- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:253.25-254.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德430b10–14,讨论在潜能上可分的连续量的思意思考如何随时间一同被分割或作为整体被思考,并考察在数量上不可分者的思意思考与在形相上真正不可分者的思意思考之间的差异。
" Οὔκουν ἔστιν εἰπεῖν ἐν τῷ ἡμίσει τί ἐννοεῖ ἑκατέρῳ· οὐ γάρ ἐστιν, ἂν μὴ διαιρεθῇ, ἀλλ’ ἢ δυνάμει.1 χωρὶς δὲ ἑκάτερον νοῶν τῶν ἡμίσεων διαιρεῖ καὶ τὸν χρόνον ἅμα· τότε δὲ οἱονεὶ μήκη.2 εἰ δὲ ὡς ἐξ ἀμφοῖν, καὶ ἐν τῷ χρόνῳ τῷ ἐπ’ ἀμφοῖν." Ἐν ὅσῳ μὲν γὰρ ὡς ἀδιαίρετον γινώσκει, οὐδὲ τὸν χρόνον διαιρήσει, οὐκ ἔχων εἰπεῖν τί μὲν ἐν τῷ προτέρῳ ἡμίσει, τί δὲ διάφορον ἐν τῷ λοιπῷ γινώσκει, ἵνα καὶ ἐνεργείᾳ τῇ νοήσει διέλῃ τὸν χρόνον ὡς ἄλλο μὲν πρότερον ἄλλο δὲ ὕστερον γινώσκων. ὁ γὰρ κατὰ συνέχειαν τὸ αὐτὸ θεωρῶν ἀπαραλλάκτως οὐκ ἐνεργείᾳ αὐτὸν διαιρεῖ, ἀλλὰ μόνον δυνάμει διαιρετὸν οἶδε τὸν χρόνον ἐν ᾧ νοεῖ, ὅτι καὶ διέλοι ἂν αὐτόν, εἰ τῶν τοῦ μήκους μορίων ἑκάτερον ἐν τοῖς μορίοις τοῦ χρόνου τούτου τὸ μὲν πρότερον τὸ δὲ ὕστερον θεωρήσειεν. ὡς εἴ γε διέλοι τὸ μῆκος τῇ ἐπινοίᾳ καὶ τὸ μὲν αὐτοῦ πρότερον τὸ δὲ ὕστερον σκοποίη, συνδιαιρήσει πάντως τὸν χρόνον κατ’ αὐτὸ τὸ πρότερόν τε καὶ ὕστερον, καὶ τότε οὐχὶ ὡς ἀδιαίρετον τὸ ὅλον γνώσεται. διὸ ἔφη καλῶς οἱονεὶ μήκη· ὅλως γὰρ πολλὰ τὸ ἓν ἐπινοεῖ διὰ τὸ διελεῖν τῇ ἐπινοίᾳ. καὶ διὰ τοῦτο οἱονεὶ εἶπε, διότι οὐχὶ τῇ ἡμετέρᾳ ἐπινοίᾳ μεριζούσῃ ἕπεται πάντως τὸ καὶ ἤδη αὐτὰ διῃρῆσθαι τὰ πράγματα. κἂν οὖν μήπω ᾖ πλήθη, ἀλλ’ ὡς πλήθη ἐπινοεῖται. ἐάν γε μὴν μὴ ὡς πολλὰ ἀλλ’ ὡς ἓν τὸ ἐξ ἀμφοῖν νοῶμεν, καὶ ἐν ἀδιαιρέτῳ πάντως αὐτὰ εἰσόμεθα χρόνῳ, τῷ κατ’ ἐνέργειάν φημι ἀδιαιρέτῳ. καὶ εὖ γε, ὅτι καὶ ταύτῃ τὸ ἐν τοῖς διαιρετοῖς ἀδιαίρετον διαστέλλει ἀπὸ τοῦ εἰδητικοῦ οὐ μόνον ὡς ἐν χρόνῳ γινωσκόμενον, ἀλλὰ καὶ ὡς δυνάμενον διαιρεθῆναι καὶ πρός γε ὡς συμπληρούμενον ἐκ τῶν μερῶν (διὸ τὸ ἐξ ἀμφοῖν ἔφη, ὡς δύο τὰ μέρη ὑποθέμενος)· τὸ γὰρ εἰδητικὸν πάντῃ ἀμέριστον καὶ οὐκ ἔχον μέρη.
“因此不能说在每个半截中思考着什么;因为若不被分割,它就只在潜能上存在。但若分别思考这两个半截,同时也就分割了时间;而那时它们就宛如若干长度。但若是将其作为由两者构成者[来思考],那也是在涵盖两者的全部时间之中。” 因为只要将其认识为不可分的,也就不会分割时间,无法说出在前半截中认识什么,而在剩余部分中又认识什么不同的东西,以便也在现实上通过思想、通过先认识一物而后认识另一物来分割时间。因为按照连续性毫无差异地观照同一事物的人,并没有在现实上分割时间,而只是知道他进行思考的时间在潜能上是可分的,因为如果他在这时间的各部分中将长度的各部分一个在先、一个在后地加以观照,他也是能够分割它的。然而,如果他用观念分割长度,并将它的一部分在先、另一部分在后地加以审视,他无论如何都会按照那先与后而一同分割时间,而那时他就不是将全体认识为不可分者了。因此他恰当地说了“宛如若干长度”;因为通过在观念上加以分割,完全将一物在观念中化为了多。正因如此,他说了“宛如”,乃是因为并非事物本身已经实际被分割必然伴随着我们那施行分割的观念。因此,即便它们尚未成为多数,却被设想为多数。然而,如果我们不是将由两者构成者思考为多而是思考为一,我们无论如何都会在不可分的时间中认识它们——我指的是在现实上不可分的时间。而且他做得很出色,在此处也将可分之物中的不可分者与形相性的不可分者区分开来,不仅因为它是时间中被认识的,而且因为它是能够被分割的,并且进而还是由各部分所充实的(因此他假定部分为二而说了“由两者构成者”);因为形相性的东西是全然不可分割且不具有部分的。
"Τὸ δὲ μὴ κατὰ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει νοεῖ ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἀδιαιρέτῳ τῆς ψυχῆς.3" Πρὶν συμπληρῶσαι τελέως τὸν περὶ τῆς τῶν ἀδιαιρέτων ἐν τοῖς διαιρετοῖς νοήσεως λόγον, ἐν τῷ μέσῳ ἀναμιμνήσκει ἡμᾶς τὸ διάφορον αὐτῆς πρὸς τὴν τῶν εἰδῶν νόησιν, ἵνα καὶ τὴν αἰτίαν ἐνδείξηται, δι’ ἣν ὅλως ἡ περὶ ἐκείνων νῦν παρείληπται νόησις, ὅτι διὰ σαφήνειαν καὶ διάκρισιν τῶν εἰδητικῶν νοήσεων. αὗται γὰρ οὔτε ἐν χρόνῳ οὔτε διαιροῦνταί πως ἢ ἐνεργείᾳ ἢ δυνάμει, ἀλλ’ ὥσπερ ἐστὶν αὐτὰ τὰ εἴδη ἀμέριστα, οὔτε χρόνῳ παρατεινόμενα οὔτε κατά τινα διάστασιν μεριζόμενα, οὕτω καὶ αἱ συστοίχως αὐτοῖς συναρμοζόμεναι γνώσεις ἀμέριστοι παντελῶς ἔσονται, οὔτε διϊστάμεναί πως καὶ ἀνελισσόμεναι οὔτε ὅλως ἐν χρόνῳ γινόμεναι. κἂν γὰρ ἐν χρόνῳ ἔφη ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ ἐν ἀδιαιρέτῳ προστέθεικεν, ἵνα τὸ ὑπὲρ τὸν χρόνον σημάνῃ. πᾶς γὰρ χρόνος διαιρετός· ὡς οὖν ἡ τοῦ λιθίνου προσθήκη ἐν τῷ λιθίνη ναῦς ἀναιρεῖ τὸ ναῦν εἶναι, οὕτω καὶ ἡ τοῦ ἀδιαιρέτου τῷ χρόνῳ πρόσθεσις ἐξαίρει τοῦ εἶναι χρόνον.4 κατὰ ποσὸν μὲν οὖν ἐστιν ἀδιαίρετον, ὅ ἐστι μὲν ποσὸν οὐ διῃρημένον δέ, ἀλλ’ ἐνεργείᾳ μὲν ἀδιαίρετον οὐχὶ δὲ δυνάμει. τὸ δὲ μὴ τοιοῦτον ἀλλὰ τῷ εἴδει, τουτέστιν ὡς εἶδος ὂν ἀδιαίρετον, νοεῖ, φησιν, ἐν ἀδιαιρέτῳ χρόνῳ, τουτέστιν ἢ ἐν τῷ νῦν ἢ τό γε ἀληθέστερον φάναι κρειττόνως ἢ κατὰ χρόνον, καὶ τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς, ὀρθῶς εἰδὼς τὰ Πλάτωνος, ὡς ἐξ ἀμφοῖν ἐστιν ἡ ψυχή, τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας. τὸ οὖν ὅσον ἀδιαίρετον καὶ ἀμέριστον τοῖς εἴδεσιν εὖ συναρμόζεται, καὶ συστοίχως αὐτοῖς συμφύεται τῷ ἀδιαιρέτῳ ἑαυτῆς τοῖς ἀδιαιρέτοις. καὶ πάλιν δῆλον ὡς οὐ περὶ τοῦ κρείττονος ἢ κατὰ ψυχὴν νοῦ, οὔτε περὶ τοῦ μετεχομένου ὑπ’ αὐτῆς οὔτ’ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ὁ λόγος αὐτῷ, ἀλλὰ περὶ τοῦ οὐσιώδους καὶ μονίμου τῆς ψυχῆς. καὶ γὰρ νῦν ἐναργῶς τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς, ὡς εἰδὼς καὶ τὸ διαιρούμενόν πως αὐτῆς. ταῦτα περὶ τῆς τῶν εἰδῶν εἰπὼν ἐν μέσῳ νοήσεως, τὴν διαφορὰν ἡμῖν παραδιδοὺς πρὸς τὴν τῶν ἄλλως πως λεγομένων ἀδιαιρέτων, αὖθις ἀναλαμβάνει τὸν περὶ ταύτης λόγον ταυτὶ γράφων·
“然而那不是在数量上而是在形相上不可分者,是在不可分的时间中以及凭着灵魂的不可分部分来思考的。” 在彻底完成关于可分之物中不可分者的思考的论述之前,他在中间提醒我们注意它与对形相的思考的区别,以便指出为什么关于那些事物的思考现在究竟被引入的原因,即为了形相性思考的清晰与区分。因为这些形相性思考既不在时间中,也不在现实上或潜能上以任何方式被分割,而是正如形相本身是不可分割的、既不在时间中延伸也不按照任何延展而被分割一样,与它们相应调和的认识也将是完全不可分割的,既不以任何方式离隔和展开,也根本不在时间中产生。因为亚里士多德即便说了“在时间中”,却补充了“在不可分的[时间]中”,以便指明那超越时间的维度。因为一切时间都是可分的;因此,正如在“石船”中加上“石制的”便取消了它作为船的存在,对时间加上“不可分的”同样剥夺了它作为时间的存在。所以在数量上不可分者,乃是作为数量而未被分割、在现实上不可分但在潜能上却并非如此者。而那并非如此而是在形相上不可分者,也就是作为不可分的形相而存在者,他说,是在“不可分的时间中”——也就是在“现在”中,或者更真实地说,是以超越时间的优越方式——并且“凭着灵魂的不可分部分”来思考的,因为他准确地知晓柏拉图的学说,即灵魂是由不可分割的实体和围绕身体而分化的实体这两者构成的。因此,灵魂中凡是不可分且不可分割的部分,都能很好地与形相相调和,并通过自身的不可分部分与这些不可分之物相应地融为一体。再次显而易见的是,他的论述并不是关于超越灵魂的知性,也不是关于被灵魂分有的知性,更不是关于不被分有的知性,而是关于灵魂本质的且恒常的部分。因为实际上他现在明确地说“凭着灵魂的不可分部分”,宛如知晓灵魂中也有某种被分割的部分一样。他在中间讲述了关于形相的思考的这些内容,向我们交代了它与以其他方式被言说的不可分者的区别之后,再次重新拾起关于后者的论述,写下了如下内容:
- 3.134οὐ γάρ ἐστιν, ἂν μὴ διαιρεθῇ, ἀλλ’ ἢ δυνάμει
ἀλλ’ ἤ 紧接否定词 οὐ(οὐκ ἔστιν),构成表示“除……之外”的惯用结构。主语承前句的 ἑκάτερον τῶν ἡμίσεων(两个半截各自),意为“因为除非被分割,否则除了在潜能上之外并不存在”。
- 3.134οἱονεὶ μήκη
οἱονεί(“宛如、可以说是”)作为情态副词限制 μήκη。正如辛普里丘所解释的,观念上的二分并不意味着事物自身在现实中已经分离,因此称其为“宛如若干长度”,而非实在意义上的多个长度。
- 3.135καὶ ἀδιαιρέτῳ τῆς ψυχῆς
在引文(lemma)中,ἀδιαιρέτῳ 既可视为承前受介词 ἐν 支配的名词化用法(即“在不可分的时间中以及[在]灵魂的不可分部分中”),也可视为手段与格。辛普里丘在解说中加上了定冠词写作 τῷ ἀδιαιρέτῳ τῆς ψυχῆς,表明将其理解为工具/手段与格(“凭借灵魂的不可分部分”)。
- 3.135ὡς οὖν ἡ τοῦ λιθίνου προσθήκη ἐν τῷ λιθίνη ναῦς ἀναιρεῖ τὸ ναῦν εἶναι, οὕτω καὶ ἡ τοῦ ἀδιαιρέτου τῷ χρόνῳ πρόσθεσις ἐξαίρει τοῦ εἶναι χρόνον
该比喻句说明了消除实质的定语修饰(alienans):正如在“石船”中加上“石制的”否定了船的本质定义一样,把“不可分的”加在“时间”上,就剥夺了它作为时间的本质(因为时间在本质上必然是可分的),从而指示了一种超越时间的维度。
