- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:245.3-246.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德《论灵魂》430a19的引文,通过灵魂理智所具备的三重特征(兼具理性认知、带有有时不知解的潜能、并非永远分离而是在“被分离时”才得以现实化),论证了灵魂的理智与居上的超越理智之间的本质差异。
" Ἡ αὐτὴ δέ ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι· ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ· ἀλλ’ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ. χωρισθεὶς δέ ἐστιν μόνον τοῦθ’ ὅπερ ἐστί." Ἐν οἷς πρώτην ἐνδείκνυται διαφορὰν τὸ μὴ μόνον εἶναι νοῦν τὴν ψυχικὴν ἀκρότητα, ἀλλὰ καὶ λόγον· λογικὴ γὰρ γνῶσις ἡ ἐπιστήμη. καλεῖ δὲ ἐπιστήμην νῦν, ὃν ἐκάλει νοῦν, τῇ οὐσίᾳ ὄντα ἐνέργειαν, καὶ τὴν κατ’ ἐνέργειαν ἐπιστήμην τὴν αὐτὴν δεικνὺς τῷ ἐπιστητῷ, ὅπερ τὸ πρᾶγμα, ἀλλ’ οὐχ ὥσπερ τὸ ἐν αἰσθήσει εἶδος ἄλλο παρὰ τὸ αἰσθητόν. καὶ πάλιν ὁ τοῦ Πλάτωνος ἄριστος ἐξηγητὴς σαφηνίζει ἡμῖν καὶ ὅπως εἴρηται παρ’ ἐκείνου τὸ ὂν ἀεὶ “νοήσει μετὰ λόγου περιληπτόν”, ὡς ἅμα τε νοήσεως καὶ ἐπιστήμης τῆς ἀκροτάτης οὔσης ψυχικῆς γνώσεως. νοῦς δὲ ἁπλῶς ὁ ὑπέρτερος. αὕτη μὲν οὖν πρώτη διαφορὰ διὰ τὴν τοῦ λόγου πρὸς νοῦν ὕφεσιν καὶ τὴν τῆς γνώσεως πρὸς τὸ γνωστόν. καὶ ὥσπερ τὸ γενητόν, ὅταν ᾖ, ἀπολείπεται τοῦ ἀγενήτως ὄντος τῇ πρὸς τὴν δύναμιν τοῦ μὴ εἶναι συμπλοκῇ, οὕτω καὶ τὸ ποτὲ μὲν νοοῦν ποτὲ δὲ οὐ νοοῦν, καὶ ὅταν νοῇ, ἔχει τὴν τοῦ ποτὲ μὴ νοεῖν δύναμιν καὶ οὔτε τὴν νόησιν ἔχει οἵαν τὸ 〈ἀεὶ〉νοοῦν οὔτε τὴν πρὸς τὸ νοητὸν ἕνωσιν· τῆς γὰρ ἀκριβεστέρας νοήσεως καὶ ἕνωσις μείζων. ἔσται μὲν οὖν τῇ οὐσίᾳ ἐνέργεια καὶ ὁ ψυχικὸς νοῦς χωρισθείς, ἀλλ’ οὐχ ὡσαύτως τῷ ἀεὶ χωριστῷ. μήπω γὰρ χωρισθεὶς ὁ ἡμέτερος αὐτῇ τῇ ἀχωρίστῳ πρὸς δευτέραν γνώσει οὐδὲ τὴν ἐνέργειαν πρὸς τὴν οὐσίαν ἑνίζει τελέως καὶ ὅσον πέφυκεν, ἀλλ’ ἔτι ἀτελέστερον, ὅπερ δυνάμει ἔφη, ἐπειδὴ καὶ πέφυκε τελειοῦσθαι. προτέραν δὲ εἶναι χρόνῳ τὴν κατὰ δύναμιν ἐν τῷ ἑνί. τοῦτο δὲ ἐπὶ μὲν τῶν γενητῶν ἀληθέστατον· ἐκ γὰρ τοῦ ἀτελοῦς ἐπὶ τὸ τελειότερον πᾶσα γένεσις· διὸ τὸ ἀτελὲς πρότερον τῷ χρόνῳ, ὅπερ ἐστὶ τὸ δυνάμει ἐν τῷ ἑνὶ αὐτῷ τῷ γινομένῳ, ἐπεὶ ἐν τῷ προσεχεῖ αἰτίῳ τὸ ἐνεργείᾳ ἀνάγκη προυπάρχειν τοῦ ἐν τῷ γινομένῳ ὑπ’ αὐτοῦ δυνάμει. καλῶς οὖν τὸ ἐν τῷ ἑνὶ πρόσκειται. ἐπὶ δὲ τῶν ἀιδίων μέν, ποτὲ δὲ νοούντων καὶ αὖ ποτὲ μὴ νοούντων οὐδὲ ἐν τῷ ἑνὶ χρόνῳ πρότερον τὸ δυνάμει. τί γὰρ τοῦτο μᾶλλον ἢ τὸ ἐνεργείᾳ, διαδεχομένων ἀεὶ ἄλληλα; διὸ καὶ αὐτὸς ἐπὶ τῆς ψυχῆς οὐκ ἀξιοῖ χρόνῳ προτέραν εἶναι τὴν δύναμιν, ἀλλ’ ἐκεῖνο ἀληθῶς ὑπάρχειν τὸ ποτὲ μὲν νοεῖν αὐτήν, ποτὲ δὲ μὴ νοεῖν. καὶ γὰρ εἰ ἐν τῷ συνθέτῳ ἀνθρώπῳ ἡ δύναμις πρότερον, ἀλλ’ ὁ νοῦς οὗτος ἡ ψυχικὴ οὐσία χωριστὴ οὖσα, ὡς αὐτίκα ἐπάγει, ἅμα καὶ τρίτην διαφορὰν τοῦ ψυχικοῦ νοῦ πρὸς τὸν κρείττω παραδιδοὺς καὶ τῆς πρὸς τὸ γνωστὸν τῆς γνώσεως ταὐτότητος·1 χωρισθεὶς γάρ φησιν, 〈οὐκ〉 ἀεὶ χωριστός.2 ἀεὶ δὲ χωριστὸς ὡμολογημένως μὲν ὁ ἀμέθεκτος ὑπὸ ψυχῆς, πάντως δὲ καὶ ὁ μεθεκτός· οὐ γὰρ ἐκεῖνος τῆς ψυχῆς, ἀλλ’ αὕτη ἐστὶν ἐκείνου. ἐκεῖνος δὲ μένων ἐν ἑαυτῷ ἀρρεπῶς ἑαυτοῦ ἐξάπτει τὴν ψυχήν· αὕτη δὲ ἥ γε ἡμετέρα ἡ τῇ ῥοπῇ καὶ κλίσει δευτέρας προάγουσα ζωὰς καὶ συμπλεκομένη πρὸς αὐτὰς καὶ οὐ κατὰ τὴν μένουσαν μόνην, ἀλλὰ καὶ κατὰ τὴν ἀφισταμένην καὶ προϊοῦσαν αὐτῆς ζῶσα ζωήν, καὶ αὖθις χωριζομένη, ὅτε καὶ κατὰ μόνον τὸ ἑαυτῆς ἕστηκε μόνιμον, τοῦτο οὖσα, ὡς αὐτὸς ἔφη, μόνον ὅπερ ἐστίν, οὐχὶ δὲ καὶ ἄλλο τι, ὁποῖον ἦν τὸ ἐν τῇ προβολῇ γινόμενον νοοῦν, ὃ ἐν τῇ ἀχωρίστῳ ἦν ζωῇ. οὐκοῦν καὶ χωρισθεῖσα, καθ’ ὅσον καὶ ἀχωρίστως ποτὲ πέφυκε ζῆν, οὐδὲ τότε τὸ χωριστὸν ἕξει οἷον τὸ ἀεὶ χωριστόν. ᾗ οὖν τῷ χωριστῷ καὶ ἀΰλῳ ἕπεται τὸ ἑαυτὸ νοεῖν, ἡ δὲ ἑαυτοῦ νόησις τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, ᾗ τὸ χωριστὸν τοῦ ψυχικοῦ νοῦ ὑφεῖται τοῦ ἐν τῷ κρείττονι χωριστοῦ, ταύτῃ καὶ ἡ πρὸς τὴν οὐσίαν τῆς ἐνεργείας ἀπολειφθήσεται ἕνωσις.
“现实中的知识与事物自身同一;而潜能中的[知识]在个别事物中在时间上居先,但总体上在时间上甚至并不居先;但它有时知解,有时不知解。而当它被分离时,它仅仅是它本所是的东西。” 在这些话中,他指出的第一个差异在于:灵魂的最高峰不仅是理智,而且也是理性;因为知识是一种理性的认知。而他如今将此前称为理智者——即在其实体上是现实者——称为“知识”,并表明现实中的知识与可知的事物即事物自身是同一的,然而并非如同感觉中的形式有别于感觉对象那样。柏拉图最优秀的诠释者[亚里士多德]再次向我们澄清了,那位哲人[柏拉图]所说的永远存在者“通过伴随理性的知解来把握”是在何种意义上被言说的,这是依据最高峰的灵魂认知既是知解同时也是知识。然而单纯被称为理智的,则是更居上的[理智]。因此,这第一个差异是由于理性相对于理智的从属性,以及认知相对于被认知对象的[从属性]。 正如生成之物在存在时,因与不存之潜能的交织而逊色于无生成地存在者那样,有时知解而有时不知解者即使在知解时,也拥有有时不知解的潜能,既不拥有如同[永远]知解者那样的知解,也不拥有与可知解者的合一;因为更精确的知解伴随着更大的合一。因此,灵魂的理智在被分离时,在其实体上也将是现实,但并不如同永远分离者那样。因为我们这尚未被分离的理智,恰恰因其与第二位〔认知〕不可分离的认知,甚至未曾将现实与其实体完全且依其本性之极限地结合在一起,而是仍以较不完全的方式结合,这就是他所说的“在潜能中”,因为它生来是能够得以完善的。 而[他说]潜能中的[知识]在个别事物中在时间上居先。这在生成的事物中是极其真实的;因为一切生成都是从不完全者走向较完全者;因此不完全者在时间上居先,这也就是在生成出来的当个事物中处于潜能中的状态,因为在近因之中,现实必然先于由它所生成之物中的潜能而预先存在。因此,“在个别事物中”这一附加语是恰当的。然而在那些永恒但有时知解而有时又不知解的事物上,潜能甚至在个别事物中也不在时间上居先。因为在二者始终相互轮替的情况下,凭什么说这一者[潜能]比现实更居先呢?因此,关于灵魂,他自己也不认为潜能是在时间上居先的,而是认为“有时知解、有时不知解”这一事实真实地属于它。 因为即使在复合的人之中潜能是居先的,但这理智作为可分离的灵魂实体——正如他紧接着所补充的,同时传授了灵魂理智相对于更优越理智的第三个差异,以及知识与可知对象之同一性[的差异]——他说的是“被分离时”,[而非]“永远分离的”。公认永远分离的,固然是那不被灵魂分有的[超越理智],但在一切情况下被分有的[理智]也是如此;因为并非那[理智]属于灵魂,而是灵魂属于那[理智]。而那[理智]毫无偏斜地停留于自身之中,将灵魂系于自身;而我们这灵魂则因倾斜与屈折而引出第二位的诸生命并与它们交织在一起,不仅依其停留的生命而生活,而且也依其从自身脱离和流出的生命而生活,且当它再次被分离时,它仅仅依其自身常驻的方面而立,正如他自己所说,仅仅是它本所是的东西,而非别的某种东西,如同此前在投射中生成并处于不可分离的生命之中的知解者那样。因此,即便在被分离时,在它生来具有在某些时刻以不可分离方式生活之本性的限度内,它在那时也不会拥有如同永远分离者那样的分离性。因此,既然知解自身随可分离且无质料而来,而对自身的知解在其实体上是现实,那么在灵魂理智的可分离性逊色于更优越[理智]中的可分离性的限度内,现实相对于实体的合一同样将有所欠缺。
- 3.126ἅμα καὶ τρίτην διαφορὰν τοῦ ψυχικοῦ νοῦ πρὸς τὸν κρείττω παραδιδοὺς καὶ τῆς πρὸς τὸ γνωστὸν τῆς γνώσεως ταὐτότητος
分词 παραδιδούς 的宾语是 διαφορὰν,其下并列修饰了两个属格短语:(1) τοῦ ψυχικοῦ νοῦ πρὸς τὸν κρείττω 与 (2) τῆς πρὸς τὸ γνωστὸν τῆς γνώσεως ταὐτότητος。意即同时传达了“灵魂理智相对于更优越理智的差异”,以及“知识与被知事物之同一性方面的差异”。
- 3.126καὶ γὰρ εἰ ἐν τῷ συνθέτῳ ἀνθρώπῳ ἡ δύναμις πρότερον, ἀλλ’ ὁ νοῦς οὗτος ἡ ψυχικὴ οὐσία χωριστὴ οὖσα, ὡς αὐτίκα ἐπάγει, ἅμα καὶ τρίτην διαφορὰν τοῦ ψυχικοῦ νοῦ πρὸς τὸν κρείττω παραδιδοὺς καὶ τῆς πρὸς τὸ γνωστὸν τῆς γνώσεως ταὐτότητος· χωρισθεὶς γάρ φησιν, 〈οὐκ〉 ἀεὶ χωριστός.
在由 καὶ γὰρ εἰ(“因为即使……”)引导的让步从句之后,主句以 ἀλλ’ ὁ νοῦς οὗτος 开始,但缺少主述动词而形成破格(anacoluthon)。在插入了说明第三个差异的修饰成分及分词 παραδιδούς(主格阳性单数,指亚里士多德)之后,结构直接接续到原因分句 χωρισθεὶς γάρ φησιν(“因为他说‘被分离时’”)。其逻辑内核在于:即使复合的人之中潜能居先,由于这一知性是可分离的,亚里士多德才说“被分离时”,而非“永远分离”。
