- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:249.23-250.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论述了灵魂的理智、其认识对象以及现实活动的层次(针对不可分形相的理智思考与针对展开的理性原则的科学认识),阐明真与假的对立并不出现在对形相的直接把握中,而唯独产生于在此之后的理性结合与分割之中。
ἐπεὶ δὲ κρειττόνως τῶν φυσικῶν καὶ αὐτῆς τῆς φύσεως ἡ ψυχικὴ οὐσία συνῆπται τῷ οἰκείῳ ὅρῳ τε καὶ εἴδει, οὗπερ διὰ τὸ ἀμέριστον καὶ πᾶσιν ἀμερίστως τοῖς ἄλλοις ἥνωται εἴδεσι, καὶ αὐτὴ πάντων δευτέρως πεπλήρωται τῶν εἰδῶν, οὐ μεινάντων οἷά περ ἦν καθαρῶν εἰδῶν, ἀλλὰ πρὸς τὴν ἀρίστην τῶν οὐσιωδῶν λόγων ἀνέλιξιν συμμιγῶν.1 διὸ καὶ νοήσει μετὰ λόγου περιληπτά, καί, ὥς φησιν Ἀριστοτέλης, νοητά τε καὶ ἐπιστητά, δι’ ὧν τῇ ψυχῇ καὶ ἡ πρὸς τὰ ἡγούμενα εἴδη συναφή. θεωρεῖ γὰρ καὶ ἐκεῖνα τελειωθεῖσα διὰ μέσων τῶν ἐν αὐτῇ, ἀλλὰ προσεχῶς τὰ οἰκεῖα. καὶ τοιαῦτα τὰ νοητὰ τῷ οὐσιώδει τῆς ψυχῆς νῷ, τά τε προσεχῆ καὶ τὰ κρείττω. ἡ δὲ οὐσιώδης αὐτοῦ ἐνέργεια τοιαύτη, οἷος καὶ αὐτὸς ἦν ὁ τοιοῦτος. ἦν δὲ νοῦς πρὸς τὸν ἄριστον συμμιγὴς λόγον. καὶ ἡ ἐνέργεια ἄρα αὐτοῦ ὡσαύτως ἕξει 〈ἡ〉 νόησις, οἷα καὶ λογικὴ οὖσα ἀκρότης. καὶ ὡς μὲν νόησις ἀμέριστος καὶ ἡ αὐτὴ τῇ οὐσίᾳ καὶ τῶν ἀδιαιρέτων οὖσα, τουτέστι τῶν εἰδῶν, καὶ μόνως καὶ καθ’ ἑαυτὴν οὖσα ἀληθής, τὴν ἀναντίθετον πρὸς ψεῦδος ἔχουσα ἀλήθειαν. ἐν γὰρ τῇ ἑτέρου πρὸς ἕτερον συμπλοκῇ καὶ ἐν μεριστοῖς γινωσκομένοις πᾶν ψεῦδος, ἵνα καὶ πῇ μὲν αὐτοῦ ἐφάπτηται τὸ γινῶσκον, πῇ δὲ οὔ·2 ἐπεὶ οὔτε τὸ μηδ’ ὅλως ἐφαπτόμενον ψεύδεται ἔτι περὶ αὐτοῦ, περὶ οὗ μήτε δοξάζει ὅλως μήτε λέγει τι, οὔτε τὸ τοῦ ὅλου καταδραττόμενον· ἀληθεύειν γὰρ τὸ τοιοῦτον ἀνάγκη. ἐν οὖν τοῖς πῇ ἐφαπτομένοις τό τε ψεῦδος καὶ ἡ πρὸς τὸ ψεῦδος ἀντίθετος ἀλήθεια· ἡ δὲ ἀμέριστος τῶν ἀδιαιρέτων νόησις, οὐκ ἔχουσα τὸ πῇ διὰ τὸ ἀμέριστον, ἢ οἷον ὅλου ἐφάπτεται ἢ οὐδαμῶς, ὥστε ἀναμάρτητος κατὰ τὸν Πλωτῖνον, καὶ μόνον ἀληθὴς κατὰ τὸν Ἀριστοτέλην, ψευδὴς δὲ οὐδέποτε. ὡς μὲν οὖν νόησις τοιαύτη· ὡς δὲ λογικὴ ἀκρότης καὶ ἐπιστήμη, οὐχ ἡ κατὰ προβολὴν ἀλλ’ ἡ οὐσιώδης, ἡ αὐτὴ μὲν καὶ ἥδε τῷ πράγματι, ἵνα καὶ ἐπιστήμη καὶ οὐσιώδης γνῶσις ᾖ, ἀλλὰ δευτέρως· καὶ ἡ ταὐτότης μετὰ ἑτερότητος καί τινος διαστάσεως, ὡς δηλοῖ καὶ ἡ κατὰ προβολὴν λογικὴ ἡμῶν γνῶσις, ἐν διαιρέσει ὑπάρχουσα καὶ συναγωγῇ ἀεί, διά τε τὸ αὐτὴ μὴ ἵστασθαι καθ’ ἕνα ὅρον ἁπλοῦν ἀλλὰ ἀνελίττεσθαι, καὶ διὰ τὸ καὶ τὰ οἰκεῖα καὶ σύστοιχα αὐτῇ γνωστὰ λόγους εἶναι ἀλλ’ οὐκ εἴδη, καὶ αὐτὰ οὐχ ἁπλῶς ἀλλὰ μετά τινος τοῖς λόγοις τοῖς ψυχικοῖς καὶ τούτοις οὐσιώδεσι διαστάσεως ἡνωμένα. αὕτη τε οὖν ἡ λογικὴ γνῶσις πρὸς ἑαυτὴν οὐκ ἄνευ διαιρέσεως, καὶ τὰ γνωστὰ πρὸς ἄλληλα ὁμοίως ἔχει· ἥ τε ἀμφοτέρων τοῦ τε γνωστικοῦ καὶ τοῦ γνωστοῦ πρὸς ἄλληλα ἐνακόλουθος καὶ ὁμοία. καὶ ἀεὶ μὲν ἀληθὴς καὶ 〈ἡ〉 ἐπιστημονικὴ γνῶσις, ἀλλ’ οὐχ ὡς λογικὴ ἁπλῶς, ὡς δὲ ἐπιστημονικὴ καὶ ἐξ αἰτίων καὶ ὅλων δι’ ὅλων ἐχομένη τῶν πραγμάτων. τὸ οὖν ψεῦδος καὶ τὸ ἀντίθετον αὐτῷ ἀληθὲς οὐκ ἐν τούτοις, ἀλλ’ ἐν οἷς σύνθεσις ἤδη· ἐν γὰρ λογικῇ γνώσει καὶ ταύτῃ προελθούσῃ. εἰπὼν δὲ τῶν νοημάτων τὴν σύνθεσιν, ἵνα μὴ νοητῶν τῶν εἰδῶν ἀκούσωμεν ἀλλὰ τῶν μετὰ τὸ εἶδος μερικωτέρων λογικῶν ἰδιωμάτων, ἐπάγει· καθάπερ Ἐμπεδοκλῆς ἔφη “ᾗ πολλῶν μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν”,3 ἔπειτα συντεθεῖσαι τῇ φιλίᾳ· οὕτω καὶ ταῦτα κεχωρισμένα συντίθεται, οἷον τὸ ἀσύμμετρον καὶ ἡ διάμετρος ἢ τὸ σύμμετρον καὶ ἡ διάμετρος. τὸ μὲν γὰρ οἷον εἶδος τοῦ τετραγώνου ὁμοῦ τὸ πᾶν ἀδιαιρέτως περιείληφε, καὶ τὰς πλευρὰς καὶ τὴν διάμετρον καὶ τὸ ἀσύμμετρον αὐτῶν καὶ τὸ ἰσογώνιον καὶ τὸ ἰσόπλευρον· ἕκαστον δὲ τούτων ἰδίᾳ μερικωτέρων ἐστὶ λόγων ἰδίωμα, ἐξ ὧν ἡ λογικὴ σύνθεσις.
既然灵魂的实质以优于自然事物和自然本身的方式与自身特有的界限及形相相结合——由于它〔界限与形相〕的不可分性,它也与所有其他形相无分割地结合在一起——灵魂自身也二次性地充满了所有的形相;这些形相并不是作为原先那样的纯粹形相保留下来,而是融合到了实质性理性原则的最完满展开之中。因此,它们既可以通过伴随理性的思考来把握,而且正如亚里士多德所言,它们既是所思考的对象也是科学认识的对象,灵魂通过它们也与先行的形相相连接。因为灵魂通过自身之中的中介得到完善后,也考察那些先行的形相,但直接考察的则是特属于自身的对象。而对于灵魂的实质性理智而言,所思考的对象正是这样的:既有直接的对象,也有更优越的对象。此外,它的实质性现实活动也是由这种理智本身的性质所决定的。而这种理智是与最完美的理性原则相融合的理智。因此,作为其现实活动的思考也同样处于这样的状态,即它也是理性的顶峰。作为思考而言,一方面它是无部分的,与其实质同一,并且关涉不可分之物,即诸形相,它是唯独且依其自身真实的,拥有与虚假不相对立的真理。因为所有的虚假都存在于一物与另一物的交织之中,以及存在于被认识的有部分之物中,以致认识主体在某一局部触及它,而在另一局部未曾触及;因为既不存在完全未触及某物而仍在其上犯假的情况(既然对它既全无意见也无所言说),也不存在完全把握了整体而犯假的情况,因为把握整体者必然符合真理。因此,只有在从某一局部触及事物的情形中,虚假以及与虚假相对立的真实才存在;但是对于不可分之物的无部分的思考,因其无部分而不具有“局部性”,它要么可以说触及整体,要么全然不触及,因此按照普罗提诺的说法是绝无谬误的,而按照亚里士多德的说法则是唯独真实的,绝非虚假。作为思考,它正是这样的;但作为理性的顶峰与科学知识——不是通过投射的知识,而是实质性的知识——虽然它也与对象同一,以便它既是科学知识也是实质性认识,但却是二次性的;且这种同一性伴随着相异性与某种延展隔阂,正如我们通过投射的理性认识所表明的那样,这种认识始终处于分割与结合之中,既是因为它自身并不停留于单一简单的界限而是不断展开,也是因为特属于它且与之对应的认知对象是理性原则而非形相,而且这些原则本身并不是简单地,而是伴随着某种延展隔阂与灵魂的、且是实质性的理性原则相结合。因此,这一理性认识相对于自身并非没有分割,认知对象彼此之间的关系也是如此;而认识者与被认识者这两者相互之间的关系也是相符且类似的。并且,科学知识固然也始终是真实的,但并非单凭其作为理性的,而是由于它是科学的、出于原因且在整体上通体把握着事物的。因此,虚假以及与之相对立的真实并不存在于这些之中,而是存在于已经发生结合的事物之中;因为这是在理性认识中,且是在进一步展开的认识中产生的。当他提到思考内容的结合时,为了让我们不把它理解为作为形相的所思考对象,而是理解为形相之后更为局部的理性特有属性,他接着说道:正如恩培多克勒所说,“许多无颈之首于此萌生”,随后在友爱之中结合起来;同样地,这些分离之物也结合在一起,例如不可通约性与对角线,或者可通约性与对角线。因为正方形的形相可以说一体且无分割地包容了全部——边、对角线、它们的不可通约性、等角性与等边性;但这些之中的每一项单独而言,都是更局部的理性原则的特有属性,理性的结合正是由这些特有属性构成的。
- 3.128οὐ μεινάντων οἷά περ ἦν καθαρῶν εἰδῶν, ἀλλὰ πρὸς τὴν ἀρίστην τῶν οὐσιωδῶν λόγων ἀνέλιξιν συμμιγῶν
οὐ μεινάντων ... ἀλλὰ ... συμμιγῶν 构成属格独立结构,其逻辑主语为前文的 πάντων τῶν εἰδῶν。分词 μεινάντων 与形容词 συμμιγῶν(伴随 ὄντων 的省略作表语)形成转折并列,表明诸形相在灵魂中并不保持其原本纯粹的状态,而是融入了实质性理性原则的展开之中。
- 3.128ἵνα καὶ πῇ μὲν αὐτοῦ ἐφάπτηται τὸ γινῶσκον, πῇ δὲ οὔ
由 ἵνα 引出的带虚拟式(ἐφάπτηται)的从句并非目的从句,而是后古典希腊语中常见的结果或说明性用法(“以致于……”、“处于……的状态”)。它阐释了在认识有部分之物时,认识主体仅触及对象的一部分而非整体的认知状态。
- 3.128ᾗ πολλῶν μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν
引自恩培多克勒的诗句,由关系副词 ᾗ(“在其中”、“在此处”)引导,直接依附于 καθάπερ Ἐμπεδοκλῆς ἔφη,用于描述各部分最初孤立萌生的阶段,与下文的 ἔπειτα συντεθεῖσαι τῇ φιλίᾳ(“随后在友爱中结合”)形成对比。
