- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:252.25-253.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘确认了亚里士多德关于不可分者在潜能与现实上的二分法的完备性,并论证了思意思考在现实上不可分的连续者(长度)的知性,是如何在与推论性思维交织的同时于现实上不可分的时间中进行思意思考的。
" Τὸ δὲ ἀδιαίρετον ἐπεὶ διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ." Τὴν πρώτην διαίρεσιν ποιεῖται, ὅτι πᾶν τὸ ἀδιαίρετον ἢ δυνάμει ἢ ἐνεργείᾳ. καὶ ἔστιν ἀνελλιπὴς ἡ διαίρεσις· τὸ γὰρ δυνάμει ἀδιαίρετον καὶ παντελῶς ἐστιν ἀδιαίρετον, τὸ δὲ ἐνεργείᾳ οὐκ ἐξ ἀνάγκης καὶ πάντῃ.
“既然不可分者以两种方式被言说,或在潜能上,或在现实上,”他作出了最初的划分,即一切不可分者或在潜能上,或在现实上。而且这一划分是完备的;因为在潜能上不可分者也完全是不可分的,但在现实上不可分者却并非必然且全然是不可分的。
"Οὐθὲν κωλύει νοεῖν τὸ ἀδιαίρετον, ὅταν νοῇ τὸ μῆκος (ἀδιαίρετον γὰρ ἐνεργείᾳ), καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ." Ἔστι γὰρ καὶ ἐν τοῖς δυνάμει διαιρετοῖς τὸ ἀδιαίρετον, ὃ κατ’ ἐνέργειαν αὐτὸ ποιεῖ ἀδιαίρετον. τοῦτο δὴ τὸ ἀδιαίρετον, ἀχώριστον ὂν καὶ αὐτοῦ τοῦ διαστατοῦ, τὸ συνεκτικὸν οὐχ ὡς αἴτιον,1 καθάπερ τὸ εἶδος, ἀλλ’ ὡς ἀκρότατον τοῦ εἰδοποιουμένου, καθάπερ ἡ ὑγεία τελειότης τοῦ ζῶντος σώματος, ἀλλ’ οὐχ ὡς τὸ ἐν τῷ εἴδει τελικὸν αἴτιον. οὐδὲν γάρ, ᾗ μεριστόν, ὑποστῆναι δυνατὸν ἄνευ τῆς ἀμερίστου ἐν αὐτῷ συνοχῆς ἢ κατὰ φύσιν ἔχειν ἄνευ τῆς ἐπιβαλλούσης αὐτοῖς τελειότητος. ὁ δὴ συστοίχως γινώσκων τὸ ἐνεργείᾳ μὲν ἀδιαίρετον δυνάμει δὲ διαιρετὸν νοῦς νοήσει αὐτὸ δὴ τοῦτο, ὡς ἔστιν, ὡς ἀδιαίρετον ἐνεργείᾳ. οἷόν τε μὲν γὰρ αὐτὸ νοεῖν καὶ ἤδη διῃρημένον, ἀλλ’ ὅταν ὡς ἓν τὸ ὅλον νοῇ καὶ μήπω διῃρημένον, τότε ὡς ἀδιαίρετον νοεῖ. ὀρθῶς οὖν ἔφη τὸ οὐδὲν κωλύει, ἐπειδὴ καὶ ὡς ἀδιαίρετον καὶ ὡς ἤδη διῃρημένον δυνατὸν γινώσκειν. ὅταν δ’ οὖν ὡς ἀδιαίρετον νοῇ, τότε καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ. καὶ εὐθὺς τὸ ὑφειμένον ἐνεδείξατο τῆς συστοίχου τούτων γνώσεως· οὐ γὰρ ἐν ἀμερίστῳ τῷ παντὸς χρόνου κρείττονι νῦν, εἰ δεῖ νῦν καλεῖν τὸ παντὸς χρόνου κρεῖττον, ἀλλ’ ἐν χρόνῳ μέν, μένοντι δὲ ἀδιαιρέτῳ κατ’ ἐνέργειαν. δῆλον δὲ ὡς ὁ ταῦτα συστοίχως γινώσκων νοῦς οὐχ ἁπλῶς ἐστι νοῦς, ἀλλὰ σὺν τῇ λογικῇ ἀνελίξει τῇ πρώτως εἰσαγούσῃ τὴν διάστασιν συμπεπλεγμένος καὶ ἐνεργῶν (τὸ γὰρ ἐν χρόνῳ ἐνεργεῖν λογικῆς ζωῆς),2 νοῦς δὲ ὅμως ὡς τὸ ἀδιαίρετον χαριζόμενος τῇ λογικῇ ταύτῃ διαστάσει. ἕως γὰρ ἂν ὡς ἀδιαίρετον τὸ συνεχὲς νοῶμεν, οὐδὲ τὸν χρόνον διαιροῦμεν· ὁπότερον γὰρ ἂν διαιρῶμεν, εἴτε τὸ μῆκος εἰς ἡμίσεα εἴτε τὸν χρόνον, ἕπεται καὶ τὸ λοιπὸν συνδιαιρεῖσθαι. καὶ γὰρ εἰ τὸ ἥμισυ τοῦ μήκους πρότερον, εἶτα τὸ ἕτερον ὕστερον γινώσκομεν, δῆλον ὅτι καὶ ὁ χρόνος συνδιῄρηται τῷ προτέρῳ καὶ ὑστέρῳ· καὶ αὖ ὁ χρόνος κατὰ τὸ πρότερον καὶ ὕστερον διαιρούμενος ἄλλο ἕξει γινωσκόμενον κατὰ τὸ πρότερον, ἄλλο δὲ κατὰ τὸ ὕστερον, ἵνα καὶ διαιρῆται ἐνεργείᾳ· ὥστε καὶ τοῦ μήκους ἄλλο μὲν ἔσται τὸ πρότερον, ἄλλο δὲ τὸ ὕστερον γινωσκόμενον. ὀρθῶς ἄρα ἐπάγει ὁ φιλόσοφος ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος τῷ μήκει· ὡς γὰρ ἂν ἔχῃ τὸ μῆκος καὶ πᾶν τὸ συνεχές, οὕτω καὶ ὁ χρόνος. καὶ σαφῶς τοῦτο πιστοῦται διὰ τούτων·
“在思考长度(因为长度在现实上是不可分的)时,并没有什么妨碍人去思考那不可分者,而且是在不可分的时间之中。” 因为在潜能上可分之物中也存在着不可分者,正是它使得该物在现实上成为不可分的。事实上,这一不可分者甚至与具延展之物本身也是不可分离的,它并非作为如形相那样的原因,而是作为被赋予形相之物的最高极限而起维系作用,正如健康是活的身体的完满性,但并非如内在于形相之中的目的因那样。因为任何事物,就其为可分而言,若没有其内部不可分割的凝聚,就不可能存立,若没有适合于它们的完满性,也不可能合乎本性地存在。因此,相应地认识那在现实上不可分而在潜能上可分之物的知性,将照其所是的那样,把这本身思考为在现实上不可分者。因为固然可能将其思考为已经被分割的,但是当它把全体思考为一且尚未被分割时,那时它就是将其思考为不可分的。因此他正确地说了“并没有什么妨碍”,既然既可能将其认识为不可分的,也可能将其认识为已经被分割的。然而无论何时将其思考为不可分者,那时也就是在不可分的时间之中思考。并且他随即指出了与这些事物相应的认识的次等地位;因为并不是在优于一切时间的不可分的“现在”之中思考——如果应当把优于一切时间者称为“现在”的话——而是在时间之中,且在现实上保持不可分的时间之中思考。显然,相应地认识这些事物的知性并非单纯的知性,而是与最先引入延展的推论性展开交织在一起并共同运作(因为在时间中运作属于推论性生命),然而它依然是知性,因为正是它赋予这推论性延展以不可分性。因为只要我们将连续者思考为不可分的,我们也就没有分割时间;因为无论我们将二者中的哪一个分割,无论将长度分为两半还是将时间分割,随之而来的都是剩余的另一者也一同被分割。因为如果我们先认识长度的一半,然后接着认识另一半,显然时间也通过先与后而被一同分割了;再者,按先与后被分割的时间,为了也在现实上被分割,将具有在先时被认识的一物,以及在后时被认识的另一物;以至于在长度上,先被认识的也将是一物,而后被认识的则是另一物。因此哲学家正确地补充道“因为时间与长度相似地既是可分的又是不可分的”;因为长度和一切连续者处于何种状态,时间也同样处于何种状态。这一点通过接下来的文句得到了明确的确证:
- 3.133τοῦτο δὴ τὸ ἀδιαίρετον, ἀχώριστον ὂν καὶ αὐτοῦ τοῦ διαστατοῦ, τὸ συνεκτικὸν οὐχ ὡς αἴτιον
在此句中系动词 ἐστί 被省略;τοῦτο δὴ τὸ ἀδιαίρετον 为主语,名词化的中性形容词 τὸ συνεκτικόν 作表语。分词短语 ἀχώριστον ὂν ... 修饰主语。
- 3.133τὸ γὰρ ἐν χρόνῳ ἐνεργεῖν λογικῆς ζωῆς
带冠词的不定式 τὸ ἐν χρόνῳ ἐνεργεῖν(“在时间中运作”)作主语,属格 λογικῆς ζωῆς 是表示所属或特征的表语属性属格(“属于推论性生命”),其中系动词 ἐστί 省略。
