← 辛普里丘

亚里士多德《论灵魂》注释

§25.25-26.31

德谟克利特的灵魂论与柏拉图的自身运动

辛普里丘探讨了德谟克利特将灵魂等同于火与球形原子的观点以及呼吸维持生命的机制,告诫人们不应照字面理解亚里士多德的历史述评,并梳理了柏拉图的“自身运动”学说与亚里士多德严格运动概念之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46

" Ὅθεν Δημόκριτος πῦρ τι καὶ θερμόν φησιν αὐτὴν εἶναι." Πρώτου Δημοκρίτου μέμνηται ὡς σαφῶς σωματικὴν κίνησιν (τοπικὴν γὰρ) τῇ ψυχῇ ἀποδιδόντος, εἴπερ τῶν ἀτόμων τι σωμάτων αὐτὴν ὑπετίθετο ὅσον σφαιροειδές, ὅπερ καὶ πῦρ, εἶναι. τὸ γὰρ εὐκίνητον καὶ διὰ πάντων διϊέναι οὐ κωλυόμενον διὰ τὸ ἀγώνιον ἐν σχήμασι τὸ σφαιροειδὲς ὂν προσήκειν τῷ τε πυρὶ καὶ τῇ ψυχῇ. σαφὴς δὲ ἡ Δημοκρίτου περὶ τῶν στοιχείων δόξα ἐκ τοῦ πρώτου τῆς Φυσικῆς ἀκροάσεως, ἄτομα ὑποτιθεμένη μικρὰ ἄττα σωμάτια, οἷα τὰ ἐν ἀέρι φαίνεται ταῖς διὰ τῶν θυρίδων ἀκτῖσι ξύσματα. οὐ γὰρ ταῦτα ἀλλ’ ὅμοια τούτοις διὰ σμικρότητα τὰ στοιχεῖα ὁ Δημόκριτος ὑπετίθετο, μιᾶς μὲν οὐσίας ὄντα ἅπαντα, μεγέθει δὲ καὶ σχήματι ἀλλήλων διαφέροντα· ἐξ ὧν ὡς σπερμάτων τὰ σύνθετα πάντα συνίστασθαι σώματα. διὸ καὶ πανσπερμίαν αὐτὰ προσαγορεύει ὡς πάντων σπέρματα. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν,1 διχῶς αἰτίαν τοῦ ζῆν γινομένην, καὶ τῷ κωλύειν τὴν τῶν ἤδη ἐνυπαρχόντων σφαιροειδῶν ἔξοδον, ἀντιβαίνοντός τε τοῦ εἰσιόντος ἀέρος τοῖς καὶ ἀφ’ ἑαυτῶν ἐξιοῦσι σφαιρικοῖς σχήμασι διὰ τὸ εὐκίνητον, καὶ κατὰ ἀνάγκην ἐκθλιβομένοις ἐκ τῆς ὑπὸ τοῦ περιέχοντος τῶν στερεῶν συναγωγῆς, καὶ πρὸς αὐτὴν μαχομένου τὴν συναγωγὴν τοῦ εἰσιόντος ἀέρος τῷ εὐρύνειν καὶ ἐξωθεῖν τὰ στερεά· ταύτῃ τε οὖν ἡ ἀναπνοὴ γίνεται τοῦ ζῆν αἰτία καὶ τῷ ἀντὶ τῶν ἐξιόντων σφαιροειδῶν θύραθεν τὰ ὅμοια ἐπεισάγειν. πότερον δὲ οὕτως ὁ Δημόκριτος ἀπὸ σωμάτων ἐγέννα τὴν ζωήν, ἢ ἐνδεικτικῶς τὴν νοερὰν ἐβούλετο δηλοῦν διὰ τῆς σφαίρας οὐσίαν, οὐκ ἔχομεν ἀποφήνασθαι. οὐ δεῖ γὰρ τῇ Ἀριστοτελικῇ ἐπερείδεσθαι ἱστορίᾳ διὰ τὸ ὡς ἐπίπαν μόνον ἐκτίθεσθαι τὸ φαινόμενον, ὥσπερ καὶ τὸ περὶ τῶν Πυθαγορείων ἐπαγόμενον. τὸν μὲν γὰρ Δημόκριτον ἱστορεῖ ὅμοια τοῖς ἐν ἀέρι λέγειν ξύσμασι τὰ στοιχεῖα, τινὰς δὲ τῶν Πυθαγορείων αὐτὰ ταῦτα, οὐκ ἂν ταῦτα οἰηθέντων ποτὲ τῶν Πυθαγορείων ἀνδρῶν,2 ἐνδεικνυμένων δὲ ἴσως τὴν ἤδη μεριζομένην τῆς ψυχῆς οὐσίαν καὶ εἰς τὸ φανερὸν προϊοῦσαν.

“因此德谟克利特主张,它属于火且是热的。” 他首先提到德谟克利特,因为德谟克利特明确将物体式运动(因为是空间位置运动)赋予了灵魂——假若他确实设定灵魂是不可分物体中凡属球形的那类,而这正是火。因为球形之物因在诸形状中无角而易于运动且在穿透万物时不被阻碍,这同时适宜于火与灵魂。德谟克利特关于元素的意见从《物理学讲义》第一卷中便清晰可见,他将某些微小的形体设定为原子,就像在穿过窗户的光线中显现在空气中的尘埃一样。因为德谟克利特并非设定这些[尘埃]本身是元素,而是由于微小而与它们类似之物才是元素,它们全都是同一种实体,但在大小与形状上彼此相异;一切复合的物体都由它们如种子般构成。因此他亦称它们为泛种,盖因它们是万物的种子。因此,呼吸亦被说成是生活的界限(定义),它在两重意义上成为生活的原因:既通过阻碍已存在于内部的球形之物的逸出——吸入的空气抗拒着由于易于运动而自行逸出的球形形态,以及由于周围环境对坚硬之物的压缩而必然被挤出的[球形形态],并且吸入的空气通过扩张和推挤坚硬之物而与这种压缩本身抗争——由此呼吸成为生活的原因;又通过从外部引入相似者以替换逸出的球形之物。然而,究竟是德谟克利特如此从物体中产生生命,还是意欲通过球体象征性地指明理智性的实体,我们并不能断定。因为不应依凭亚里士多德的述评,盖因其总体上仅陈明表象,正如关于毕达哥拉斯派所附带提及的内容那样。因为[亚里士多德]述评说德谟克利特称元素类似于空气中的微尘,而某些毕达哥拉斯派则称元素就是这些微尘本身;然而毕达哥拉斯派人绝不可能作如是想,他们或许只是在象征性地指明灵魂那已被分割并进向显明之境的实体。

§1.47

"Ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ ἑαυτὸ κινοῦν." Ὅπως μὲν ὁ Πλάτων τὴν ψυχὴν κινεῖσθαι λέγει διὰ τὴν ἀπὸ τοῦ πρώτου κινοῦντος ὑπόβασιν, ἤδη εἴρηται. οὐχ ἁπλῶς δὲ κινητικὴ ἀλλ’ αὐτοκίνητος λέγεται, ὡς οὐ παντελῶς τῆς ἀμερίστου οὐσίας τε καὶ ἐνεργείας ἀποστᾶσα· τὸ γὰρ αὐτὸ τὴν ἀμέριστον οὐσίαν καὶ τὴν τελείαν ἐνέργειαν τῷ Πλάτωνι δηλοῖ, ὡς τὸ κινητὸν τῆς μεριστῆς ἐστι σημαντικόν. τῇ οὖν μεσότητι τῆς ψυχῆς τὸ ἐκ τῶν ἄκρων σύνθετον ἀποδίδοται ὄνομα διὰ τὴν πρὸς ἄμφω τὰ ἄκρα τοῦ μέσου κοινωνίαν. ὁ δὲ Ἀριστοτέλης ἐπὶ μόνης τῆς πάντῃ μεριστῆς καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης ἐνεργείας τὸ τῆς κινήσεως φέρων ὄνομα, εἰκότως ἀπαγορεύει μὴ κινεῖσθαι3 τὰ ἀσώματα τῆς κινήσεως αἴτια, κἂν πρῶτα κἂν μέσα κἂν ἔσχατα ᾖ.

“而那些主张灵魂是自身运动者的人,亦被引向同一结论。” 柏拉图如何因从第一驱动者下降而说灵魂被运动,前文已经言明。然而[灵魂]并非被单纯称为驱动者,而是被称为自身运动者,因为并未完全脱离不可分的实体与现实活动;因为对柏拉图而言,“自身”指明不可分的实体与完全的现实活动,正如“可动者”标志着可分割者一样。因此,灵魂的中介性被赋予了由两极合成的名称,盖因中介与两极皆有相通分有。但亚里士多德仅将运动之名加诸完全可分且在生成之中具有存在的现实活动,因而他理所当然地禁止运动的非物体性原因被运动,无论它们是首要的、中介的还是最底层的。

语法注3 条
  1. 1.46διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν

    间接引语中的带不定式短语的宾格结构,其中 τὴν ἀναπνοήν 为主格性宾格,τοῦ ζῆν ὅρον 为表语,承接前文德谟克利特的观点。句子的后半部分通过并列的冠词性不定式 καὶ τῷ κωλύειν... 与 καὶ τῷ ... ἐπεισάγειν 阐明呼吸作为生命原因的双重机制,且在前一结构中嵌套了数个属格独立结构(ἀντιβαίνοντος...、μαχομένου...)。

  2. 1.46οὐκ ἂν ταῦτα οἰηθέντων ποτὲ τῶν Πυθαγορείων ἀνδρῶν

    带有 ἄν 的分词属格独立结构,修饰分词 οἰηθέντων,表达针对过去事实的虚拟或反事实推测(“毕达哥拉斯派人绝不可能作如是想”)。它与后文的 ἐνδεικνυμένων δὲ ἴσως... 形成对比,用以否定对亚里士多德述评的字面理解,转而支持象征性的诠释。

  3. 1.47ἀπαγορεύει μὴ κινεῖσθαι

    在表达禁止或否定含义的动词 ἀπαγορεύει 之后,不定式 κινεῖσθαι 带有多余的否定词 μή(虚词性/交感性 μή)。整个短语意为“禁止[诸原因]被运动”或“主张不应被运动”,否定词并不构成双重否定表示肯定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:25.25-26.31