- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:250.30-251.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》430a31–430b5,论述在涉及过去与未来的判断中除主谓之外还必须结合时间,并阐明将各自分离的思想内容统一为一个整体的主因是理智(无论是作为理性原则还是形相因)。
" Ἐὰν δὲ γενομένων ἢ ἐσομένων, τὸν χρόνον προσεννοῶν καὶ συντιθείς." Ἐπὶ γὰρ τῶν ἀϊδίων ἡ συμπλοκὴ μόνων τοῦ κατηγορουμένου καὶ ὑποκειμένου, ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ τοῦ χρόνου δεῖ, ὡς οὐκ ἀεὶ ἀλλὰ ποτὲ ὄντων καὶ μὴ ὄντων. καὶ δεῖ ἀναγνόντας ἐὰν δὲ γενομένων,1 δηλονότι ποιῆταί τις σύνθεσιν, καὶ ὑποστίξαντας οὕτως ἐπαγαγεῖν τὸν χρόνον προσεννοῶν καὶ συντιθείς, πρὸς τῷ κατηγορουμένῳ καὶ ὑποκειμένῳ ἐννοῶν τε καὶ συντιθεὶς τῷ χρόνῳ. ἐφ’ οἷς πάλιν ὑπομιμνήσκει, ὅτι ἐν συνθέσει πάντως τὸ ψεῦδος, ἐπειδὴ καὶ τὸ λευκὸν δυνατὸν μὴ λευκὸν οἰηθῆναι, καὶ ὅτι οὐκ ἄνευ διαιρέσεώς ἐστι σύνθεσις· διὸ καὶ διαίρεσιν ῥητέον ἐφ’ ὧν σύνθεσις.
“但若[结合]关涉过去发生之事或将来之事,则将时间一并考量并结合起来。” 因为在永恒之物的情形中,结合仅涉及述词与主词;但在处于生成与消灭之物的情形中,既然它们并非永远存在,而是在某时存在而在某时不存在,时间也是必需的。应当在读完“但若关涉过去发生之事”(显然意指如果有人作出结合)后标上句逗,然后接续“将时间一并考量并结合起来”,即在述词与主词之外,一并考虑时间并与时间相结合。在此之后,他再次提醒说,虚假完全存在于结合之中,因为把白色错认为非白也是可能的;此外,结合绝非没有分离,因此在有结合之处也必须称之为分离。
"Τὸ δὲ ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἕκαστον.2" Συμπλέκει γὰρ τὰ τῆς ψυχῆς ἁπλᾶ νοήματα ὁ λόγος, ὃν δὴ νοῦν καλεῖ, ὡς ἤδη ἐπιδέδεικται· εἰ μὴ ἄρα κἀκεῖνο ἐνδείκνυται, ὅπερ διὰ πολλῶν ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐπέδειξεν, ὡς τὸ εἰδητικὸν αἴτιον, ὥσπερ τοῦ εἶναι, οὕτω καὶ τοῦ ἓν εἶναι τοῖς εἰδοποιουμένοις αἴτιον. καὶ τοῦτο μὲν καὶ ἐν τοῖς φυσικοῖς ἀληθές· ἐπὶ δὲ τῶν ψυχῶν ὁ νοῦς τὸ εἶδος, ὅ τε μετεχόμενος καὶ ὁ κατ’ αὐτὴν τὴν οὐσίαν τῆς ψυχῆς ἑστὼς ὡς νοῦς· ὡς γὰρ λόγος καὶ αὐτὸς ἑνίζεται. τὴν δὲ λέξιν ὧδε συντακτέον· τὸ ἕκαστον τῶν συμπλεκομένων νοημάτων ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἐστι.
“而使各自成为一者的,这就是理智。” 因为正如先前已经指明的那样,正是理性原则编织了灵魂的单纯思考内容,而他确实将此理性原则称为理智;除非他是在指涉他在《形而上学》中多次论证的那一点,即形相因正如对于被赋予形相之物是其存在的原由一样,同样也是其成为一者的原由。这一道理在自然之物中固然也是真实的;但在灵魂的情形中,理智才是形相,无论是被分有的理智,还是按照灵魂自身实质作为理智而立的理智;因为作为理性原则,它自身也被合一化。而原文字句应当作如下句法构造:“使被结合的各项思考内容分别成为一者的,这就是理智”。
- 3.129ἐὰν δὲ γενομένων
评注标目中省略条件从句 ἐὰν δὲ γενομένων 的句法补充。辛普里丘指明此处省略了主语和谓语动词 ποιῆταί τις σύνθεσιν(“如果有人作出结合”),并提出应在此处停顿句逗(ὑποστίξαντας),然后再连结后续的分词短语 τὸν χρόνον προσεννοῶν καὶ συντιθείς。
- 3.130Τὸ δὲ ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἕκαστον
标目末尾 ἕκαστον 的句序与句法依存关系的理顺。辛普里丘明确指出应当如此分析该句(τὴν δὲ λέξιν ὧδε συντακτέον),将 ἕκαστον 重构为主语部分分词 ποιοῦν 的宾语,即“使被结合的思想内容之每一者成为一者”(τὸ ἕκαστον τῶν συμπλεκομένων νοημάτων ἓν ποιοῦν)。
