- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:24.9-25.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德通过有灵之物的固有属性(内在运动与感觉)来探究灵魂本质的方法,前人将灵魂界定为驱动者的观点,以及柏拉图与亚里士多德关于驱动原因自身是否被运动的差异。
" Ἀρχὴ δὲ τῆς ζητήσεως προθέσθαι τὰ μάλιστα δοκοῦνθ’ ὑπάρχειν αὐτῇ κατὰ φύσιν." Ἐπειδὴ καὶ τὸ εἰδέναι τὰ ὑπάρχοντα, ὡς προείρηται, μέγα συμβάλλεται μέρος πρὸς τὸ εἰδέναι τὸ τί ἐστι. τὸ δὲ κατὰ φύσιν πρόσκειται, ἵνα τὰ καθ’ αὑτὰ δηλώσῃ· τὰ γὰρ κοινότερα τῶν συμβεβηκότων οὐκ εἰς τὴν ἴδιον τῆς ψυχῆς ἀναπέμπει οὐσίαν.
“而探究的开端,乃是提出那些被认为依自然最属于它的事物。” 因为正如前文所说,认识固有属性对于认识本质亦有极大的助益。而加上“依自然”,是为了指明那些就其自身而言的属性;因为更为普遍的偶性并不能引向灵魂特有的实体。
"Τὸ ἔμψυχον δὴ τοῦ ἀψύχου δυοῖν μάλιστα διαφέρειν δοκεῖ." Βούλεται μὲν ἐκ τῶν ὑπαρχόντων τῇ ψυχῇ τὴν οὐσίαν αὐτῆς ἑλεῖν· τίνα δὲ τὰ ὑπάρχοντα, ἐκ τῶν ὑπ’ αὐτῆς ὁριζομένων, τουτέστι τῶν ἐμψύχων, ᾗ τοιαῦτά ἐστι, θεωρεῖ. τίνα οὖν ὑπάρχει τῷ ἐμψύχῳ ὡς ἐμψύχῳ κατὰ τὰς πάντων ὡς εἰπεῖν δόξας; τό τε ἔνδοθεν κινεῖσθαι 〈καὶ τὸ αἰσθάνεσθαι〉. ἡ γὰρ ἔνδοθεν αὐτῷ νῦν εἴληπται κίνησις, ἀλλ’ οὐχ ἡ ἁπλῶς· ἡ γὰρ ἔνδοθεν τῶν ἐμψύχων ἴδιος, ἡ δὲ ὑφ’ ἑτέρου καὶ ἐν ἀψύχοις. τὸ δὲ αἰσθάνεσθαι εἴληπται οὐχ ὡς πᾶσιν ὑπάρχον τοῖς ἐμψύχοις, ἀλλ’ ὡς μόνοις. τὸ δὲ ἔνδοθεν κινεῖσθαι πᾶσι· καὶ γὰρ τοῖς φυτοῖς ἡ αὔξησίς τε καὶ μείωσις.
“有灵之物与无灵之物被认为尤其在两点上有所不同。” 他意欲从灵魂的属性中把握其实体;至于究竟有哪些属性,他则是从由它所限定的事物——亦即有灵之物——就其为如此这般而言来进行考察的。那么,依可以说所有人的意见,作为有灵之物而言究竟有哪些属性属于它呢?从内部被运动[以及感觉]。因为现在被他采纳的是从内部的运动,而非单纯的运动;因为从内部的运动为有灵之物所特有,而由他者所致的运动亦存在于无灵之物中。至于感觉,被采纳并非因为它属于全部有灵之物,而是因为唯独属于它们。然而从内部被运动则属于全部;因为植物亦有增生与衰减。
"Φασὶ γὰρ ἔνιοι καὶ μάλιστα καὶ πρώτως ψυχὴν εἶναι τὸ κινοῦν." Ἡ μὲν φύσις οὐ τοῦ κινεῖν ἀλλὰ τοῦ κινεῖσθαί ἐστιν ἀρχὴ τῷ ἐν ᾧ ἐστιν, ἡ δὲ ψυχὴ οὐχ ἁπλῶς, ἀλλὰ τοῦ ζωτικῶς ἔνδοθεν.1 διὸ οὐ τοῦ κινεῖσθαι μόνον κατάρχει τοῖς ζῴοις, ἀλλὰ καὶ ὡς αὐτὴ κινητική. ἔστι μὲν οὖν τοῦ ζωτικῶς κινουμένου καὶ ἡ τοῦ κινεῖσθαι οὕτως ἀρχὴ ἡ ἐνδοθεῖσα τῷ σώματι ζωή. ἀλλ’ ἐπειδὴ ταύτην οὐ πάνυ ψυχήν, ἀλλ’ ἢ μέρος ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς προσαγορεύει, ἀνέδραμεν εἰς τὴν ἐνδοτικὴν 〈κινήσεως〉 τοῖς σώμασι, τῆς ζωῆς κυριωτέραν οὖσαν ψυχήν, ἣν κατὰ τὸ κινοῦν ἀφορίζεται. κινοῦν μὲν οὖν εἶναι τὴν ψυχὴν καὶ αὐτὸς τίθεται, ἀλλ’ οὐ πρώτως καὶ μάλιστα τὴν τῶν γενητῶν ψυχήν, περὶ ἧς νῦν ὁ λόγος. αἱ δὲ τῶν οὐρανίων ψυχαὶ 〈καὶ μάλιστα καὶ πρώτως〉, εἰ μὴ ἄρα καὶ πρὸ τούτων ὁ νοῦς. αἱ δὲ ἡμέτεραι οὐ δι’ ἑαυτὰς τὸ ὅλον φάναι κινοῦσαι τὰ θνητὰ σώματα καὶ πρός τι δὲ ἔξωθεν συμβαῖνον ἀφορῶσαι τέλος, ὡς ἐν τῇ Φυσικῇ εἴρηται, καὶ διὰ τὴν πρὸς σώματα ῥοπὴν κατὰ συμβεβηκὸς κινούμεναι οὐκ ἂν εἶεν πρώτως καὶ μάλιστα κινοῦσαι· ὅπου γε οὐδὲ τὰ τῶν πλανωμένων κινητικὰ αἴτια, εἴτε ψυχαὶ εἴτε νοῖ εἶεν, διὰ τὸ μὴ μόνα τῆς πάσης κατάρχειν αὐτῶν κινήσεως.2 ἴσως δὲ τὸ ἔνιοι πρόσκειται καὶ δι’ Ἀναξαγόραν, οὐ σαφῶς ψυχὴν λέγοντα τὸν νοῦν, ὃν πρῶτον κινοῦν τίθεται, καὶ δι’ Ἐμπεδοκλέα, φιλίαν καὶ νεῖκος ἀλλ’ οὐ ψυχὰς λέγοντα τὰ κινοῦντα, ἢ καὶ διὰ τοὺς φυσικούς, ὅσοι μόνοις τοῖς ὑλικοῖς χρῶνται αἰτίοις.
“因为有些人主张,驱动者最根本且首要地是灵魂。” 对于其所在之物而言,自然不是驱动的原理,而是被运动的原理,然而灵魂则不是单纯[被运动的原理],而是有生命地从内部[被运动的原理]。因此在动物中,它不仅肇始被运动,而且它自身作为驱动者亦肇始之。对于具有生命地被运动之物而言,如此被运动的原理诚然亦是被赋予身体的生命。但既然他并不完全将这称为灵魂,而称之为灵魂的部分或不无灵魂之物,他便回溯到了赋予身体[运动]的、比生命更本原的灵魂,他正是依照驱动者来界定这一灵魂的。因此,他自己亦认定灵魂是驱动者,但并非首要且最根本地指受生之物的灵魂——当前讨论的正属于此类。然而诸天体的灵魂则是[最根本且首要地驱动的],除非在它们之前理智更是如此。至于我们的诸灵魂,总括来说并非为了自身而驱动必死的诸身体,且着眼于某种由外在发生的终极目的(正如在《物理学》中所言),并由于向着诸身体的倾斜而在偶性上被运动,故而不可能是首要且最根本地驱动的;正如那些漫游星辰的驱动原因——无论它们是灵魂还是理智——亦非如此,因为它们并不是单凭自身就肇始其全部运动。或许加上“有些人”,既是因为阿那克萨戈拉(他并未明确将自己确立为第一驱动者的理智称为灵魂),也是因为恩培多克勒(他将驱动者称为友爱与争吵而非灵魂),或是因为那些只使用质料原因的自然哲学家们。
"Οἰηθέντες δὲ τὸ μὴ κινούμενον αὐτὸ μηδὲ ἐνδέχεσθαι κινεῖν ἕτερον τῶν κινουμένων τι τὴν ψυχὴν ὑπέλαβον εἶναι." Ὡς ἐν τοῖς ὑλικοῖς αἰτίοις τὸ μέν τί ἐστι προσεχὲς τὸ δὲ ἀπωτέρω καὶ τὸ πρῶτον, καὶ ἐν τοῖς εἰδικοῖς ὡσαύτως, οὕτω καὶ ἐν τοῖς κινητικοῖς. καὶ ἐπεὶ τὸ μὲν κινοῦν αἴτιον, ἡ δὲ κίνησις αἰτιατόν, τὸ πρῶτον κινοῦν οὐδαμῇ κινεῖσθαι ἀνάγκη, ἵνα καθαρῶς ἐν τῇ τοῦ κινεῖν μένῃ αἰτίᾳ. τὰ δὲ μέσα κινεῖσθαί πως βούλεται ὁ Πλάτων, ὡς τοῦ πρώτου κινητικοῦ νοῦ ὑποβάντα, ἀλλ’ οὐ τὴν σωματοειδῆ κίνησιν ἐσχάτην οὖσαν καὶ τῶν μόνως κινουμένων.3 δεκάτη γοῦν ἐν Νόμοις ἡ τῆς ψυχῆς λέγεται κίνησις μετὰ τὰς σωματικὰς οὔσας ὀκτὼ καὶ ἐνάτην τὴν φυσικήν. καὶ γὰρ ἡ φύσις παρ’ ἐκείνῳ κινεῖται διὰ τὴν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν, καὶ μειζόνως ἡ ψυχή. ἀλλ’ ὁ Ἀριστοτέλης μόνην τὴν σωματοειδῆ ὀνομάζων κίνησιν, ταύτην μηδενὶ τῶν κινητικῶν αἰτίων προσάπτειν ἀπαγορεύει.
“而他们认为自身不被运动者甚至不可能驱动他者,便以为灵魂属于被运动之物中的某类。” 正如在质料原因中,某些是邻近的,某些是更遥远的和第一位的,在形式原因中亦是如此,在驱动原因中同样如此。并且,既然驱动者是原因,而运动是受因之果,那么第一驱动者必然绝不被运动,以便纯粹地保持在驱动的原因之中。然而柏拉图主张中介之物在某种方式下被运动,因为它们是从第一驱动理智下降而来的,但这并不是最底层且唯属于仅被运动之物的物体式运动。无论如何,在《法篇》中,灵魂的运动在八种身体运动和第九种自然运动之后被称为第十种运动。因为在他看来,自然亦因从不可分者下降而被运动,而灵魂更甚。但亚里士多德仅将物体式运动称为运动,故而禁止将这种运动归于任何驱动原因。
- 1.44Ἡ μὲν φύσις οὐ τοῦ κινεῖν ἀλλὰ τοῦ κινεῖσθαί ἐστιν ἀρχὴ τῷ ἐν ᾧ ἐστιν, ἡ δὲ ψυχὴ οὐχ ἁπλῶς, ἀλλὰ τοῦ ζωτικῶς ἔνδοθεν.
在 ἡ δὲ ψυχὴ 之后承前省略了谓语 ἐστὶν ἀρχὴ,且在 τοῦ ζωτικῶς ἔνδοθεν 之后承前补充 τοῦ κινεῖσθαι。这表明自然仅是在其所在之物中被动被运动的原理,而灵魂则是“从内部有生命地被运动的原理”。
- 1.44ὅπου γε οὐδὲ τὰ τῶν πλανωμένων κινητικὰ αἴτια, εἴτε ψυχαὶ εἴτε νοῖ εἶεν, διὰ τὸ μὴ μόνα τῆς πάσης κατάρχειν αὐτῶν κινήσεως.
连词 ὅπου γε 引出类比或推论式论证(“既然连……都如此”)。句末为承前省略,由上文承接述谓成分 οὐκ ἂν εἶεν πρώτως καὶ μάλιστα κινοῦσαι,意即行星的驱动原因亦非首要且最根本地在驱动。
- 1.45ἀλλ’ οὐ τὴν σωματοειδῆ κίνησιν ἐσχάτην οὖσαν καὶ τῶν μόνως κινουμένων.
宾格短语 τὴν σωματοειδῆ κίνησιν 作同族宾格修饰前面的动词不定词 κινεῖσθαι,用以限定所否定的运动类型:中介者虽被运动,但“并非以物体式的运动”被运动。
