- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:256.15-257.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论灵魂》430b20–23进行注解,论述了点与分割等不可分者是如何通过缺乏(凭借相反者)被认识的,以及认识缺乏与分割的认识者本身并非纯粹现实,而是内在包含着潜能。
" Ἡ δὲ στιγμὴ καὶ πᾶσα διαίρεσις καὶ τὸ οὕτως ἀδιαίρετον δηλοῦται ὥσπερ ἡ στέρησις. καὶ ὅμοιος ὁ λόγος ἐπὶ τῶν ἄλλων, οἷον πῶς τὸ κακὸν γνωρίζει ἢ τὸ μέλαν· τῷ ἐναντίῳ γάρ πως γνωρίζει." Μετὰ τὴν περὶ τῶν ἐνεργείᾳ μόνον ἀδιαιρέτων νόησιν παραδίδωσιν ἐφεξῆς καὶ τὴν περὶ τῶν πάντῃ μὲν ἀδιαιρέτων, κατὰ τὴν ἀπόπτωσιν δὲ τῶν διαιρετῶν ἐχόντων τὸ ἀδιαίρετον. ἔχει μὲν γάρ τινα οἰκείαν μορφὴν καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ αὐτὴ ἡ στιγμὴ καὶ τὸ νῦν, καὶ διὰ ταύτην οὐ παντελῶς ἐν στερήσει ταῦτα θετέον, ἀλλ’ ὡς ἀδιαίρετα ἔχει τὸ ἐστερημένον.1 ὡς γὰρ ἡ ἐπιφάνεια κατὰ τὸ μῆκος καὶ πλάτος ἔχει τὸ μεμορφωμένον, κατὰ δὲ τὸ βάθος τὸ ἐστερημένον, οὕτω καὶ αἱ ἄλλαι διαιρέσεις πᾶσαι, ᾗ τοῦ διαιρετοῦ ἀπολείπονται, οὗπέρ ἐστι πέρατα, ταύτῃ ἐν στερήσει τυγχάνουσιν οὖσαι. πάλιν οὖν ὁ συστοίχως τὰ πέρατα νοῶν γνώσεται αὐτὰ καὶ ὡς ἐστερημένα οἰκείως τοῖς ὑποκειμένοις διὰ τὴν σύστοιχον θεωρίαν κατὰ στέρησιν τοῦ εἴδους. νοῶν γὰρ τὸ εἶδος καὶ τὸ ἐστερημένον αὐτοῦ εἴσεται ὡς μὴ μετέχον ἐκείνου, φημὶ τοῦ εἴδους, ᾧ καὶ πέφυκεν ἡ στέρησις παρυφίστασθαι, τουτέστι τοῦ γενητοῦ, ὡς τῷ γε ἀιδίῳ ἀγαθῷ οὐδὲν παρυφίσταται κακὸν οὐδὲ ἄλλῳ τινὶ τῶν ἀιδίων εἰδῶν οὐδεμία στέρησις. πῶς οὖν τὰς στερήσεις ὡς στερήσεις γινώσκομεν; ὡς τὸ σκότος τῷ μὴ ὁρᾶν τὸ φῶς, καὶ τὸ κακὸν τῷ μὴ ὁρᾶν τὸ ἀγαθὸν ἐν αὐτῷ, ἐπεὶ τῇ τοῦ ἀγαθοῦ ἐννοίᾳ καὶ τῇ τοῦ φωτὸς καὶ τὸ κακὸν καὶ τὸ σκότος γινώσκομεν, ὡς τῇ τοῦ κανόνος ὀρθότητι τὸ στρεβλόν. τὸ γὰρ μέλαν νῦν ὁ Ἀριστοτέλης καὶ τὸ λευκὸν τὸ μὲν ἀντὶ τοῦ σκότους τὸ δὲ ἀντὶ τοῦ φωτὸς εἴληφεν, ἐπεὶ καὶ τὸ μέλαν εἶδος ἐστίν. ἐν δὲ τῇ λέξει ἐπισημαντέον, ὅτι οὐχ ἁπλῶς τὴν στιγμὴν βούλεται κατὰ στέρησιν νοεῖσθαι· οὐ γὰρ ὡς διαίρεσιν, ἀλλ’ ὡς ἀπολειπομένην τῆς διαστάσεως, ἧς ἐστι πέρας, καθὸ καὶ τὴν στέρησιν πέπονθεν. ἡ γὰρ στιγμή, φησι, καὶ τὸ οὕτως ἀδιαίρετον ὡς τὸ νῦν καὶ πᾶσα διαίρεσις, ταύτῃ οὖσα στέρησις, καθ’ ὅσον ἀπολείπεται τῆς οἰκείας διαστάσεως, δηλοῦται ὥσπερ ἡ παντελῶς οὖσα στέρησις, οἷον τὸ κακόν. καὶ γὰρ εἰ καὶ πάντως τὸ κακὸν τῇ τοῦ ἀγαθοῦ ἐμφάσει ἐπερείδεται, ἀλλ’ ὡς κακὸν ἐν ἀπουσίᾳ τοῦ ἀγαθοῦ ἔχει τὸ εἶναι. ὡς τὸ μὴ ὄν, ὅσον οἶδεν ἡ φύσις μὴ ὂν ἀλλ’ οὐ τὸ μηδαμῶς ὄν, ἐν ἀπουσίᾳ ἐστὶ τοῦ ὄντος ᾗ μὴ ὄν, κἂν ὄντι τινὶ παρυφιστῆται.
“然而点以及一切分割,还有按此种方式的不可分者,是如同缺乏那样被显明出来的。其他事物上的说法也是类似的,例如人们如何认识恶或黑;因为在某种意义上是凭着相反者来认识的。” 在论述了关于仅在现实上不可分之物的思考之后,他接下来也传授了关于全然不可分、但因脱离可分之物而具有不可分性之物的思考。因为面、线、点本身以及‘现在’都具有某种固有的形状,因而不应把这些完全置于缺乏之中,而是作为不可分者而具有被缺乏的状态。因为正如面在长和宽上具有被赋予形状之物,而在深上具有缺乏之物一样,其他一切分割也同样,在它们脱离作为其极限的可分之物这一点上,在这一方面恰好处于缺乏之中。因此,相应地思考极限的人,也将通过相应于形相之缺乏的观照,按照适合于底层的方式认识它们也是被缺乏的。因为思考形相者,也将知道缺乏它者乃是不分有彼者(我指的是缺乏也自然依附于其上的形相,即生成之物);正如恶并不依附于永恒的善,任何缺乏也不依附于其他任何永恒的形相一样。那么,我们如何把缺乏作为缺乏来认识呢?正如凭着不见光来认识暗,凭着在其中不见善来认识恶一样;因为凭着善的概念和光的概念,我们也认识恶与暗,如同凭着规尺的正直来认识弯曲一样。因为亚里士多德现在取黑与白,一者代替暗,另一者代替光,因为黑也是一种形相。但在文句上应当指出,他并非意图让点单单按照缺乏被思考;因为并非作为分割,而是作为脱离了以它为极限的维度,在这一方面它也承受了缺乏。因为他说,点、像‘现在’这样不可分之物以及一切分割,在此意义上作为缺乏(就其脱离了其固有维度而言),是如同全然作为缺乏之物(例如恶)那样被显明出来的。因为即便恶无论如何都依傍于善的显现,然而作为恶,它是在善的缺席中具有其存在的;正如非存在(就自然所认知的非存在而言,而非断然无论如何都不存在者),即便它依附于某存在者,就其作为非存在而言,也是处于存在的缺席之中的。
"Δεῖ δὲ δυνάμει εἶναι τὸ γνωρίζον καὶ ἐνεῖναι ἐν αὐτῷ.2" Δοκεῖ μοι τὸ ῥητὸν τοῦτο πάλιν σαφῶς ἐνδείκνυσθαι, ὅτι δευτέρα ἐστὶν ἡ τῶν διαιρέσεων τούτων νόησις καὶ πολλοῖς ἀπολειπομένη μέτροις τῆς τῶν εἰδῶν θεωρίας. ἐκείνη γὰρ κατ’ ἐνέργειαν ἵσταται καθαράν, αὕτη δὲ τῷ δυνάμει συμπέπλεκται. καὶ γὰρ ἡ αὐτοῦ τοῦ εἴδους, ᾧ ἡ στέρησις παρυφίσταται·3 ὅταν τὸ εἶδος ὡς καὶ στερητικῶς ἐνεργοῦν γινώσκωμεν, τουτέστιν ὡς καὶ ἀπεῖναι δυνάμενον τῶν εἰδοποιουμένων, τῇ συμπλεκομένῃ τῷ δυνάμει νοήσει νοοῦμεν. οὐ γὰρ τελείᾳ οὐδὲ καθαρᾷ ἐνεργείᾳ, ἀλλ’ ἀτελεῖ καὶ οὐχὶ τῷ ἐνεργείᾳ μόνῳ ὄντι, ἀλλὰ καὶ τῷ δυναμένῳ καὶ ὡς ἐστερημένῳ ἐπιβαλλούσῃ κατὰ τὴν σύστοιχον αὐτοῦ γνῶσιν. πάλιν γὰρ ἐπισημαντέον, ἵνα μὴ τὴν κρείττονα τῶν πραγμάτων γνῶσιν καὶ ἐξῃρημένην καὶ οὐχὶ συστοίχως ἀλλ’ ὑπερεχόντως αὐτὰ γινώσκουσαν προτείνων ἀπορῇ. ἐκείνη γάρ, ὡς τὸ γινῶσκον πέφυκεν, καὶ οὐχὶ τοῖς γινωσκομένοις ἐπακολουθοῦσα, κρειττόνως αὐτὰ οἶδεν ἢ ἐκεῖνά ἐστιν. δεῖ οὖν, φησι, δυνάμει εἶναι τὸ νοοῦν ταῦτα δηλαδή, τουτέστιν ἀτελέστερον ἢ τὸ τὰ εἴδη νοοῦν καὶ τῷ δυνάμει συμπεπλεγμένον, καὶ ἐνεῖναι ἐν αὐτῷ τῷ νοοῦντι τὸ δυνάμει. τοῦτο δὲ προστέθεικεν, ἵνα μὴ μόνον δυνάμει εἶναι τὸ νοοῦν ὑπονοήσωμεν, ὁποῖον παρεδίδου τὸν ἔξω προϊόντα καὶ ἔτι ἀτελῆ νοῦν· οὐ γὰρ οὕτω δυνάμει τὸ νοοῦν νῦν εἴρηται, ὡς μηδὲ νοοῦν, ἀλλ’ ὡς νοοῦν μὲν καὶ κατ’ ἐνέργειαν νοοῦν, συμπεπλεγμένον δὲ τῷ δυνάμει, τουτέστι τῷ ἀτελεῖ καὶ τῇ οἰκείᾳ στερήσει. ὡς γὰρ τὸ βλέπειν ἀμυδρῶς οὐκ ἔστι παντελῶς μὴ βλέπειν, ἀλλὰ βλέπειν τῇ ἑαυτοῦ στερήσει, οὕτω καὶ τὸ νοεῖν, ὅταν συμπλέκηται τῷ μὴ νοεῖν πως. τοῦτο δὲ συμβαίνει, ὅταν τις ἅμα τὸ εἶδος καὶ τὴν στέρησιν αὐτοῦ γινώσκῃ συστοίχως· οὐ γὰρ νοεῖ μόνον, ἀλλὰ καὶ οὐ νοεῖ. ἡ γὰρ στέρησις οὐδέποτε καθ’ ἑαυτὴν νοεῖται, ἐπεὶ μηδὲ ἔστι καθ’ ἑαυτήν ποτε. καὶ διὰ τοῦτο ἡ τοιαύτη νόησις ἀτελής πως καὶ τῷ οἰκείῳ δυνάμει ἤτοι τῇ στερήσει συμπεπλεγμένη.
“认识者必须处于潜能之中,且[潜能]必须内在存在于其中。” 在我看来,这句话再次清楚地表明,对这些分割的思考是第二位的,并且在许多尺度上脱离了对形相的观照。因为后者立足于纯粹的现实,而前者则与潜能交织在一起。事实上,缺乏所依附的形相本身的[思考]也是如此;因为当我们认识形相也是以缺乏的方式活动时(即它也能从被赋予形相之物中缺席时),我们是以与潜能交织的思考来进行思考的。因为[它是借着]并非完全也非纯粹的现实,而是借着不完全的、并非指向仅在现实中存在之物,而是按照其相应的认识也指向处于潜能中且作为被缺乏者的[现实来进行思考的]。因为必须再次指出,以免有人提出优越于事物、超脱的、并非按相应方式而是超越地认识事物的认识而陷入困惑。因为那一认识依照认识者的本性,而不附从于被认识的事物,比那些事物本身的所是更为优越地知晓它们。因此他说,思考这些事物者显然必须处于潜能之中,即比思考形相者更为不完全,且与潜能交织在一起,并且在思考者自身之内潜能必须内在存在。他加上这一点,是为了让我们不至于揣测思考者仅仅处于潜能之中,如同他先前所传授的向外行进且尚不完全的理智那样;因为现在说思考者处于潜能之中,并不是说它甚至不进行思考,而是说它虽在思考且在现实中思考,却与潜能(即不完全性和其固有的缺乏)交织在一起。因为正如隐约地看并不是完全不看,而是带着自身的缺乏在看一样,当思考在某种程度上与不思考交织在一起时也是如此。而当有人同时相应地认识形相及其缺乏时,这种情况就会发生;因为他不仅在思考,而且也在不思考。因为缺乏从来不能按其自身被思考,因为缺乏也从来不能按其自身存在。正因如此,这样的思考在某种程度上是不完全的,并且与固有的潜能(即缺乏)交织在一起。
- 3.138οὐ παντελῶς ἐν στερήσει ταῦτα θετέον, ἀλλ’ ὡς ἀδιαίρετα ἔχει τὸ ἐστερημένον
ἔχει 的主语是前文的 ταῦτα(面、线、点、‘现在’等极限与分割),τὸ ἐστερημένον 是充当宾语的中性单数具冠词分词。因为这些事物具有固有的形式,所以它们并非纯粹的缺乏本身,而是作为不可分者,在其缺乏更高维度(延展)的限度内具有“被缺乏的特性”。
- 3.139καὶ ἐνεῖναι ἐν αὐτῷ
针对亚里士多德引文中的这一短语,辛普里丘将 ἐν αὐτῷ 解释为 τῷ νοοῦντι(“在思考者自身之中”),并明确将前文的 τὸ δυνάμει(“潜能”)补作 ἐνεῖναι 的语法主语(καὶ ἐνεῖναι ἐν αὐτῷ τῷ νοοῦντι τὸ δυνάμει)。由此确立了其解释:认识者并非处于纯粹的潜在状态,而是在其实际的认识活动中内在包含了潜能。
- 3.139καὶ γὰρ ἡ αὐτοῦ τοῦ εἴδους, ᾧ ἡ στέρησις παρυφίσταται
承接前句中的主语 ἡ νόησις(“思考”),在阴性冠词 ἡ 之后承前省略,意为“事实上,缺乏所依附的形相本身的[思考也与潜能交织在一起]”。紧随其后的 ὅταν 引导的从句对此作出了论证解释。
