- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:243.7-244.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对430a17的经文,细致考察了能作理智“可分离”、“无受动”、“不混杂”与“本性上是现实”这四种属性,阐明它们如何适用于灵魂的实体性理智及其相对于更高理智与流出理智的超越地位。
" Καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς τῇ οὐσίᾳ ὢν ἐνέργεια. ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης." Τὸ χωριστὸν ἐπὶ τοῦ προκειμένου νῦν εἰς θεωρίαν νοῦ οὐ τὸ ἀεὶ κεχωρισμένον ἀκουστέον (ἐπάξει γοῦν περὶ αὐτοῦ “χωρισθεὶς δέ ἐστιν μόνον τοῦτο ὅπερ ἐστίν”, ὡς ποτὲ χωριζομένου), ἀλλ’ ὡς ποτὲ μὲν ἤδη κεχωρισμένου πάσης τῆς ἔξω τεινομένης ζωῆς ἢ παρεσκευασμένου πρὸς χωρισμόν·1 ἑκατέρως γὰρ καὶ χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς καὶ τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, καὶ ὡς ἤδη πρὸς τὰ εἰλικρινῆ τοιαῦτα ἐπειγόμενός πως ἢ κατ’ αὐτὰ ἑστώς. ἀλλὰ χωριστὸς μὲν οὐ πρὸς σῶμα μόνον οὐδὲ πρὸς μόνας τὰς σωματοειδεῖς λέγεται ζωάς, ἀλλὰ καὶ πρὸς τὰς λογικὰς τάς τε πρακτικὰς καὶ τὰς κατὰ προβολὴν θεωρητικὰς ἐν τῇ τούτων ἀποστάσει. ἀπαθὴς δὲ ὡς οὐχ ὑφ’ ἑτέρου οὐδὲ δι’ ἑτερότητος οὐδὲ κατὰ μέθεξιν, ἀλλ’ αὐτὸς ὑφ’ ἑαυτοῦ κατ’ ἐνέργειαν ἢ τελειούμενος ἢ ἤδη ὢν τέλειος· καὶ γὰρ εἰ καὶ ὑπὸ τοῦ κρείττονος νοῦ, ἀλλ’ οὐκ ἀποσπασθείς, συμφυεὶς δὲ αὐτῷ καὶ ἑνωθεὶς κατὰ τὴν ἄκραν ἑαυτοῦ οὐσίαν, ἵνα καὶ ἄριστα τῷ τελειοῦντι ἑνῶται καὶ ὅπερ τὸ τελειοῦν γινόμενος ἱκανὸς καὶ ἑαυτὸν ᾖ τελειοῦν. χωριστὸς μὲν οὖν ἔσται κατ’ οὐσίαν τῶν ὧν μὴ δεῖται πρὸς τὸ εἶναι ἢ ἐνεργεῖν, κἂν ἔτι συναναφύρηταί πως αὐτοῖς, ὡς ῥοπῇ τινι αὐτὰ ὑφιστῶν. ἀμιγὴς δὲ ὁ μηδὲ ὁπωσοῦν συμπλεκόμενος ἢ ὁ πεφυκὼς καὶ σπεύδων πρὸς τοῦτο. τῇ δὲ οὐσίᾳ ὢν ἐνέργεια διὰ τὴν ἀμέριστον πρὸς ἑαυτὸν στροφήν, οὐδὲ τὴν ἐνέργειαν τῆς οὐσίας ἀφιεῖσαν,2 ἵνα καὶ ἡ οὐσία ᾖ ἐνέργεια καὶ ἡ ἐνέργεια οὐσία. εἰ γὰρ καὶ ὁ προϊὼν νοῦς, ὅταν ἑαυτὸν νοῇ, ὁ αὐτός ἐστι τῷ νοητῷ, τουτέστιν ἑαυτῷ, καὶ τῇ οὐσίᾳ ἡ ἐνέργεια (ἡ γὰρ οὐσία ἦν νοητή, τὸ δὲ νοεῖν ἐνέργεια), πόσῳ μειζόνως ὁ μένων ὅλος ἐν ἑαυτῷ καὶ μηδὲ ἀφ’ ἑαυτοῦ μηδὲ τῶν ὑπερτέρων ἐξιστάμενος. ὅθεν καὶ ποιητικόν ἐστι διὰ τὴν πρὸς τὰ ἄριστα ἕνωσιν τοῦ δι’ ἑτερότητα προϊόντος3 καὶ ὡς ὑφ’ ἑτέρου τελειουμένου καὶ διὰ τοῦτο πάσχοντος, καὶ ἀρχὴ ὡς αἰτία τελειωτικὴ τοῦ δυνάμει, ὅπερ ἡ ὕλη, τιμιωτέρα οὖσα δηλαδὴ ὡς κρείττων καὶ κρείττω διὰ τοῦτο ἴσχουσα καὶ τὴν ἕνωσιν. καὶ τί ἄν τις διαφέρειν εἴποι τοῦ ἀληθοῦς νοῦ, εἰ πρὸς τοῖς ἄλλοις εἴη καὶ τῇ οὐσίᾳ ὢν ἐνέργεια ὁ ψυχικὸς νοῦς; ἢ ὥσπερ ὁ παθητικὸς νοῦς ὁ ἔτι ἀτελὴς κατὰ τὴν ἀπάθειαν καὶ τὴν δύναμιν παρεβάλλετο μὲν τῷ αἰσθητικῷ, ᾗ δὲ διέφερε διωρίζετο ὕστερον, οὕτω καὶ ἐπὶ τοῦ ἀκροτάτου τῆς ψυχῆς νοῦ παραβαλλομένου μὲν πρὸς τὸν ὑπέρτερον κατηγορεῖ τὰ εἰρημένα, ὅσα πρώτως τῷ θειοτέρῳ προσήκει νῷ, διὰ δὲ τὴν πρὸς αὐτὸν σύμφυσιν καὶ τῷ οὐσιώδει τῆς ψυχῆς δευτέρως, τὸ δὲ διάφορον ἐφεξῆς ἐπιφέρεται. ἀλλὰ τέως ἐκείνοις ἐπιστήσωμεν· ἑνὶ μέν, τίνι διοίσει ὁ χωριστὸς οὗτος τῆς ψυχῆς νοῦς ὑμνούμενος, εἴπερ καὶ αὐτὸς πρόεισι, τοῦ προϊόντος· διὰ τί γὰρ μὴ εἷς ὁ καὶ μένων καὶ προϊών;
“而这一理智是可分离的、无受动的、不混杂的,在其本性上是现实。因为能作者总是比受动者更为可尊,本原也比质料更为可尊。” 在眼下被提出来供观照的理智上,“可分离”不应被理解为“始终被分离的”(无论如何,他将关于它补充道:“而当被分离后,它仅仅正是它所是的东西”,好像是在某一时刻被分离的那样),而是应当理解为:它在某一时刻已经从向外延伸的一切生命中被分离出来,或是为分离做好了准备;因为在这两种方式下,它都是可分离的、无受动的、不混杂的,并且在其本性上是现实,无论它是作为以某种方式已经向着这般纯真之物急驰而去者,还是作为依循它们而确立者。但说它“可分离”,不仅是相对于身体而言,也不仅是相对于有形的诸生命而言,而且在脱离理性生命时,也是相对于理性的实践生命以及依投射而成的观照生命而言的。说它“无受动”,是由于它并非被另一者所致,亦非通过相异性,亦非依分有,而是它自身在现实中被自身所完善,或者说它已经是完全的;因为即便它也受到更胜一筹的理智的[完善],却绝非与那理智相撕裂,而是依其自身最崇高的实体与那理智融为一体并相结合,以便最完美地与那完善者结合,并通过成为那完善者自身而有能力使自身得以完善。因此,在实体上,它将是可从那些它为了存在或活动所不需要的事物中分离的,即便它仍以某种方式与它们相混杂,如同通过某种倾斜而使它们得以确立那样。而“不混杂的”,则是指那绝不以任何方式交织在一起的,或者是自然具有此种倾向并朝此奔赴的理智。至于“在其本性上是现实”,则是由于向着自身的不可分的旋回,这一旋回绝不把活动从实体中剥离,以使实体成为活动,活动成为实体。因为,向外流出的理智在其知解自身时,既然与可知解者——也就是自身——同一,且活动与其实体同一(因为其实体本是可知解的,而知解则是活动),那么那整个地保留在自身之中、既不脱离自身也不脱离更高事物之理智,难道不更是如此得多吗?由此,凭借与最完善者的结合,对于那因相异性而流出、作为被另一者完善并因此受动的事物而言,它也就是能作的;并且作为使潜能之物得以完善的原因,它也是作为质料的潜能之物的本原,显然,由于它更优越,并因此拥有更优越的结合,因而它更为可尊。而且,假使在其他属性之外,属于灵魂的理智在其本性上也是现实的话,人们还能说它与真正的理智有何区别呢?抑或,正如同那仍不完全的受动理智,在无受动性和潜能方面虽然被拿来与感知能力相对比,但在何处有别则是后来加以限定的,同样,在灵魂的最崇高理智与更上层的理智相对比时,他述说了所言的那些属性——凡原初地属于更具神性的理智,但因与其相融合而第二位地也属于灵魂的实体性理智的属性,而其差异性则是在后文中被引出的?不过眼下让我们注意那些问题:其一,如果这一受赞美的灵魂的可分离理智自身也流出的话,它与流出的理智有何区别?因为,为何既停留又流出者不是一个呢?
- 3.125ἀλλ’ ὡς ποτὲ μὲν ἤδη κεχωρισμένου πάσης τῆς ἔξω τεινομένης ζωῆς ἢ παρεσκευασμένου πρὸς χωρισμόν
在由动形容词 ἀκουστέον(“应当理解为”)所统摄的句式中,ὡς 搭配属格分词(κεχωρισμένου, παρεσκευασμένου),与前文的 οὐ τὸ ἀεὶ κεχωρισμένον 形成对比。这些属格分词在句法上与先行的 νοῦ 保持一致,从语义上补充指明该理智被设定的状态。
- 3.125οὐδὲ τὴν ἐνέργειαν τῆς οὐσίας ἀφιεῖσαν
阴性单数宾格分词 ἀφιεῖσαν 修饰紧邻的名词 στροφήν(“转向、旋回”)。它表明灵魂朝向自身的这种反观旋回并不使活动脱离实体,从而保持了实体与活动的同一性。
- 3.125ὅθεν καὶ ποιητικόν ἐστι διὰ τὴν πρὸς τὰ ἄριστα ἕνωσιν τοῦ δι’ ἑτερότητα προϊόντος
形容词 ποιητικόν(“能作的、制作的”)支配属格短语 τοῦ δι’ ἑτερότητα προϊόντος 作为其宾格性属格,意即“对于因相异性而流出之物具有能作性/是后者的制作者”。
