其本质的‘是什么’的理智是真实的,且并非述说某物属于某物。” 在就灵魂的最高实体以及依此实体的理智叙述并认定了我们先前首要地关于灵魂之上的理智所认定的一切之后,正如我们先前所说,他意图再次通过增加理性的区分,来指出并清晰地传授我们实体性的理智相对于更高理智的区别。因此他也屡次使用相同的措辞,既传授我们实体性理智的实体自身,也传授其现实,以便使我们在知晓与更优越之物的共性的同时,亦知晓其差异,并从各方面注视灵魂的居间状态。然而,既然居间者难以把握,且有时因缺乏本名而变得更加隐晦,古人便从两极——即它们之前者与它们之后者——将其阐明。正如柏拉图从不可分者与可分者所作的那样,并非通过并置,而是如他所言,通过混合;因为他说他从两者进行了混合,以便宣示灵魂的实体通体既以某种方式是不可分的,同时又是向着围绕物体而可分的实体倾斜的实体,而不是一部分不可分而另一部分向可分者倾斜,乃是通体为两者的结合,然而并非纯粹是其中任何一方,甚至根本不是以任何一种方式被混合的,而是灵魂的存在乃是某种单纯而固有的存在,居于不可分的实体与围绕物体而可分的实体之间,凭借其中间状态保持着与两极中每一方的某种相通;正如比方说黄褐色在实际上是单纯的,并非由自然从白与黑这两极颜色的混合中产生,而是如前所述是固有且单纯的,却因一切居间物与各极端之相通而被称为源于两极。但正如所说,由于居间物既不完全由本名指称,亦非我们的思考所易于企及,故应接受最优秀的哲学家们尝试从两极去捕获它们。因此亚里士多德也同样试图从理智以及作为依据习惯与投射的理性现实的科学知识中,将灵魂的实体及其实体性现实把握为既是理智又是科学知识,通体既非灵魂之上的理智那样的理智,亦非依据习惯与投射从原因而来的认识那样的科学知识。因为正如他自己也清楚指出的那样,灵魂即灵魂的认识乃是与事物相同的科学知识,以便从与事物的同一性中表明灵魂及其认识的理智性,而通过科学知识表明理性的和展开的、向着脱离实体的差异性下沉的方面。因此在我看来,在这一节的开头,他称灵魂的实体性认识为“断言”,并加上“某物属于某物”,并非如诠释家亚历山大和涅斯托利之子普鲁塔克所说的那样,即断言在此处被用来代替否定或代替心内言语。因为这两者中的每一方都是综合;而亚里士多德到处,以及在他之前的柏拉图,都把“断言”这一名称用于单纯的概念和语词。但他现在也表明了单纯的概念,并且通过加上“某物属于某物”,表明了灵魂的实体性现实与展开者的交织。因为它是单纯且理智性的,然而因与理性的交织而放宽了单纯性,并不是某一方面是理智性的而另一方面是理性的,而是通体为两者的结合,或者更确切地说纯粹不是其中任何一方,而是介于两者之间的某种单纯的形相,并因此源于两者,作为凭借中间状态与每一方相通者。为此他也接着说“正如肯定一样”,因为断言作为这整个“某物属于某物”乃是单纯的(以便从两极显现居间者),而肯定直接就是某种命题,其存在就在于“某物属于某物”。正如若有人说黄褐色如同白色一样能分离视觉,因为白色在本义上起分离作用,而黄褐色按照与白色的相通带有一种分离的印象(因为它自身并不直接起分离作用);同样,灵魂的实体性现实本身并非完全就是“某物属于某物”(因为已被称作断言),但由于与理性的相通和倾斜,它显现出某种犹如以一物述说另一物的谓述。
- 3.141ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι
带有定冠词的结构 ὁ [sc. νοῦς] 省略了名词 νοῦς;属格短语 τοῦ τί ἐστι 是其支配的宾格性属格,介词短语 κατὰ τὸ τί ἦν εἶναι 则对其进行限定修饰(“关于依本质的‘是什么’的理智”)。
- 3.141ὅλην δὲ δι’ ὅλης τὸ συναμφότερον, ἀλλ’ οὐδέτερον εἰλικρινῶς
中性宾格 τὸ συναμφότερον 与 οὐδέτερον 作为由 ἀποφήνῃ 支配的宾词宾格,述说阴性宾语 τὴν οὐσίαν τὴν ψυχικήν。副词短语 ὅλην δι’ ὅλης(“贯穿其整体地”)表明灵魂并非分部分割裂,而是整体兼具两者的属性。
- 3.141οὐχ ὡς τοῖς ἐξηγηταῖς εἴρηται τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Νεστορίου Πλουτάρχῳ, τῆς φάσεως νῦν ἀντὶ ἀποφάσεως εἰλημμένης
在 οὐχ ὡς 之后,与格 τοῖς ἐξηγηταῖς... 是完成时被动动词 εἴρηται 的施事与格。随后的属格独立结构 τῆς φάσεως ... εἰλημμένης 阐明了注释家们所提出的具体解释(即“断言”在此被理解为代替“否定”)。
