← 辛普里丘

亚里士多德《论灵魂》注释

§247.17-248.17

被动理智的毁灭与不忆前生的原因

辛普利丘确证了灵魂的造作理智是不可毁灭且永恒的,阐明被动理智的“毁灭”并非堕入非存在,而是聚合为更优越的存在。他进而解释了我们不记得前世的原因,指出对可记忆对象的思考依赖于借助表象的被动理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.127#2

πῶς γὰρ τὸ δυνάμει ἢ τὸ ποτὲ μὴ νοεῖν, ἢ τὸ ποτὲ χωρίζεσθαι τοῖς ὑπὲρ τὴν μερικὴν ἐπιπρέψει ψυχήν; ἀλλ’ οὐδὲ τὸ ἄϋλον ἢ τὸ νοοῦν ἅμα καὶ νοούμενον ἢ τὸ χωριστὸν ὅλως ταῖς σωματοειδέσιν ἡμῶν προσήκει τι ζωαῖς καὶ ἔτι μᾶλλον ταῖς τῶν ἄλλων ζῴων ἢ φυτῶν ψυχαῖς. τοῦτο μὲν οὖν ἐναργῶς, οἶμαι, καὶ ἀναγκαίως συνῆκται, τὸ ὅσον ποιοῦν ἐν τῇ ψυχῇ ἀθάνατόν τε ὂν καὶ ἀΐδιον. καλῶς γὰρ καὶ τὸ ἀΐδιον προστέθεικεν, ὡς ὁ Πλάτων τὸ ἀνώλεθρον ἐν τῷ Φαίδωνι, ἵνα μὴ ὡς ὁ Βοηθὸς οἰηθῶμεν τὴν ψυχὴν ὥσπερ τὴν ἐμψυχίαν ἀθάνατον μὲν εἶναι ὡς αὐτὴν μὴ ὑπομένουσαν τὸν θάνατον ἐπιόντα, ἐξισταμένην δὲ ἐπιόντος ἐκείνου τῷ ζῶντι ἀπόλλυσθαι.1 διὰ τί δὲ τοῦτο μόνον ἀΐδιον; ἢ ὅτι, ὡς σαφῶς ἐπάγει, ὁ παθητικὸς νοῦς φθαρτός. ἀλλὰ ἀπορήσειεν ἄν τις, πῶς νοῦς ὢν καὶ ἐκεῖνος φθείρεται, εἴ γε ἄϋλος καὶ ἐκεῖνος· πᾶς γὰρ νοῦς ἄνευ ὕλης εἶναι ἠξίωται, καὶ διὰ τοῦτο πᾶς μὲν νοῦς εἶναι νοητός, οὐκέτι δὲ τὸ ἄϋλον εἶδος νοητὸν ὂν καὶ νοῦν εἶναι. ἢ ὁ παθητικὸς νοῦς ὑλικὸς ἦν καὶ δυνάμει καὶ αὐτὸ τοῦτο παθητικὸς καὶ ἀτελὴς νοῦς τὸ ὅλον τοῦτο, ἕως ἂν παθητικὸς ᾖ· καὶ διὰ τοῦτο καὶ φθαρτὸς ᾗ παθητικός. ἄυλος δὲ γίνεται καὶ ἐνεργείᾳ νοῦς τε καὶ νοητὸς ἐν τῇ πρὸς τὸ ποιοῦν συναφῇ, τελείως δὲ ἄυλος καὶ νοῦς τέλειος ἐν τῇ εἰς τὸν ποιοῦντα ἀναδρομῇ. ὡς εἶναι τὴν φθορὰν τοῦ παθητικοῦ νοῦ οὐκ εἰς τὸ μὴ ὂν ἔκστασιν, ἀλλ’ εἰς τὸ κρειττόνως ὂν συναίρεσιν τῆς χωρισθείσης ψυχικῆς οὐσίας, εἰς ἑαυτὴν καὶ τὴν προελθοῦσαν ἀναστέλλουσης ζωήν, οὐ προϊοῦσαν ἔτι ἀλλ’ ἐν τῷ μένειν ὡς ἐν αἰτίῳ ὑπάρχουσαν. ὁ δ’ οὖν παθητικὸς ὡς παθητικὸς φθαρτός. οἷον δὲ ἀντιτιθεὶς πρὸς τὸ ἀΐδιον ἀποδειχθὲν τῆς ψυχῆς, πῶς οὐ μεμνήμεθα τῶν πρὸ τῆς γεννήσεως, εἰ ἀϊδίως προϋπῆρχεν; ᾧ καὶ δῆλον πάλιν, ὅτι περὶ ψυχῆς αὐτῷ ὁ λόγος, ἀλλ’ οὐ περὶ τοῦ κρείττονος νοῦ. ποίαν γὰρ ἔσχεν ἀπορίαν, διὰ τί ἡμεῖς οὐ μεμνήμεθα, τῶν κρειττόνων ἡμῶν ὄντων ἀιδίων; καὶ ἡ τῆς ἀντιθέσεως λύσις οἰκεία τῇ ψυχῇ, ὅτι ὁ μὲν ποιῶν νοῦς ἀπαθὴς καὶ διὰ τοῦτο ἀθάνατος, ὁ δὲ παθητικὸς φθαρτὸς ὡς παθητικός, καθάπερ ἔφην, καὶ ὡς εἰς τὸ μόνιμον συναιρούμενος, ἄνευ δὲ τοῦ παθητικοῦ ὡς παθητικοῦ καὶ προϊόντος μέχρι τῶν σωματοειδῶν ζῴων οὐδὲν νοεῖ ὁ ἀπαθὴς τῶν ὅσα δηλαδὴ μνημονευτά,2 περὶ ὧν ὁ λόγος· ἅπερ, ὡς ἐν ἄλλοις αὐτὸς ἡμᾶς διδάσκει, πάντως ἐστὶ φανταστά. διὸ ἐν τῇ περὶ τῶν μνημονευτῶν νοήσει δεόμεθα πάντως τοῦ μέχρι φαντασίας προϊόντος λόγου, καὶ ἄνευ τούτου οὐδὲ ὁ ἀπαθὴς τῶν μνημονευτῶν τι νοήσει. οὐ γὰρ δὴ ἁπλῶς ἀκουστέον τὸ οὐδὲν ὡς μηδὲν τοῦ ἀπαθοῦς ἄνευ τοῦ παθητικοῦ νοοῦντος. πῶς γὰρ ἔτι χωριστός, πῶς ἀμιγής, πῶς τῇ οὐσίᾳ ἔσται ἐνέργεια; ἐπεὶ καὶ τὸ σῶμα τοῦτο ἔτι ζωοῦσα ἡ ψυχὴ χωριστῶς ποτε ζῇ καὶ νοεῖ. ‘ὃ γὰρ ὁ θεός’, φησιν, ‘ἀεί’ ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά, ‘τοῦτο ἡμεῖς ποτέ’, κατὰ δύναμιν δηλαδὴ τὴν ἡμετέραν. χωριστὸς δὲ ὁ θεὸς ἀεί· καὶ ἡμεῖς οὖν, εἰ καὶ ποτέ. ἡμεῖς δὲ οἱ ἔτι τὸν φυσικὸν τοῦτον διαζῶντες βίον, ὅταν ἡ ψυχὴ ἀσχέτως πρὸς τὸ σῶμα καὶ τὰς δευτέρας ζωὰς κἂν ἐπὶ βραχὺ διατεθῇ.

因为处于潜能之中、或者有时并不思考、或者有时得以分离,怎能适合于超越于个别灵魂之上的诸存在呢?但是,非质料的、或者同时既是思考者又是被思考者、或者完全可分离的,也绝不属于我们肉身性的生命,更不属于其他动物或植物的灵魂。因此,我认为这一点已被显明且必然地推导出来:灵魂中凡是造作的部分,既是不死的又是永恒的。因为他恰当地补充了“永恒”,正如柏拉图在《斐多篇》中补充了“不灭”一样,免得我们像波埃图斯那样,以为灵魂就像具有生命的状态一样,虽然在死亡降临于活物时自身不承受死亡因而是不死的,却在那死亡降临时避让开去并归于消亡。而为什么“唯有这才是永恒的”呢?岂非因为正如他明确附带补充的那样,“被动理智是可毁灭的”吗?但有人可能会质疑:如果它也是非质料的,那么它作为理智,怎会毁灭呢?因为一切理智都被公认为不具质料,并因此一切理智都是可思考的对象,尽管非质料的相作为可思考的对象,却不再也必定是理智。或者说,被动理智乃是质料性的且处于潜能之中,并且只要它是被动的,整个这一存在本身就是被动的和不完满的理智;因此在其作为被动者而言,它也是可毁灭的。但它在与造作者的结合中,变成了非质料的、现实活动中的理智与所思考的对象;而在向造作者的回归中,它完全成为非质料的和完满的理智。因此,被动理智的毁灭并不是脱失为非存在,而是已经分离的灵魂实质聚合为更优越的存在,它将先前发出的生命收缩回自身之中,不再外出,而是存留于其中如在原因之中一样。无论如何,被动理智就其为被动者而言是可毁灭的。而他仿佛在反驳已经证明的灵魂永恒性:如果灵魂是永恒预先存在的,我们为何不记得出生以前的事?由此再次清楚表明,他的论证是关于灵魂的,而不是关于更优越的理智。因为如果超越于我们的诸存在是永恒的,他何至于产生我们为何不记得的疑难呢?而对这一反驳的解决也是切合于灵魂的:即造作理智是不受作用的,并因此是不死的,而被动理智就其为被动者而言是可毁灭的,正如我所说,是作为聚合进稳固者之中而可毁灭的;并且若没有作为被动者且一直前进到肉身性动物的被动理智,不受作用的理智就不能思考任何属于可记忆范畴的事物,而论证所谈及的正是这些事物;正如他本人在别处教导我们的那样,这些事物完全是表象性的。因此在关于可记忆之物的思考中,我们全然需要延伸至表象的理性说理,而没有这一者,即使是不受作用的理智也不能思考任何可记忆之物。因为决不可单纯地理解“任何东西都不”,仿佛不受作用的理智在没有被动理智的情况下就完全什么都不思考一样。否则,它何以仍是可分离的,何以是无混合的,何以在本质上即是现实活动?因为即使在依然赋生命于这具身体时,灵魂有时也是以分离的方式生活和思考的。正如他在《形而上学》第十二卷中所说,“神总是处于的那种状态,我们有时处于”,这显然是按照我们的能力而言的。而神总是分离的;因此我们也是,即便只是“有时”。而我们就是那些依然过着这种自然生命的人,每当灵魂哪怕在短暂时刻摆脱与肉体及次级生命的关联而处于这种状态时,便是如此。

语法注2 条
  1. 3.127ἵνα μὴ ὡς ὁ Βοηθὸς οἰηθῶμεν τὴν ψυχὴν ὥσπερ τὴν ἐμψυχίαν ἀθάνατον μὲν εἶναι ὡς αὐτὴν μὴ ὑπομένουσαν τὸν θάνατον ἐπιόντα, ἐξισταμένην δὲ ἐπιόντος ἐκείνου τῷ ζῶντι ἀπόλλυσθαι.

    间接引语从句中的并列对比结构:不定词 ἀθάνατον μὲν εἶναι 与 ἀπόλλυσθαι 同受 οἰηθῶμεν 支配。前者由分词短语 ὡς αὐτὴν μὴ ὑπομένουσαν…(作为自身不承受临近的死亡)修饰,后者由 ἐξισταμένην δὲ…(但避让开去)修饰。ἐπιόντος ἐκείνου 是属格独立结构(当死临近时),支配与格补足语 τῷ ζῶντι(降临于活物)。

  2. 3.127ἄνευ δὲ τοῦ παθητικοῦ ... οὐδὲν νοεῖ ὁ ἀπαθὴς τῶν ὅσα δηλαδὴ μνημονευτά

    否定代词 οὐδὲν(没有任何东西)受部分属格短语 τῶν ὅσα δηλαδὴ μνημονευτά(在所有可记忆的事物中)的限定。因此该句并非指不受作用的理智“完全不思考任何事物”,而是指“在涉及记忆的事物中无所思考”。注疏者在紧接着的句子中明确指出 οὐ γὰρ δὴ ἁπλῶς ἀκουστέον τὸ οὐδὲν,从而印证了这一句法范围的限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:247.17-248.17