- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:246.14-247.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》卷三第五章中将能动理智称为不可毁灭且永恒之处(430a23),辛普利丘论证了这并非指超越性的理智,而是指我们自身灵魂的本质理智;他梳理了该论证的三段论结构,并阐明其与柏拉图基于自身运动确立灵魂不朽的论证完全一致。
" Καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀΐδιον. οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐθὲν νοεῖ." Ἐπιστῆσαι ἄξιον τῷ παντὶ λόγῳ, 〈ᾧ〉 θαρρῶν τὸν οὐσιώδη τῆς ψυχῆς νοῦν ἀθάνατον καὶ ἀΐδιον ἀποφαίνεται, ἵνα καὶ ταύτῃ τὴν πρὸς Πλάτωνα αὐτοῦ συμφωνίαν ἅμα θαυμάσωμεν καὶ τὴν τῶν κατὰ μέρος ἐπὶ πλέον ἐπεξεργασίαν, ὅσα ἐκεῖνος ὁλικώτερον καὶ συνοπτικώτερον ἀρχαιοπρεπῶς παρέδωκε. μὴ γὰρ ὅτι ἐπὶ μόνης τῆς συνεχοῦς καὶ μεριστῆς ἐντελεχείας τῷ τῆς κινήσεως χρώμενος ὀνόματι οὐκ ἀνέχεται αὐτὸ προσάπτειν ὡς οὐ μεριστῇ οὔσῃ τῇ ψυχῇ,1 ἐπεὶ μεταθέντι σοι τὸ ὄνομα τὸ αὐτοκίνητον ἐπὶ τὸ αὐτοζῶν καὶ αὐτοτελὲς καὶ αὐτοποιοῦν καὶ πάσχον ὁ πᾶς ἐντεῦθεν ὁρμώμενος φανήσεται λόγος.2 καὶ γὰρ καὶ παρ’ ἐκείνῳ διπλόην τινὰ τῆς ψυχῆς ἐμφαίνει τὸ αὐτοκίνητον· τοῦ μὲν μονίμου καὶ εἰδητικοῦ καὶ ποιητικοῦ αὐτῆς τὸ αὐτό, ᾧ καὶ ἐπὶ τῶν ἀκροτάτων εἴωθε χρῆσθαι εἰδῶν, τοῦ δὲ κινητοῦ τὸ παθητικὸν καὶ προϊὸν καὶ τελειούμενον καὶ ὁριζόμενον. ἐντεῦθεν οὖν καὶ ὁ Ἀριστοτέλης ὁρμώμενος τὸ ἐν τῇ ψυχῇ ποιητικόν, ὃ αὐτὸς ἐκεῖνος ἔφη χωριστὸν καὶ ἀπαθὲς καὶ ἀμιγές, δείκνυσιν ὡς ἀρχὴν καὶ αἰτιώδη καὶ τιμιωτέραν τῆς ὕλης καὶ παντὸς τοῦ γινομένου φύσιν (ἀντὶ γὰρ τοῦ γινομένου παντὸς ἡ ὕλη αὐτῷ εἴληπται), καὶ ἔτι ὡς τῇ οὐσίᾳ ὂν ἐνέργειαν διὰ τὴν εἰς εἶδος ἀμέριστον συναίρεσιν. ὅθεν ὅτι ἄυλον λαβὼν (μεριστὸν γὰρ πᾶν τὸ ἔνυλον) καὶ αὐτὸ πρὸς ἑαυτὸ ἐνεργοῦν, δείκνυσι τὸ ἄυλον πᾶν ἑαυτὸ νοοῦν. καὶ ἅμα νοοῦν τε καὶ νοητὸν ἐπιδείξας καὶ ἁπλοῦν, ὡς οὐ κατὰ μέρος νοοῦν καὶ νοούμενον ἀλλ’ ὅλον ἄμφω, ὅτι καὶ ἀθάνατον καὶ ἀΐδιον ἀπεφήνατο. τὸ γὰρ χωριστὸν καὶ ἁπλοῦν καὶ ἑαυτοῦ ὂν καὶ ἑαυτὸ ζωοῦν καὶ τελειοῦν, ὡς καὶ ἐν τῇ ἔξω ῥοπῇ δευτέρας ὑπερβλύζειν ζωάς τε καὶ οὐσίας, οὐ μόνον ἄδεκτον θανάτου τε καὶ φθορᾶς, ἀλλὰ καὶ προηγουμένως δείκνυται ζωῆς τε καὶ οὐσίας οἰστικὸν καὶ διὰ τοῦτο καὶ ἀθάνατον. ὥστε εἶναι τὸν πάντα συλλογισμὸν ὡς συντόμως συνθεῖναι τοιόνδε, δῆλον ὡς περὶ τῆς ἡμετέρας ἠρωτημένον ψυχῆς·3 ἐν τῇ ἡμετέρᾳ ψυχῇ οὐ τὸ πάσχον ἐστὶ μόνον ἀλλὰ καὶ τὸ ποιοῦν, ἀρχὴ καὶ αἴτιον τῶν γιγνομένων· ἔτι τὸ ποιοῦν ἐν τῇ ψυχῇ ἑαυτὸ νοεῖν δύναται καὶ τὴν ἐνέργειαν ἑνίζει τῇ οὐσίᾳ ἀμερίστως· τὸ ἄρχον καὶ αἴτιον τῶν γινομένων καὶ τὸ τῇ οὐσίᾳ ὂν ἐνέργεια χωριστόν ἐστι καὶ ἁπλοῦν· τὸ χωριστὸν καὶ ἁπλοῦν ἑαυτοῦ ἐστι καὶ οὐκ ἐν ἑτέρῳ· τὸ τοιοῦτον ἄδεκτον τοῦ ἐναντίου, ἀζωίας τε καὶ ἀνουσιότητος (οὔτε γὰρ ἐν ἑαυτῷ τὸ ἀντικείμενόν ποτέ τι δέξεται οὔτε ἐν ἑτέρῳ τὸ ἑαυτοῦ μόνως ὄν)· τὸ ποιοῦν ἄρα ἐν τῇ ψυχῇ θανάτου καὶ φθορᾶς ὂν ἄδεκτον ἀθάνατον ἀναγκαίως καὶ ἀΐδιον τυγχάνει ὄν, οὐ διὰ τὸ ἄδεκτον προηγουμένως, ἀλλὰ διὰ τό, ὡς εἴρηται, καὶ ἐν τῇ ἔξω ῥοπῇ πηγάζειν οὐσίας τε καὶ ζωὰς δευτέρας. ἃ δὴ πάντῃ, ὡς ἔφαμεν, συμφώνως τῇ Πλάτωνος ἐκ τῆς αὐτοκινησίας περὶ ψυχῆς ἀποδείξει τῷ Ἀριστοτέλει φιλοσοφεῖται. ὅτι γὰρ περὶ ψυχῆς, ἀλλ’ οὐ περὶ τοῦ μετεχομένου ὑπ’ αὐτῆς νοῦ οὐδὲ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ἀλλὰ καὶ περὶ ψυχῆς τῆς ἡμετέρας, καὶ ἤδη ὑπέμνησται ἡμῖν καὶ ἔτι ἐκ πλειόνων ἄν τις ἐπιστήσειεν.
“唯有这才是不死且永恒的。但我们并不记得,因为这一者是不受作用的,而被动理智是可毁灭的,并且没有这一者,就不能思考任何东西。” 值得注意他赖以断言灵魂的本质理智是不可毁灭且永恒的整个论证,以便我们在这方面也能赞叹他与柏拉图的一致,并同时赞叹他对具体细节的进一步详尽阐发,而柏拉图是以古风的方式,更具总体性和概括性地传授了这些事。因为即使他仅对连续且可分的实现使用“运动”这一名称,而不容许将其归于作为不可分的灵魂,也不要受此困扰;因为如果你将“自身运动的”这一名称替换为“自身生动的”、“自身完满的”以及“既自身能动又承受作用的”,那么由此出发的整个论证就会显明出来。因为在柏拉图那里,“自身运动的”也表明了灵魂的某种双重性:其中的“自身”表明了其稳固的、相状的和造作的部分(他也惯常将该词用于最高的诸相),而“运动的”则表明了承受作用的、前进的、被完成的和被规定的部分。因此,亚里士多德也由此出发,证明灵魂中造作的部分——他自己称其为可分离的、不受作用的且无混合的——乃是本原,也是具原因性且尊于质料和一切生成之物的自然本性(因为对他而言,质料是代替一切生成之物而被把握的),此外还表明它因聚合为不可分的相而在本质上即是现实活动。由此,由于他将它把握为非质料的(因为一切具质料之物都是可分的)且朝向自身施行活动,他便证明了一切非质料之物都在思考自身。并且,一旦表明了它既是思考者同时又是所思考者且是单纯的,并非部分地思考和被思考而是整体作为这两者,他就断言它也是不可毁灭且永恒的。因为分离的、单纯的、属于自身且使自身活泼和完满之物,以至于在向外的流注中还能溢出次级的生命与实质,它不仅不可接受死亡与毁灭,而且被首要地证明是带来生命与实质的,并因此也是不可毁灭的。因此,若要简要地加以组织,整个推论便是如下这般的,显然这是针对我们的灵魂而论证的:在我们的灵魂中,不仅有承受作用者,而且也有能动者,即生成之物的本原与原因;此外,灵魂中的能动者能够思考自身,并将活动不可分地与本质合一;作为生成之物的支配者和原因、且在本质上即是活动之物,是可分离且单纯的;可分离且单纯之物属于自身而不在他物之中;这样的事物不可接受其对立面,即无生命与无实质(因为任何事物都绝不会在自身中接受对立物,仅属于自身之物也绝不会在他物之中〔接受对立物〕);因此,灵魂中的能动者既然不可接受死亡与毁灭,便必然是不可毁灭且永恒的,这首要地不是因为其不可接受,而是因为如前所述,它即使在向外的流注中也能涌出次级的实质与生命。正如我们所说,亚里士多德在所有这些方面所作的哲学探究,都完全符合柏拉图基于自身运动对灵魂所作的证明。因为这里的论述是关于灵魂的,而不是关于被它分有的理智,更不是关于不可被分有的理智,而且还是关于我们的灵魂,这一点我们已经提醒过,并且人们还可以从更多的依据中予以注意。
- 3.127μὴ γὰρ ὅτι ἐπὶ μόνης τῆς συνεχοῦς καὶ μεριστῆς ἐντελεχείας τῷ τῆς κινήσεως χρώμενος ὀνόματι οὐκ ἀνέχεται αὐτὸ προσάπτειν ὡς οὐ μεριστῇ οὔσῃ τῇ ψυχῇ
由 μὴ γὰρ ὅτι ... οὐκ ἀνέχεται 引导的短语是一种省略性的劝阻惯用句式(省略了如 ταραττέτω 等主节动词,意为“不要因为……而困扰”)。后文紧跟的 ἐπεὶ 从句提供了排除这一表面矛盾的理由。
- 3.127μεταθέντι σοι τὸ ὄνομα ... ὁ πᾶς ἐντεῦθεν ὁρμώμενος φανήσεται λόγος
与格分词 μεταθέντι 与代词 σοι 构成表判断者/关涉的与格(dative of reference),带有条件从句的含义(“如果你替换……”)。主句主语为 ὁ πᾶς ... λόγος,谓语动词为 φανήσεται。
- 3.127ὥστε εἶναι τὸν πάντα συλλογισμὸν ὡς συντόμως συνθεῖναι τοιόνδε, δῆλον ὡς περὶ τῆς ἡμετέρας ἠρωτημένον ψυχῆς
ὥστε εἶναι 引导表结果的不定式结构。ὡς συντόμως συνθεῖναι 为插入性的独立不定式(“简要归纳而言”)。完成时分词 ἠρωτημένον 采用辩证法和逻辑学专业用法,指以推论/提问形式构建的论证,在性数格上修饰阳性单数宾格的 τὸν πάντα συλλογισμόν。
