- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:244.8-245.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘依据亚里士多德的用语解释了为何流出的理智被称为“理智”却不被称为“可知解者”,进而辨明了灵魂中停留的理智与流出的理智的关系,并过渡到探讨灵魂理智与超越理智之差异的论题。
ἑτέρῳ δέ,1 τί δή ποτε ὁ προελθὼν νοῦς οὐχὶ καὶ νοητός ἐστιν ὥσπερ νοῦς, εἴ γε τὸ νοητὸν τῷ νῷ πάντως ὑπάρχει, κἂν μὴ τῷ νοητῷ πάντως ὁ νοῦς. πῶς οὖν νοῦν μὲν αὐτὸν προσαγορεύει, οὐχὶ δὲ νοητὸν τίθεται, ἐπειδὴ καὶ ἐγγίνεσθαι αὐτῷ τὰ εἴδη βούλεται, ἅπερ ἐστὶ τὰ νοούμενα, ὡς νοῦν μὲν εἶναι καθ’ αὑτόν, νοητὸν δὲ ἐπικτήτως; ἢ πρὸς μὲν τοῦτο ῥητέον καὶ ἤδη εἴρηται, ὡς ὁ προϊὼν ἔτι μὲν ἀτελὴς ὢν οὔτε νοῦς ἦν ἐνεργείᾳ οὔτε νοητός, ἑκάτερον δὲ δυνάμει καὶ πρὸς ἄμφω τελειούμενος ἑτέρωθεν ἐκ τοῦ οὐσιώδους· ὁ δὲ τελειωθεὶς καὶ νοῦς ἦν καὶ νοητὸς κατὰ τὸ δεύτερον δυνάμει,2 ὡς καὶ ἐνεργεῖν ποτε καὶ νοεῖν αὐτὸν δι’ ἑαυτοῦ δυνατός, ἀλλὰ παθητικὸς ὢν διὰ τὴν ὑφ’ ἑτέρου τελείωσιν. συμπρόεισιν οὖν τῷ νῷ καὶ τὸ σύστοιχον αὐτῷ νοητὸν καὶ ὁμοῦ τελειοῦται. ἀλλ’ ὁ φιλόσοφος προκρίνων τῇ ἰδιότητι τὸ νοητὸν τοῦ νοῦ, εἴ γε τὸ μὲν οὐσίας ἐμφαντικόν, ὁ δὲ μᾶλλον ἐνεργείας, καὶ εἴ γε τὸ μὲν ἐφετόν ἐστι τῷ νῷ, ὁ δὲ ὡς πρὸς τέλος αὐτὸ ἵεται, εἰ καὶ τὸ τοῦ νοῦ ἐπὶ τοῦ ἀτελοῦς προσίεται ὄνομα, ἀλλ’ οὔτι γε τὸ τοῦ νοητοῦ· τοῦτο δὲ μᾶλλον τοῖς μένουσι καὶ τελειοῦσιν ἀποδίδωσιν εἴδεσι καὶ τοῖς ἐν τῷ προελθόντι τελειωθεῖσιν, ἃ καὶ ἐγγράφεσθαι λέγει, οὐ τὰ ἀτελῆ καὶ δυνάμει, ἀλλὰ τὰ τέλεια καὶ ἐνεργείᾳ ἤδη. τὸ δὲ πρότερον τῶν εἰς ἐπίστασιν ἡμῖν ἤδη προτεθέντων ἱκανῶς, οἶμαι, καὶ πρότερον διήρθρωται. ἡ οὐσία ἡ ψυχικὴ μένει μὲν ἀκραιφνὴς ἐν τῇ καθαρᾷ πρὸς ἑαυτήν τε καὶ πρὸς τὰ ἄκρα ἑνώσει, ποτὲ δὲ ἐκλύουσα τὴν ἕνωσιν καὶ ἐξισταμένη ἑαυτῆς τῇ πρὸς τὰ δεύτερα ῥοπῇ μένει μέν, ἵνα καὶ ᾖ, οὐκέτι δὲ ἀκραιφνής, ὡς ἤδη καὶ δευτέρας ἀφ’ ἑαυτῆς προβαλλομένη ζωάς, αὐτῇ τε τῇ τούτων προβολῇ μείνασα ἥτις ἦν3 καὶ ἔτι μᾶλλον τῇ πρὸς αὐτὰς ἐπικλίσει. οὐσία δὲ καὶ ἡ δευτέρα ζωή, ἐπεὶ καὶ ἡ ἐσχάτη· ἀλλ’ ἐκείνη καὶ λογικὴ καὶ νοερὰ δυνάμει, δευτέρα δὲ ὅμως τῆς προαγούσης, ᾗ τὸ αἰτιατὸν τοῦ αἰτίου ὑφεῖται καὶ ᾗ τοῦ πῇ μένοντος τὸ προελθὸν ὅλον4 καὶ ᾗ τὸ κατὰ δύναμιν τελειούμενον καὶ ἑτέρωθεν τοῦ κατ’ ἐνέργειαν καὶ ὑφ’ ἑαυτοῦ. διὸ καὶ τοῦτο μὲν οὐδέποτε εἰς ἐσχάτην ἐκπίπτει ἀτέλειαν, ἀλλ’ εἰς κεχαλασμένην τελειότητα· τὸ δὲ προϊὸν καὶ πάντῃ ποτὲ γίνεται ἀτελές. καλῶς ἄρα διττὸς ἡμῖν ὁ τῆς ψυχῆς παραδέδοται νοῦς, ὅ τε μένων καὶ ὁ προϊών, καὶ οὗτος ἢ ἀτελὴς ἢ τέλειος, καὶ ὁ μένων δὲ ἢ παντελῶς μένων ἢ πῇ. ἐπεὶ δὲ ταῦτα διήρθρωται, νῦν ὅπως τὸ διάφορον τοῦ κατὰ τὸ ἀκρότατον τῆς ψυχῆς οὐσιωμένου νοῦ πρὸς τὸν κρείττονα τόν τε μετεχόμενον καὶ τὸν ἀμέθεκτον παραδίδωσιν ὁ φιλόσοφος, ἐπειδὴ τὴν κοινωνίαν ἐθεώρησε κατὰ τὸ χωριστὸν καὶ ἀπαθὲς καὶ ἀμιγὲς καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργειαν, ἐπακούσωμεν.
其次则是,究竟为何流出的理智不也如同是理智那样同样是可知解的,假使可知解者确实必定属于理智,即便理智并不必定属于可知解者。那么,既然他也主张诸形式——即那些被知解的事物——是在它之中生成的,以至于它依自身是理智,而作为可知解者则是后天获得的,那他为何称它为理智,却不将它置为可知解者呢?抑或对此应当说——并且已经说过——流出的理智在仍不完全时,既非现实中的理智,亦非可知解者,而是在潜能中作为二者,且从别处、从实体性的[理智]那里朝向二者得以完善;而那得以完善的[理智]则是在第二种潜能意义上既是理智又是可知解者,能够有时也在活动中并通过自身知解自身,但因由另一者完善而是受动的。因此,与理智相对应的可知解者也同它一道流出,并一同得以完善。然而哲学家在其特有属性上将可知解者置于理智之上——假使前者指示实体,而后者则更多指示活动,又假使前者是理智渴求的对象,而后者则将它作为目的朝其奋进——哪怕他在不完全的事物上接纳了“理智”这一名称,却绝不接纳“可知解者”的名称;相反,他将这一名称更多赋予那些停留且使之完善的形式,以及那些在流出者之中得以完善的形式,关于这些形式他也说是被铭刻的,它们并非不完全的和潜能中的,而是已经完全且在现实中的。 而在先前提出来供我们考察的那些问题中的前一个,我想先前也已经得到了充分的辨析。灵魂的实体在与自身以及与最高事物的纯粹结合中保持着纯真;但有时它松弛了这一结合,并通过朝向第二位事物的倾斜而脱离自身,一方面它保留着,以便它仍能存在,但不再纯真,如同它已经从自身投射出第二位的诸生命那样,因这些[生命]的投射本身,且更因朝向它们的倾斜,[不再]保留它曾经所是的样态。第二位的生命也是一种实体,因为哪怕最低等的生命也是实体;但那[第二位的生命]在潜能中既是理性的也是理智的,然而相对于在先引领者而言仍是第二位的,其方式正如同结果从属于原因,完全流出者[从属于]以某种方式停留者,依潜能且由别处得以完善者[从属于]依现实且由自身[得以完善者]。正因如此,这[在先者]绝不堕入最终的不完全之中,而是堕入一种松弛了的完全之中;而那流出者则有时也会变得全然不完全。 因此,属于灵魂的理智作为双重者被传授给我们是恰当的:既有停留者也有流出者,而后者或是不完全的或是完全的,停留者也是全然停留或以某种方式[停留]。既然这些已被辨析清楚,那么哲学家在依可分离、无受动、不混杂以及在其本性上是现实观照了它们的共通性之后,如今是如何传授依灵魂之最高峰得以实体化的理智与那更优越的理智——既包括被分有的理智也包括不可分有的理智——之间的差异的,让我们来听一听。
- 3.125ἑτέρῳ δέ
该与格短语与上一节末尾的 ἑνὶ μέν(“其一”)相呼应,作前文劝勉虚拟语气动词 ἐπιστήσωμεν(“让我们注意”)所支配的对象(“对于另一[问题]”)。
- 3.125κατὰ τὸ δεύτερον δυνάμει
这一副词性限定短语指与第一潜能相对的“第二潜能”(即已获得知识或状态的成德/hexis),用以说明完善后的理智处于能够现实化知解自身的状态。
- 3.125αὐτῇ τε τῇ τούτων προβολῇ μείνασα ἥτις ἦν
前文 οὐκέτι δὲ ἀκραιφνής(“不再纯真”)中的否定词 οὐκέτι 承前延伸至分词短语 μείνασα ἥτις ἦν(“保留其原本所是的样态”),意为“因这些生命的投射本身……[不再]保留其原本的状态”。两个原因与格短语 αὐτῇ... τῇ προβολῇ 与 τῇ... ἐπικλίσει 表明了灵魂实体失去纯真状态的原因。
- 3.125ᾗ τοῦ πῇ μένοντος τὸ προελθὸν ὅλον
第一分句 ᾗ τὸ αἰτιατὸν τοῦ αἰτίου ὑφεῖται(“结果从属于原因的方式”)中的动词 ὑφεῖται(“从属于/劣于”)在随后的两个并列 ᾗ 引导的分句(ᾗ τοῦ πῇ μένοντος... 及 ᾗ τὸ κατὰ δύναμιν τελειούμενον...)中被省略。属格 τοῦ πῇ μένοντος 由该省略的动词所支配,表比较对象。
