- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:258.1-258.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于无相反者的原因、自身认识、现实性以及可分离性的文句(430b24),辛普利丘论证这适用于对形相的纯粹思意思考以及灵魂的最高实体及其本质理智,并规定了“可分离”的具体含义。
" Εἰ δέ τινι μή ἐστιν ἐναντίον τῶν αἰτίων, αὐτὸ ἑαυτὸ γινώσκει καὶ ἐνεργείᾳ ἐστὶ καὶ χωριστόν." Ὥσπερ ἀνωτέρω τὴν τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων παραδοὺς γνῶσιν εὐθὺς ἀντιδιέστειλε τὴν τῶν καθαρῶς ἀμερίστων νόησιν ὡς καὶ τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς γινομένην καὶ ὑπέρχρονον, ἐπειδὴ προηγουμένως ἦν αὐτῷ ἡ περὶ τῆς τῶν εἰδῶν νοήσεως θεωρία, καὶ διὰ τὴν ταύτης σαφήνειαν παρελάμβανε τὰ ὁπωσοῦν ἄλλως ἀδιαίρετα, ὡς ἀπὸ τῆς τούτων παραθέσεως ἐναργέστερον ἡμῶν ἀντιληψομένων τῆς καθαρᾶς νοήσεως τῶν εἰδῶν, οὕτω καὶ νῦν τὴν τῶν διαιρέσεων νόησιν παραδοὺς ἀντιδιαστέλλει πάλιν τὴν τῶν εἰδῶν νόησιν ὡς πρὸς δυνάμει οὖσαν ἐνέργειαν καὶ ὡς πρὸς σύστοιχον ταῖς στερητικαῖς φύσεσι καὶ γενηταῖς καὶ διὰ τοῦτο ἔχουσάν τι καὶ αὐτὴν ἀντικείμενον τῷ δυνάμει τῷ ἐν αὐτῇ τὴν χωριστὴν καὶ καθαρὰν ἐνέργειαν καὶ ἀναντίθετον, ἀλλὰ καὶ ὡς πρὸς ἄλλου οὖσαν τὴν ἑαυτῆς ὑπάρχουσαν.1 ἅπερ ἅπαντα θειότερον μὲν καὶ κρειττόνως τῷ ἀμεθέκτῳ ὑπάρχει, διὸ καὶ δευτέρως τῷ ὑπὸ ψυχῆς μετεχομένῳ· ὑπάρχει δὲ καὶ τῇ πρώτῃ οὐσίᾳ τῆς ψυχῆς, εἰ καὶ ὑφειμένως διὰ τὴν πρὸς ἀνέλιξιν ἤδη συμπλοκήν. περὶ ἧς αὐτῷ νῦν ὁ λόγος, ὡς διὰ πολλῶν τῶν προτέρων λόγων ὑπεμνήσαμεν, ἵνα καὶ ἅμα νοῦς ᾖ καὶ ἐπιστήμη, ὅπερ αὐτὸς ἠξίωσεν· ὁ γὰρ κρείττων τῆς οὐσίας τῆς ψυχικῆς νοῦς μέν, οὐκ ἐπιστήμη δέ. περὶ οὖν τῆς οὐσίας τῆς ψυχικῆς καὶ τοῦ κατ’ αὐτὴν ἱσταμένου νοῦ καὶ νῦν ὁ λόγος, καὶ ἀξιοῦται καὶ περὶ αὐτοῦ ὅτι ἀναντίθετος, ἐπειδὴ καὶ ἀίδιος (σαφῶς γὰρ ὅτι ἀθάνατος εἴρηται, ὅτε ἐλέγετο “καὶ ἔστι τοῦτο μόνον τῆς ψυχῆς ἀθάνατον”), ἐν δὲ τοῖς γενητοῖς ἡ ἐναντίωσις καὶ ἡ στέρησις· καὶ ὅτι αἴτιος· ἦν γὰρ τὸ ποιοῦν αὐτός, ὥσπερ τὸ πάσχον ὁ ἔξω προϊὼν νοῦς. αὐτῆς γὰρ τῆς ψυχῆς καὶ πρότερον ἔλεγεν τὸ μὲν εἶναι ποιοῦν τὸ δὲ πάσχον, καὶ τὸ μὲν ποιοῦν ἀρχὴν καὶ αἴτιον ἐτίθετο, τὸ δὲ πάσχον ὕλην. αἰτία οὖν καὶ ἡ τῆς ψυχῆς ἀκροτάτη οὐσία. ἀλλὰ καὶ τῇ οὐσίᾳ ἦν ἐνέργεια, εἰ καὶ δευτέρως, ὡς εἴρηται, ὁ τῆς ψυχῆς οὐσιώδης νοῦς. διὸ καὶ νῦν αὐτὸν ἑαυτὸν γινώσκειν αὐτὸν συμπεραίνεται. αὐτὸς γὰρ καὶ τὰ εἴδη δευτέρως2 διὰ τὴν συμφυῆ πρὸς τὸν ὑπὲρ ψυχὴν νοῦν ὕπαρξιν· οὐ γὰρ δι’ ἑτερότητος ὡς ἡ φύσις καὶ τὰ σώματα, ἀλλὰ συμφυῶς αὐτοῦ ἐξῆπται. ἔστι δὲ καὶ ἐνέργεια ὡς οὐδαμῇ τῷ δυνάμει συμπλεκόμενος, ἄυλος δὲ ὤν, ὅταν χωρισθῇ τῶν δευτέρων καὶ προβαλλομένων καὶ ἔξω ῥεπουσῶν ζωῶν. ὅθεν καὶ αὐτὸς ἐνέργειαν εἰπὼν τὸν τοιοῦτον νοῦν προσέθηκε καὶ χωριστός. τότε γὰρ ἐνέργεια καὶ ἀμιγὴς καὶ πάντα ὅσα περὶ αὐτοῦ ἠξίωται νῦν, ὅταν χωρισθῇ. οὐ γὰρ δεῖ τὸ χωριστὸν ἀκούειν ὡς ἐπὶ ἀεὶ κεχωρισμένου, ἀλλ’ ὡς ποτέ·3 χωρισθεὶς γάρ, φησιν, ἔστιν ὅπερ ἐστίν.
“如果诸原因中有某物是没有相反者的,则它认识它自身,并且在现实中存在且是可分离的。” 正如在上文中,他在传授了关于可分之物中的不可分之物的认识之后,立即将关于纯粹不可分之物的思考作为凭着灵魂的不可分者而产生且超越时间的思考而加以对比——因为关于形相之思考的观照对于他是首要的,且为了这一[思考]的明晰性,他采纳了以任何其他方式不可分的事物,以便通过这些事物的并置使我们更加明晰地领会关于形相的纯粹思考——同样,现在他在传授了关于分割的思考之后,再次将关于形相的思考(它是可分离的、纯粹的、无相反者的现实,且属于自身)拿来对比于处于潜能中的现实,对比于与缺乏性的和生成的本性相对应、并因此其自身也具有某种与其内部之潜能相对立之物的[思考],以及对比于属于他者的[思考]。这一切都以更为神圣和更为优越的方式属于不被分有的[理智],因此也第二位地属于被灵魂所分有的[理智];但也属于灵魂的第一实体,尽管由于已经与展开过程交织在一起而在程度上有所减弱。他现在的讨论正是关于这一[灵魂的第一实体]的,正如我们在先前的许多讨论中所提醒的那样,以便使之能够同时既是理智又是科学知识,这正是他自己所认定的;因为优越于灵魂实体的固然是理智,却不是科学知识。因此,现在的讨论也是关于灵魂的实体以及依此实体的理智的,并且关于它也被认定为是没有相反者的,因为它是永恒的(因为当说到“且唯有灵魂的这一部分是不死的”时,已经清楚地说过它是不死的),而相反性和缺乏存在于生成之物中;并且也被认定为是原因,因为正如向外行进的理智是受动的,它本身就是能动的。因为先前对于灵魂本身他也曾说过一部分是能动的,另一部分是受动的,并且把能动者设定为本原和原因,把受动者设定为质料。因此灵魂的最高实体也是原因。然而,正如已经说过的那样,即使是第二位的,灵魂的实体性理智在实体上也曾是现实。因此现在也得出结论说,它认识它自身。因为由于它与灵魂之上的理智同质并存,它自身在第二位的意义上也就是诸形相;因为并非像自然和物体那样通过差异性,而是同质地悬系于它之上。并且当它脱离了第二位的、投射出的、向外倾斜的诸生命时,它作为完全不与潜能交织在一起且是非质料性的,也是现实。因此他自己在称这种理智为现实之后,又加上了“且是可分离的”。因为只有当它被分离时,它才是现实、纯粹无杂以及现在关于它所认定的一切。因为不应当把“可分离的”理解为适用于始终被分离者,而是应当理解为在某个时刻[被分离];因为他说,“一旦被分离,它就是其所是”。
- 3.140ἀντιδιαστέλλει πάλιν τὴν τῶν εἰδῶν νόησιν ὡς πρὸς δυνάμει οὖσαν ἐνέργειαν καὶ ὡς πρὸς σύστοιχον ταῖς στερητικαῖς φύσεσι καὶ γενηταῖς καὶ διὰ τοῦτο ἔχουσάν τι καὶ αὐτὴν ἀντικείμενον τῷ δυνάμει τῷ ἐν αὐτῇ τὴν χωριστὴν καὶ καθαρὰν ἐνέργειαν καὶ ἀναντίθετον, ἀλλὰ καὶ ὡς πρὸς ἄλλου οὖσαν τὴν ἑαυτῆς ὑπάρχουσαν.
动词 ἀντιδιαστέλλει 的直接宾语是 τὴν τῶν εἰδῶν νόησιν,其后的宾格短语 τὴν χωριστὴν καὶ καθαρὰν ἐνέργειαν καὶ ἀναντίθετον 是其同位语。由 ὡς πρὸς ... 引导的介词短语群(指上一节讨论的对分割的思考)作为对比对象大幅插在其中,最后又补充了一组对比短语(针对 ὡς πρὸς ἄλλου οὖσαν 的 τὴν ἑαυτῆς ὑπάρχουσαν,即对比于属于他者的思考,将属于自身的形相思考凸显出来)。
- 3.140αὐτὸς γὰρ καὶ τὰ εἴδη δευτέρως
该句由名词短语构成,省略了系动词 ἐστί(“因为其自身在第二位的意义上也是诸形相”)。紧随其后的介词短语 διὰ τὴν συμφυῆ ... ὕπαρξιν 说明其成立的依据。
- 3.140οὐ γὰρ δεῖ τὸ χωριστὸν ἀκούειν ὡς ἐπὶ ἀεὶ κεχωρισμένου, ἀλλ’ ὡς ποτέ·
不定词 ἀκούειν 在此意为“理解”、“领会”,ὡς ἐπὶ ... 表示“作为适用于……”。在对比项 ἀλλ’ ὡς ποτέ 中同样承前省略了 ἐπὶ κεχωρισμένου,指明对 χωριστόν 的解释应当限定为“在某个时刻被分离者”,而非“始终被分离者”。
