- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:248.18-249.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修针对亚里士多德《论灵魂》430a26的论题,梳理了造作理智的思考对象及其现实活动(唯独真实的对不可分者的思考,与包含真假的复合思考),并阐明了作为“不可分者”的形相的本质。
" Ἡ μὲν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος· ἐν οἷς δὲ τὸ ψεῦδος καὶ τὸ ἀληθές, σύνθεσίς τις ἤδη νοημάτων." Ὅτε μὲν περὶ τῶν ἄλλων ψυχικῶν δυνάμεων τὴν διδασκαλίαν ἐποιεῖτο, τῶν τε φυτικῶν καὶ τῶν αἰσθητικῶν, τά τε ὑποκείμενα αὐταῖς παρεδίδου, καὶ πρὸ τῶν οὐσιῶν τὰς ἐνεργείας ἐθεώρει, ἐκ τῶν σαφεστέρων ἡμῖν πρὸς τὰ ἀφανέστερα προχωρῶν· ἐν δὲ τῇ περὶ τῆς νοερᾶς τὸν νοῦν, ὅστις ποτέ ἐστι καὶ ὁποῖος, πρὸ τῶν νοητῶν θεωρεῖ, ὡς εὐγνωστότερον ὄντα, εἶτα τὰ νοητά, ἵνα ἐξ ἀμφοῖν τὴν τοῦ νοῦ πρὸς τὰ νοητὰ ἕλωμεν ἐνέργειαν καὶ τὴν τοῦ νοῦ πλήρωσιν ὑπὸ τῶν νοητῶν. ὥσπερ οὖν ἐπὶ τοῦ παθητικοῦ νοῦ προπαραδοὺς τὴν οὐσίαν ἐπήγαγε τὰ γνωστὰ αὐτῷ διττὰ ὄντα, τά τε εἰδοποιούμενα καὶ τὰ ὁριστικὰ αὐτῶν εἴδη, καὶ τὴν ἐκείνου διάφορον περὶ αὐτὰ ἐξηγεῖτο ἐνέργειαν, οὕτω καὶ τὴν τοῦ ποιοῦντος νοῦ προθεωρήσας οὐσίαν καὶ τελειότητα καὶ ἀιδιότητα, τίνα τὰ νοητὰ αὐτῷ καὶ τίς ἡ περὶ αὐτὰ τοῦ νοῦ τούτου ἐνέργεια, διὰ τούτων ἀναδιδάσκει. νοῦν δὲ ἅμα καὶ λόγον αἰτιώδη καὶ ἁπλῶς ἐπιστημονικὸν θέμενος τὸν ποιοῦντα νοῦν, καὶ τὰ νοητὰ αὐτῷ ἀκολούθως διττὰ προτίθησι, τὰ μὲν ἀδιαίρετα καὶ ἀμέριστα ὄντα εἴδη ὡς νῷ, τὰ δὲ ἀνειλιγμένα καὶ μετά τινος συνθέσεως καὶ διαιρέσεως τῆς ἑνώσεως μετέχοντα ὡς ἐπιστητά, ὅτε τῆς αἰτίας ἔχεται. καὶ ἐνέργειαν μὲν ἀμέριστον καὶ μόνως ἀληθῆ, οὐδέποτε δὲ ψευδῆ· τὴν δὲ ὑποφερομένην1 εἴς τινα μερισμὸν τὸν κατὰ σύνθεσιν καὶ διαίρεσιν, περὶ ἣν ποτε τὸ ἀληθὲς καὶ ψεῦδος, οὐκ οὖσαν ἐπιστημονικήν (ἀεὶ γὰρ ἐκείνη ἀληθής), ἀλλ’ ὅλως περὶ σύνθεσιν καὶ διαίρεσιν τὴν ἀφισταμένην μὲν τῶν αἰτίων, δοξαστικὴν δὲ καὶ ἐπιπόλαιον καὶ τοῦ βάθους οὐκ ἐφαπτομένην τῶν πραγμάτων. ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων οὗτος. διὰ βραχυτάτων δὲ ὁ Ἀριστοτέλης εὐθὺς ἀρχόμενος καὶ τίνα τὰ νοητὰ καὶ ὁποία ἡ νόησις, ὅτι τὰ μὲν τὰ εἴδη ἡ δὲ μόνως ἀληθής, ἐδήλωσεν εἰπὼν τὴν τῶν ἀδιαιρέτων νόησιν περὶ ταῦτα εἶναι, περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος. πολλαχῶς μὲν οὖν τὸ ἀδιαίρετον, ὡς καὶ αὐτὸς ἐκθήσεται. καὶ γὰρ καὶ τὸ μῆκος ἐνεργείᾳ ὂν ἀδιαίρετον, κἂν δυνάμει ᾖ διαιρετόν, καὶ ὡς τὸ σημεῖον καὶ τὸ πέρας τῆς διαστάσεως, χεῖρον τοῦτο τῆς διαστάσεως καὶ ἀποπῖπτον εἰς τὸ μὴ αὐτή, ἀλλὰ τὸ ἔσχατον αὐτῆς εἶναι. νῦν γε μὴν ἀδιαίρετον τὸ εἶδος εἴρηται, ὅπερ, ὡς ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως διήρθρωται, καὶ ἐπὶ πλέον ἐν τῇ Μετὰ τὰ φυσικά, περὶ μὲν τοῦ φυσικοῦ ἐν τῷ Ζ καὶ Η, περὶ δὲ τοῦ ὑπερφυοῦς ἐν τῷ Λ, οὐσία ἐστὶν ἡ πρώτη καὶ καθ’ αὑτὴν καὶ τελειότης καὶ ἐνέργεια καὶ ὅρος ἀμέριστος ἑνοειδῶς πάντας τούς τε περὶ αὐτὸν ἀνελιττομένους λόγους καὶ τὰς καθ’ ἃς τὰ μεριστὰ ὑφίσταται ἰδιότητας προειληφώς, ἁπλοῦς μέν, ἀλλ’ οὐ κατὰ ἀπεστενωμένην ἱστάμενος ἁπλότητα, κατὰ δὲ τὴν πάντων οἰστικὴν τῶν περὶ αὐτὸν μεριζομένων πῃ ἰδίων λόγων,2 ὁ μὲν φυσικὸς τῶν φυσικῶν, ὁ δὲ ψυχικὸς τῶν ψυχικῶν, ὁ δὲ καθ’ ἑαυτὸν καὶ ἑαυτοῦ καὶ ὅπερ αὐτός, ὡς καὶ τῶν εἰρημένων ὑποστατικὸς ὅρων καὶ ἑνοειδῶς καὶ τούτους προειληφώς. ὁ δὴ τῆς ψυχῆς ὅρος πρώτιστος μετεχόμενος κοινῇ τε ὑπὸ πασῶν τῶν ἀνθρωπείων ψυχῶν ἐστι νοῦς καὶ ὁ ἑκάστης ἴδιος.3
“因此,对于不可分之物的思考存在于不存在虚假的那些事物中;而在存在虚假与真实的那些事物中,已经包含着思想的某种结合。” 当他对灵魂的其他机能——即植物性与感觉性机能——进行讲授时,他给出了处于它们底层的受体,并在考察其实质之前考察其现实活动,从对我们更为明晰者进展到更为隐微者;但在关于理智机能的考察中,他却将理智本身——无论它究竟是什么、是怎样的——置于所思考的对象之前进行考察,因为它是更容易认识的,随后才考察所思考的对象,以便我们从这两者中把握理智朝向所思考对象的现实活动,以及理智被所思考对象所充实。因此,正如对于被动理智,他在预先讲授其实质之后,附带说明了被它认识的两种对象——即被赋予形相之物及其定义性形相——并解释了它关于这些对象的不同现实活动一样;同样地,在预先考察了造作理智的实质、完满性与永恒性之后,他也通过这些文句进一步教导我们,属于它的所思考对象是什么,以及这一理智关于它们的现实活动是怎样的。既然他将造作理智同时确立为理智以及原因性的且绝对地是科学的理性原则,他也相应地将属于它的所思考对象提出为两重:一方面是作为理智对象的不可分且无部分的形相;另一方面则是作为科学知识的对象,展开的、伴随着某种结合与分割而分有统一性的事物,只要它把握着原因。而且[作为现实活动],一方面是不可分且唯独真实、绝不虚假的活动;另一方面则是退化到按照结合与分割的某种分割之中的活动,有时真与假会涉及这种活动,它不是科学性的(因为科学性的活动总是真实的),而是完全关涉到背离了原因的结合与分割,是意见性的、表层的,且未能触及事物深度的活动。因此,摆在我们面前的论述的目的就在于此。而亚里士多德从一开始就用极简短的话表明了所思考的对象是什么以及思考是怎样的——即前者是形相,而后者是唯独真实的——他说,对不可分之物的思考关涉那些不存在虚假的事物。固然,“不可分者”有许多种含义,正如他自己也将要阐明的那样。因为现实中不可分的长度也是如此,即使它在潜能上是可分的;点和延展的极限也是如此,后者逊于延展,并退化为不是延展本身,而是延展的末端。然而在这里,形相被称为不可分者;正如在《物理学》第一卷中所分析的,以及在《形而上学》中进一步讨论的——在第七卷和第八卷讨论自然形相,在第十二卷讨论超自然形相——它是第一位的、自身存在的实质,是完满性、现实活动和无部分的界限,以统一的形式预先包容了围绕它展开的所有理性原则以及有部分之物依之成立的特有属性;它固然是单纯的,但并不停留于狭隘收缩的单纯性,而是依凭能够容纳在其周围以某种方式分割开来的所有固有理性原则的单纯性:自然的〔界限〕容纳自然诸原则,灵魂的〔界限〕容纳灵魂诸原则,而自身存在的、属于自身且即是其自身的〔界限〕,则作为上述界限的奠基者,同样以统一的形式预先包容了这些界限。因此,被所有人类灵魂共同分有的灵魂的最原始界限便是理智,也是属于每个灵魂的固有理智。
- 3.128καὶ ἐνέργειαν μὲν ἀμέριστον καὶ μόνως ἀληθῆ, οὐδέποτε δὲ ψευδῆ· τὴν δὲ ὑποφερομένην
宾格名词短语 ἐνέργειαν μὲν ... τὴν δὲ [ἐνέργειαν] 作为前文动词 προτίθησι(“提出”)的并列宾语。承接前句的 τὰ νοητὰ ... προτίθησι(“提出所思考的对象”),在此补充提出理智活动的双重性。
- 3.128κατὰ δὲ τὴν πάντων οἰστικὴν τῶν περὶ αὐτὸν μεριζομένων πῃ ἰδίων λόγων
形容词 οἰστικήν 意为“承载的/包含的”(源自 φέρω 的动词词干),支配属格 πάντων ... τῶν ... λόγων。它与狭隘收缩的单纯性(ἀπεστενωμένη ἁπλότης)相对立,指那种在自身中根源性地包容、统摄所有在其周围分展开来的理性原则的单纯性。
- 3.128ὁ δὴ τῆς ψυχῆς ὅρος πρώτιστος μετεχόμενος κοινῇ τε ὑπὸ πασῶν τῶν ἀνθρωπείων ψυχῶν ἐστι νοῦς καὶ ὁ ἑκάστης ἴδιος
句子的核心结构为主语 ὁ δὴ τῆς ψυχῆς ὅρος πρώτιστος(“灵魂的最原始界限”),表语为 νοῦς(“理智”)以及 καὶ ὁ ἑκάστης ἴδιος(“以及属于每个灵魂的固有理智”)。分词短语 μετεχόμενος κοινῇ τε ὑπὸ πασῶν τῶν ἀνθρωπείων ψυχῶν 作定语修饰主语 ὅρος。
