- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:251.10-252.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德于《论灵魂》430b6论及潜能与现实中的不可分者(如长度与连续体)的思意思考之际,辛普里丘系统梳理了不可分性的诸种方式(形相、连续体、界限与缺乏),并阐明了纯粹的理智认识与针对界限和连续者的派生性认知之间的差异。
" Τὸ δὲ ἀδιαίρετον ἐπεὶ διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ, οὐδὲν κωλύει νοεῖν τὸ ἀδιαίρετον, ὅταν νοῇ τὸ μῆκος (ἀδιαίρετον γὰρ ἐνεργείᾳ), καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ· ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος τῷ μήκει." Εἴρηται καὶ ἡμῖν ἤδη ὡς πλεοναχῶς τὸ ἀδιαίρετον, τὸ μὲν ὡς τὸ εἶδος οὐδαμῇ ὂν διαιρετὸν οὔτε ἐνεργείᾳ οὔτε δυνάμει, τὸ δὲ ὡς τὸ μῆκος καὶ πᾶν συνεχὲς ἐνεργείᾳ μόνον ὂν ἀδιαίρετον, δυνάμει δέ πως διαιρετόν, ἢ καὶ τῷ ὄντι πεφυκὸς διαιρεῖσθαι, ὡς καὶ τὰ ἐν γενέσει, ἢ μόνῃ τῇ ἐπινοίᾳ, ὡς τὰ οὐράνια, διὰ τὸ μεριστὸν τῶν σωμάτων. τὸ δὲ σημεῖον καὶ τὸ νῦν καὶ ὅσα ὡς πέρατά φαμεν ἀδιαίρετα (καὶ γὰρ ἡ γραμμὴ ὡς πέρας ἐπιφανείας κατὰ τὸ πλάτος ἀδιαίρετος καὶ ἡ ἐπιφάνεια ὡς πέρας σώματος κατὰ βάθος ἀδιαίρετος), τὸ δ’ οὖν οὕτως ἀδιαίρετον τὸ ὡς πέρας ἔστι μὲν καὶ αὐτὸ πάντῃ ἀδιαίρετον οὐ μόνον ἐνεργείᾳ ἀλλὰ καὶ δυνάμει, ἀντικειμένως δὲ πρὸς τὰ εἴδη καὶ τοὺς ὅρους τῶν πραγμάτων.1 ἐκεῖνα γὰρ τελειότητες καὶ τὸ πᾶν ἑνιαίως προειληφότα, τὰ δὲ σημεῖα καὶ ὅλως τὰ πέρατα, ὡς ἀποπίπτοντα τῶν διαστάσεων καὶ αὐτῷ τούτῳ τῷ ἔσχατα εἶναι ἀπολειπόμενα καὶ ὧν ἐστιν ἔσχατα,2 ἐν στερήσει τῶν περατουμένων τυγχάνει ὄντα. οὐ γὰρ οἷα οἱ Πυθαγόρειοι σημεῖα ὑποτίθενται ὡς ἀρχοειδῆ τῶν διαστάσεων καὶ αἴτια ὁριστικά, τοιαῦτα νῦν ὁ Ἀριστοτέλης λαμβάνει, ἀλλὰ τὰ πέρατα, ὡς εἴρηται, καὶ τὰ ἔσχατα. διὸ καὶ ἐκεῖνοι ἀκολούθως τὰ σημεῖα οὐσίας ἐπρέσβευον (εἰς ταὐτὸν γὰρ αὐτὰ τοῖς εἴδεσιν ἀνῆγον τοῖς τῶν μεριστῶν ὁριστικοῖς), καὶ Ἀριστοτέλης καλῶς ἐν ταῖς στερήσεσιν αὐτὰ τίθεται. ὡς εἶναι τὸν περὶ τῶν ἀδιαιρέτων λόγον συντόμως εἰπεῖν τοιοῦτον· διχῶς τὸ ἀδιαίρετον, ἢ δυνάμει ἢ ἐνεργείᾳ. τὸ μὲν οὖν δυνάμει πάντως καὶ ἐνεργείᾳ, τὸ δὲ ἐνεργείᾳ οὐ πάντως καὶ δυνάμει. ἐνεργείᾳ μὲν οὖν μόνον τὰ μήκη, ὡς αὐτός φησι, καὶ πᾶν τὸ συνεχές· δυνάμει δὲ καὶ διὰ τοῦτο καὶ πάντῃ ἀδιαίρετα τά τε εἴδη καὶ οἱ ὅροι καὶ τὰ ὡς πέρατα καθὸ πέρατα ἀδιαίρετα. τούτων δὲ τὰ μὲν εἴδη ὡς τελειότητες καὶ κρείττους τῶν τελειουμένων καὶ τὸ πᾶν ἑνοειδῶς περιέχουσαι καὶ πρῶται καὶ καθ’ αὑτὰς οὐσίαι· τὰ δὲ πέρατα ὡς ἔσχατα τῶν περατουμένων καὶ τὸ ἀδιαίρετον κατὰ ἀπόπτωσιν τοῦ διαιρετοῦ ἔχοντα, καὶ τὸ ἁπλοῦν ἔχοντα οὐ κατὰ περίληψιν, ὡς τὰ εἴδη, ἀλλὰ κατὰ ἀποστένωσιν καὶ ἀπόπτωσιν τῶν διαστάσεων. ἡ μὲν οὖν τῶν ἀδιαιρέτων τῶν ὡς εἰδῶν καὶ ὡς ὅρων νόησις προὔκειτο αὐτῷ εἰς θεωρίαν προηγουμένως. ἐκείνων γὰρ ἦν συστοίχως ἀντιληπτικὸς ὁ νοῦς ὡς νοῦς, καὶ ὁ τῆς ψυχῆς οὐσιώδης, καὶ ἡ τούτων νόησις, ὡς αὐτὸς παραδέδωκεν, ἀληθὴς παντάπασι καὶ οὐδέποτε τὸ ψεῦδος ὁπωσοῦν ἐπιδεχομένη. ἵνα δὲ καὶ τὰ ἄλλως λεγόμενα ἀδιαίρετα ἀπὸ τῶν ὡς εἰδῶν διακρίνῃ καὶ τὰς ἐκείνων νοήσεις πρὸς τὰς τῶν εἰδῶν, ἀναγκαίως ἐπάγει ποσαχῶς τε τὰ ἀδιαίρετα καὶ τίνες αἱ πάντων σύστοιχοι νοήσεις, οὐκέτι καθαραὶ οὖσαι νοήσεις αἱ τῶν δευτέρως ἀδιαιρέτων λεγομένων. οὐ γὰρ μένουσιν ἐν τῷ καθαρῶς ἀδιαιρέτῳ, ἀλλ’ ἅτε συστοίχως γινώσκουσαι τὰ ἀδιαίρετα μὲν ἐνεργείᾳ δυνάμει δὲ διαιρετά, ἢ τὰ κατὰ στέρησιν ἀδιαίρετα, ὑποφέρονται ἀπὸ τῶν ἄκρων καὶ καθαρῶν νοήσεων καὶ αὗται εἰς μερισμόν τινα τὸν δυνάμει καὶ εἰς τὸ μὴ καθ’ αὑτὰ ἀλλὰ κατὰ συμβεβηκὸς γινώσκειν τὰ πέρατα. τῷ γὰρ τὰ περατούμενα γινώσκειν τὰς ἀποπτώσεις αὐτῶν γινώσκομεν, ὥσπερ τῷ ὀρθῷ τὸ στρεβλὸν καὶ τῷ ἀγαθῷ τὸ κακὸν καὶ ὅλως τοῖς εἴδεσι τὰς στερήσεις ὧν εἰσι στερήσεις. εἰ γάρ τι μὴ συστοίχως ἀλλὰ κρειττόνως νοεῖ τὰ πράγματα, τοῦτο οὐδὲν κωλύει, οὐχ ὡς ἐκεῖνα πέφυκεν, ἀλλ’ ὡς αὐτὸ τὸ νοοῦν ἐστιν, οὕτω καὶ νοεῖν,3 οὐ συνδιαιρούμενον ἔτι τοῖς νοουμένοις οὐδὲ συνυποφερόμενον, ἀλλ’ αἰτιωδῶς καὶ μένον ἐν ἑαυτῷ· νῦν δέ, ὡς εἴρηται, περὶ τῶν συστοίχως γινωσκόντων ἡμῖν ὁ λόγος. ἐπεὶ οὖν ταῦτα προείληπται, τῇ Ἀριστοτέλους ἐπακολουθήσωμεν λέξει.
“既然不可分者以两种方式被言说,或在潜能上,或在现实上,那么在思考长度(因为长度在现实上是不可分的)时,并没有什么妨碍人去思考那不可分者,而且是在不可分的时间之中;因为时间与长度相似地既是可分的又是不可分的。” 不可分者有多重含义,这一点我们此前也已经说明过了:一种正如形相,无论在现实上还是在潜能上都绝非可分的;另一种正如长度和一切连续者,仅在现实上是不可分的,但在潜能上以某种方式是可分的,或者真正具有被分割的本性,正如处于生成中的事物一样,或者由于物体的可分性而仅在思维中具有被分割的本性,正如天体一样。另一方面,点、“现在”以及凡是我们称为作为界限而不可分之物(因为线作为面的界限在宽度上是不可分的,面作为物体的界限在深度上是不可分的)——这种作为界限而不可分者,其自身不仅在现实上而且在潜能上也完全是不可分的,但其方式与事物的形相和定义相反。因为形相和定义是完满性,并且单一地预先包容了全体;而点以及一般的界限,由于脱落于各维度之外,并且正因其自身是极端而落后于其作为其极端的那些事物,所以处于被界定之物的缺乏状态中。因为亚里士多德现在并不是在毕达哥拉斯派所假定的意义上接受点的,即把点当作维度的始基形态和限定因,而是正如已经说过的那样,将其作为界限和极端来接受的。因此,那些人一贯地主张点是实体(因为他们把点归同于限定可分之物的形相),而亚里士多德则恰当地将它们置于缺乏之中。 因此,简言之,关于不可分者的论述如下:不可分者有两种,或在潜能上,或在现实上。在潜能上不可分者必然在现实上也完全是不可分的,但在现实上不可分者却并非必然在潜能上也完全是不可分的。正如他本人所言,仅在现实上不可分的唯有诸长度以及一切连续者;而在潜能上不可分、并因此也完全不可分的,则是诸形相、诸定义以及作为界限而言不可分的诸界限。而在这些[潜能上不可分者]之中,形相作为完满性既优于被完满之物,又以单一形态包容全体,并且是首要的、自存的实体;而诸界限则是被界定之物的极端,通过从可分者中脱落而具有不可分性,其具有单纯性并非如形相那样通过包容,而是通过维度的收缩与脱落。 因此,原本作为优先考虑呈现给他考察的,乃是对作为形相和作为定义的不可分者的思考。因为知性作为知性、以及灵魂的实质性知性所相应领会的正是那些〔不可分者〕,而且对这些〔不可分者〕的思考正如他本人所传授的那样,是完全真实的,绝不以任何方式接纳虚假。然而,为了将以其他方式被称为不可分之物与作为形相的不可分者区分开来,并将对前者的思考与对形相的思考区分开来,他必然地进一步阐明不可分者究竟以多少种方式被言说,以及与所有这些不可分者相对应的思考各自是什么;因为对在第二种意义上被称为不可分者的思考不再是纯粹的思考。因为它们并不停留在纯粹不可分者之中,而是既然相应地认识那些在现实上不可分而在潜能上可分之物,或者按缺乏而言不可分之物,它们自身也从最高和纯粹的思考被向下引至某种潜能上的分割,并引至不是就其自身而是按偶性来认识界限。因为正是通过认识被界定之物,我们才认识其脱落,正如通过笔直者认识弯曲者,通过善认识恶,以及一般而言通过形相认识其作为其缺乏的那些缺乏一样。因为如果有某种东西不是相应地而是以更卓越的方式思考诸事物,并没有什么妨碍它不是按照那些事物所本然具有的性质,而是按照思考者自身所是的性质来思考,不再与被思考之物一同被分割,也不一同被向下牵引,而是以原由性的方式且持留在自身之中来思考;但现在正如已经说过的,我们的论述是关涉那些相应地进行认识之物的。既然这些前提已经预先确立,我们就循着亚里士多德的字句进行考察吧。
- 3.131ἀντικειμένως δὲ πρὸς τὰ εἴδη καὶ τοὺς ὅρους τῶν πραγμάτων
副词 ἀντικειμένως 修饰前述谓语 ἔστι ... πάντῃ ἀδιαίρετον,引入了“但其方式与事物的形相和定义相反[而不可分]”的对照,表达了形相作为完满性而不可分与界限作为缺乏而不可分之间的逻辑对立。
- 3.131καὶ αὐτῷ τούτῳ τῷ ἔσχατα εἶναι ἀπολειπόμενα καὶ ὧν ἐστιν ἔσχατα
αὐτῷ τούτῳ τῷ ἔσχατα εἶναι 是表示原因或手段的带冠词不定式与格结构(“正因其自身是极端这一事实”)。现在分词 ἀπολειπόμενα(与主语 τὰ δὲ σημεῖα 一致)意为“不及、落后于”,支配属格补足语 ὧν ἐστιν ἔσχατα(省略了先行词,“作为其极端的事物”)。
- 3.131εἰ γάρ τι μὴ συστοίχως ἀλλὰ κρειττόνως νοεῖ τὰ πράγματα, τοῦτο οὐδὲν κωλύει, οὐχ ὡς ἐκεῖνα πέφυκεν, ἀλλ’ ὡς αὐτὸ τὸ νοοῦν ἐστιν, οὕτω καὶ νοεῖν
无人称结构 οὐδὲν κωλύει 支配不定式 νοεῖν(“并不妨碍……思考”)。指示代词 τοῦτο 承接条件从句的主语 τι,充当不定式的对格主语,而 οὐχ ὡς ... ἀλλ' ὡς ... οὕτω 则以状语形式规定了思考的样态:“不是按照那些事物的本性,而是按照思考者自身的本性”。
