← 辛普里丘

亚里士多德《论灵魂》注释

§255.1-256.14

依偶性的不可分性与思想的成立

本节注解亚里士多德《论灵魂》430b16–17,阐明可分事物中不可分性的认识乃是“依偶性”(即在现实上作为不可分者)成立的,并论述了使连续体合而为一的不可分离的不可分者的存在及其性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.136

" Κατὰ συμβεβηκὸς δὲ καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ, ἀλλ’ ᾗ ἀδιαίρετα.1" Ἐπαναλαμβάνει μέν, ὡς εἴρηται, τὸν περὶ τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων λόγον, ὅπως νοεῖται. ἀντιδιαστείλας δὲ ἐν μέσῳ τὴν περὶ τῶν εἰδῶν νόησιν καὶ ταύτην εἰπὼν γίνεσθαι τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ, τὴν τῶν ἐν τοῖς διαιρετοῖς ἀδιαιρέτων οὔτε ἁπλῶς τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς λέγει γίνεσθαι οὔτε ἁπλῶς ἐν ἀδιαιρέτῳ χρόνῳ, ἀλλὰ τῷ κατ’ ἐνέργειαν οὐχὶ δὲ καὶ δυνάμει ἀδιαιρέτῳ. τὸ γὰρ ὅσον διαιρετὸν τῆς ψυχῆς ἐνίοτε μὲν καὶ κατ’ ἐνέργειαν ἐν τῇ θεωρίᾳ διαιρεῖται, ἐνίοτε δὲ μόνον δυνάμει ἐστὶ διαιρετόν, οὐχὶ δὲ καὶ τῇ ἐνεργείᾳ. ὅταν μὲν γὰρ ἰδίᾳ τὸ ζῷον καὶ αὖθις τὸ λογικόν, εἶτα τὸ θνητὸν ἐπισκοπῇ, διαιρεῖ τὴν τοῦ ἀνθρώπου θεωρίαν ἐνεργείᾳ· ὅταν δὲ ὁμοῦ τὸ πᾶν συναιρῇ, ἡ ἐνέργεια αὐτῆς ἡ γνωστικὴ ἀδιαίρετος γίνεται, οὐχὶ καὶ δυνάμει (πέφυκε γὰρ διαιρεῖσθαι) ἀλλὰ μόνον ἐνεργείᾳ. καίτοι οὖν διαιρετὸν ὂν τὸ τῆς ψυχῆς τούτων γνωστικὸν καὶ ἐν χρόνῳ διαιρετῷ ὄντι φύσει γινῶσκον, οὐχ ὡς διαιρετὸν ὅμως οὐδὲ ὡς ἐν χρόνῳ διαιρετῷ γινώσκει, ὅταν ὡς ἀδιαιρέτου τοῦ γνωστοῦ ἀντιλαμβάνηται, φύσει ὄντος καὶ αὐτοῦ διαιρετοῦ. διὸ κατὰ συμβεβηκὸς ἔφη. οὐ γὰρ ὡς διαιρετὸν τὸ διαιρετὸν ἀλλ’ ὡς ἀδιαίρετον γινώσκει, οὐδὲ ὡς ἐν διαιρετῷ χρόνῳ, καίτοι διαιρετῷ ὄντι, ἀλλ’ ὡς ἀδιαιρέτῳ, οὐδὲ ὡς διαιρετῷ τῆς ψυχῆς γινώσκουσα, ἀλλὰ καὶ τούτῳ ὡς ἀδιαιρέτῳ. ὡς γὰρ πρὸς τὸ διαιρετὸν εἴληπται τὸ κατὰ συμβεβηκὸς εἶναι τὸ ἐν αὐτοῖς ἀδιαίρετον· οὐ γὰρ ᾗ διαιρετά ἐστι, ταύτῃ καὶ ἀδιαίρετα, καὶ διὰ τοῦτο ὡς διαιρετὰ κατὰ συμβεβηκὸς ἕξει τὸ ἀδιαίρετον, οὐ τὸ χεῖρον νῦν δηλοῦντος τοῦ κατὰ συμβεβηκός, ἀλλὰ καὶ τὸ καθ’ ἕτερον λόγον καὶ κρείττονα.2 κατὰ συμβεβηκὸς οὖν τὰ διαιρετὰ γινώσκει· τὸ γὰρ ἐκεῖνα τῶν διαιρετῶν αὐτῷ σημαντικόν, ὥσπερ καὶ [ὁ] αὐτὸς ἐπάγει λέγων καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ὅτε τὸ ἀδιαίρετον αὐτῶν θεωρεῖ. τὸ δὲ κατὰ συμβεβηκὸς ἀξιοῖ μὴ ἐπὶ μόνων τῶν γινωσκομένων, διαιρετῶν ὄντων, ἀκούειν, ἀλλὰ καὶ ἐπὶ τοῦ νοοῦντος καὶ τοῦ χρόνου, ᾧ τε νοεῖ καὶ ἐν ᾧ, προσθεὶς αὐτὸ δὴ τοῦτο ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ, ἵνα δηλώσῃ, ὡς ἔφαμεν, ὅτι καὶ διαιρετῷ ὄντι τῆς ψυχῆς τῷ νοοῦντι τὰ τοιαῦτα οὐχ ὡς διαιρετῷ ὄντι ἐνεργεῖ. τὸ τοίνυν ἐν αὐτοῖς ἀδιαίρετον καθ’ αὑτὸ ὡς ἀδιαίρετον γινώσκει, τὰ διαιρετὰ κατὰ συμβεβηκός, διότι καθ’ ἕτερον λόγον εἶχε τὸ ἀδιαίρετον, καὶ οὐχ ᾗ διαιρετά. δηλοῖ γὰρ τὸ καθ’ αὑτὸ τὸ ἀδιαίρετον γινώσκεσθαι προσθεὶς τὸ ἀλλ’ ᾗ ἀδιαίρετα. εἰπὼν δὲ ἀλλ’ ᾗ ἀδιαίρετα, πιστοῦται διὰ τῶν ἐφεξῆς, ὅτι ἔστι τι ἐν τοῖς διαιρετοῖς ἀδιαίρετον.

“然而依偶性而言,并且不是就那些事物是可分的而言,[灵魂中]借以思考的部分以及思考的时间[依偶性是不可分的],而是就它们是不可分的而言[进行思考]。” 正如所言,他重新拾起了关于可分之物中不可分者的论述,探讨它们是如何被思考的。在中间将关于形相的思考对照区分开来,并指出这种思考凭着灵魂的不可分部分以及在不可分的时间中产生之后,他说,关于可分之物中不可分者的[思考]既非单单凭着灵魂的不可分部分产生,也非单单在不可分的时间中产生,而是凭着在现实上不可分而非在潜能上也不可分者产生的。因为灵魂中凡是可分的部分,有时在观照中也在现实上被分割,有时则仅在潜能上是可分的,而在现实上却并非如此。因为当它分别审视“动物”,继而审视“有理性的”,然后再审视“会死的”时,它在现实上分割了对人的观照;但当它把全体一并统摄时,它的认识性现实活动就成为不可分的,并非在潜能上也是如此(因为它的本性是可分的),而仅仅是在现实上如此。因此,灵魂认识这些事物的部分虽是可分的,且在按本性可分的时间中进行认识,然而当它把认识对象作为不可分者来把握时(尽管对象本身按本性也是可分的),它既不作为可分者来认识,也不作为在可分的时间中[进行认识]来认识。因此他说了“依偶性”。因为并非把可分之物作为可分者来认识,而是作为不可分者来认识;也并非作为在可分的时间中(尽管时间是可分的),而是作为在不可分的[时间]中来认识;也不是作为以灵魂的可分部分来认识,而是以这一部分作为不可分者来认识。因为它们之中的不可分者作为依偶性存在,是相对于可分之物而言的;因为它们并非就其是可分的而言就是不可分的,正因如此,作为可分之物,它们将依偶性地具有不可分性,在此“依偶性”所指明并非低劣之物,而是指明按照另一更高依据的东西。因此它是依偶性地认识可分之物的;因为“那些事物”在他看来是指可分之物,正如他自己也紧接着说“并且不是就那些事物是可分的而言”,〔指〕当它观照它们的不可分者时。他要求不仅把“依偶性”理解为被认识的事物(尽管它们是可分的),而且也理解为思考者和时间,即借以思考的部分和思考的时间,正是加上了这句“借以思考的部分以及思考的时间”,以便指明,正如我们所说,思考这类事物的灵魂部分即便也是可分的,却并不作为可分者而在现实中活动。因此,它是把它们之中的不可分者按其自身作为不可分者来认识,而把可分之物依偶性地[认识],乃是因为它们是按照另一依据而具有不可分性,而不是就其是可分的而言。因为他加上“而是就它们是不可分的而言”,显明了不可分者是按其自身被认识的。而在说了“而是就它们是不可分的而言”之后,他通过接下来的论述证实了在可分之物中存在着某种不可分者。

§3.137

"Ἔστι γὰρ καὶ ἐν τούτοις τι ἀδιαίρετον, ἀλλ’ ἴσως οὐ χωριστόν, ὃ ποιεῖ ἕνα τὸν χρόνον καὶ τὸ μῆκος.3 καὶ τοῦτο ὁμοίως ἐν ἅπαντί ἐστι τῷ συνεχεῖ καὶ χρόνῳ καὶ μήκει." Ὅτι μὲν ἔστι τι ἐν τοῖς συνεχέσιν ἀδιαίρετον, ἐπιστώσατο διὰ τοῦ πᾶν συνεχὲς ἕν τι εἶναι. ἀδιαίρετον γὰρ αὐτὸ τὸ ἕν, καὶ τὸ μετέχον ἀπεργάζεται οὐκ αὐτοὲν ἀλλ’ ἡνωμένον, μεριστὸν ὄν, ὅπερ ἐνδεικνύμενος τὶ ἔφη. τὸ δὲ ἴσως οὐ χωριστόν, ἐπειδὴ οὐχὶ τὸ εἶδος τοῦ ὑποκειμένου, ἀλλ’ αὐτὸ τὸ ὑποκείμενον ὡς ἡνωμένον θεωρεῖ. ἐκεῖνο γὰρ πάντως ἀχώριστον, ὅτι αὐτοῦ τί ἐστι τοῦ ὑποκειμένου, ἐπεὶ τὸ εἶδος ἔχει τι χωριστόν, ὡς καὶ αὐτὸς ἐν τῇ Φυσικῇ ἀκροάσει βούλεται, χωριστὰ καλῶν καὶ τὰ φυσικὰ εἴδη, διὰ τὸ οὐσίας εἶναι καὶ οὐσιοῦν τὸ ὑποκείμενον ἀλλὰ μὴ οὐσιοῦσθαι ὑπ’ αὐτοῦ. καὶ διὰ τοῦτο, οἶμαι, καὶ τὸ ἴσως προστέθεικε, σημαίνων ὡς εἰ μὲν τὸ εἰδητικὸν ἀδιαίρετον λάβοις, χωριστόν πως ἐκεῖνο, εἰ δὲ τὸ τοῦ ὑποκειμένου, ἀχώριστον.

“因为在这些事物中也存在着某种不可分者,尽管或许不是可分离的,它使时间与长度成为一;而这同样存在于一切连续物中,无论时间还是长度。” 在连续物中确实存在某种不可分者,这一点他是通过凡连续物皆为某一‘一’而予以证实的。因为‘一’本身是不可分的,而分有它者则被造成不是‘一本身’,而是在具有部分的同时被统合为一者,为了指明这一点,他说了“某种”。至于说“或许不是可分离的”,是因为他所观照的并非底层的形相,而是将底层本身观照为被统合的一。因为那无论如何都是不可分离的,因为它是底层本身的某种东西;而形相则具有某种可分离性,正如他自己在《自然哲学听疏》中所主张的那样,甚至把自然的形相也称为可分离的,因为它们是实体,赋予底层以实体规定,而不是由底层赋予实体规定。正因如此,我认为他也加上了“或许”,以指明如果取形相性的不可分者,那在某种程度上是可分离的;但若取底层的不可分者,则是不可分离的。

语法注3 条
  1. 3.136Κατὰ συμβεβηκὸς δὲ καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ, ἀλλ’ ᾗ ἀδιαίρετα.

    在亚里士多德的原文中,与格短语 ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ 承接前文(430b14–15)中认识的主体工具与时间,其结构中省略了述谓成分 κατὰ συμβεβηκός [ἐστιν ἀδιαίρετα](“依偶性是不可分的”)。辛普利丘对此作出构词分析,指出该短语表明“依偶性”不仅适用于认识对象(ἐκεῖνα),也适用于思考的灵魂部分以及时间。

  2. 3.136οὐ τὸ χεῖρον νῦν δηλοῦντος τοῦ κατὰ συμβεβηκός, ἀλλὰ καὶ τὸ καθ’ ἕτερον λόγον καὶ κρείττονα

    这是一个属格绝对独立结构,实质主语是名词化短语 τοῦ κατὰ συμβεβηκός,分词为 δηλοῦντος。它在句法上充当附加说明,指出在此处的“依偶性”并非亚里士多德通常所指的附带、劣位的属性,而是指遵循另一更高的原理规定所伴随的属性。

  3. 3.137ὃ ποιεῖ ἕνα τὸν χρόνον καὶ τὸ μῆκος

    关系代名词 ὃ 的先行词是中性单数的 τι ἀδιαίρετον(某种不可分者)。动词 ποιεῖ 带直接宾语 τὸν χρόνον καὶ τὸ μῆκος,而 ἕνα 则是宾语补足语(双重宾格结构),阳性单数的 ἕνα 指向将“时间”与“长度”统摄为一的结果状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:255.1-256.14