← 辛普里丘

亚里士多德《论灵魂》注释

§241.27-243.6

能作与质料的类比及能动理智如光之喻

辛普里丘开启对亚里士多德《论灵魂》卷三第5章(430a10–14)的文本逐字注释,阐明质料与能作因的二分如何依类比适用于灵魂向外投射的受动生命与能作生命。进而解释为何制作一切的理智不仅被比作技艺,还被比作“光”和“状态(hexis)”,揭示其与次等生命内在交织而又超越自立的辩证关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.123

" Ἐπεὶ δ’ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν ὕλη ἑκάστῳ γένει (τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δὲ τὸ αἴτιον καὶ ποιητικόν, τῷ ποιεῖν πάντα, οἷον ἡ τέχνη πρὸς τὴν ὕλην πέπονθεν, ἀνάγκη καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς." Οὐ κοινότερον νῦν ἀντὶ πάσης οὐσίας εἴληπται ἡ φύσις (οὐ γὰρ ἐν πάσῃ οὐσίᾳ τὸ ποιεῖν καὶ πάσχειν, ἵνα καὶ ἐν πᾶσιν ἀνάλογον ᾖ τι τῇ ὕλῃ καὶ τῷ ποιοῦντι), ἀλλ’ ἡ ἰδίως κινήσεως καὶ ἠρεμίας ἀρχὴ ὁρισθεῖσα. ἐν γὰρ τοῖς κατ’ αὐτὴν ὑφισταμένοις καὶ τοῖς εἰς ταῦτα ῥέπουσι τὸ ποιεῖν καὶ πάσχειν ἥ τε ὕλη καὶ τὸ ποιοῦν, κυρίως μὲν ἐπὶ τῶν ἐν γενέσει, κατὰ ἀναλογίαν1 δὲ καὶ ἐπὶ τῶν οὐρανίων καὶ ἐπὶ τῆς ἡμετέρας ψυχῆς, ὅταν εἰς τὴν φύσιν προΐῃ (περὶ ἧς καὶ τῷ φυσικῷ ὁ λόγος), ὡς ὅταν γε ἐν ἑαυτῇ καθαρῶς μένῃ, αὐτή τε μένει ὑπερφυὴς οὔτε ποιοῦσα ἢ πάσχουσα οὔτε ἔχουσά τι ἀνάλογον τῇ ὕλῃ οὔτε τῷ φυσικῷ οὖσα θεωρητή, ἀλλὰ τῷ περὶ τὰ μετὰ τὰ φυσικὰ φιλοσοφοῦντι, ὡς αὐτὸς ἐν τῇ Περὶ τῶν ζῴων μορίων εἴρηκεν. καὶ ἐν προοιμίοις παρατέθειται ἡμῖν τὸ ταῦτα δηλοῦν ῥητόν. ὅτε τοίνυν εἰς τὴν φύσιν ῥέψασα ἡ ἡμετέρα ψυχὴ προβάλλεται ἐν ἑαυτῇ δευτέρας ζωὰς καὶ ἀφ’ ἑαυτῆς, οὐ μείνασα ἔτι ἀκραιφνὴς οἵα περ ἦν, τὸ μέν τι ἕξει παθητικὸν τὴν προϊοῦσαν ἔξω ζωήν, τὸ δὲ ποιητικὸν τὴν προάγουσαν. καὶ ὕλη μὲν ἐκείνη οὐχ ἁπλῶς (οὐδὲ γὰρ οἵα ἡ σωματοειδής), ἀλλ’ ὡς αὐτὸς ἔφη τῷ γένει, τουτέστι κατὰ ἀναλογίαν· αἰτία δὲ τῷ ποιεῖν ἡ προάγουσα, ὡς εἰς ἕτερόν τι καὶ τοῦτο δυνάμει καὶ γινόμενον τὴν ἑαυτῆς ἐκτείνουσα ἐνέργειαν.2 καὶ γὰρ ἡ μὲν τῷ πάντα γίνεσθαι ἡ δὲ τῷ πάντα ποιεῖν, ὅσα δηλαδὴ ἐν τῇ νοητικῇ ψυχῇ τῇ ἔξω προϊούσῃ ἐγγίνεται εἴδη· ταῦτα μὲν γὰρ αὐτὴ πάσχει, ποιεῖ δὲ ἡ προβάλλουσα. καὶ εὖ τε τῷ μὲν ποιοῦντι τὴν τέχνην τῷ δὲ πάσχοντι τὴν ὕλην ἀφομοιοῖ, ἐπειδὴ τέχνη κυρίως ἡ περὶ τὰ ἔνυλά ἐστι ποιητικὴ κατὰ λόγον τῆς ψυχῆς ἕξις.

“然而,正如在整个自然中,就每一个属而言,一方面有作为质料的某种东西(这也就是在潜能上是所有那些事物的东西),另一方面有作为原因和能作的另一东西,通过制作一切事物,如同技艺对质料所具有的关系那样,在灵魂中也必然存在这些差异。” “自然”一词在这里并不是在更一般的意义上代替一切实体而被采用的(因为并非在一切实体中都存在能作与受动,以致在所有事物中也有某种与质料和能作者相类比的东西),而是被严格定义为运动和静止之本原的自然。因为能作与受动、质料与能作者,存在于依自然而立的事物以及倾向于这些事物的事物之中,在生成之物的情形中是本然地存在,而在属天之物以及当我们的灵魂流向自然时的我们灵魂的情形中则是依类比而存在(关于这种灵魂也是自然哲学家的论题)。因为当它纯粹地保持在自身之中时,它自身是超自然的,既不作也不受,没有任何与质料相类比的东西,也不是自然哲学家的观照对象,而是如他自己在《论动物各部分》中所说的那样,属于探究物理事物之后的事物的哲学家的对象。并且揭示这些事情的文句已由我们在序言中引述。因此,当我们的灵魂向自然倾斜,在自身之中并从自身投射出次等生命时,它由于不再如其所是那样保持纯真,就会把向外流出的生命作为某种受动者,而把推进的生命作为能作者。前者并非简单意义上的质料(因为绝不是像有形身体那样的质料),而是正如他自己所说,是在属上的质料,也就是依类比而言;而推进的生命由于制作而是原因,如同把自身的活动延伸到某一别的事物上,而这别的事物既在潜能中又在生成之中。因为前者是通过成为一切事物,而后者是通过制作一切事物,也就是凡在向外流出的知解灵魂中所生成的诸形式;因为前者承受这些形式,而投射的生命制作它们。并且他把技艺比作能作者,把质料比作受动者,是很恰当的,因为技艺在本然意义上乃是灵魂关于含质料事物的、依循理路的能作状态。

§3.124

"Καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίγνεσθαι." Ὁ τοιοῦτος ὁ ὡς ὕλη· πρὸς γὰρ τὸ ἔσχατον ἀποδίδοται· καὶ ὅπως ὡς ὕλη, ἐδήλωσεν, ὅτι τῷ πάντα γίγνεσθαι. ὁ δὲ τῷ πάντα ποιεῖν ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. ἐπειδὴ καὶ ἡ προάγουσα τὰς δευτέρας ζωὰς οὐσία τῆς ψυχῆς οὐκ ἔξω που ἐκτίθεται, ἀλλ’ ἐν ἑαυτῇ ταύτας ἀναδέχεται καὶ οὐ μένει πάντῃ αὐτῶν κεχωρισμένη, ἀλλὰ καὶ αὐτὴ συμπλέκεται αὐταῖς καὶ ἐκείνων πως γίνεται, καλῶς ἕξει καὶ φωτὶ ταύτῃ ἀπεικάζεται, ὥσπερ διὰ τὸ ἐξῃρημένον τῇ τέχνῃ πρότερον. ἐν γὰρ τῷ ῥέπειν εἰς τὰ δεύτερα καὶ μένει πως ἐν ἑαυτῇ καὶ πρόεισιν ἀφ’ ἑαυτῆς, ὡς ἤδη εἴρηται. ἡ μὲν οὖν τέχνη πρὸς τοῦ μονίμου καὶ χωριστοῦ μᾶλλον, τὸ δὲ φῶς καὶ ἡ ἕξις πρὸς τοῦ ἀχωρίστου καὶ συμπλεκομένου τοῖς δευτέροις· ἀχώριστον γὰρ καὶ τὸ φῶς τῶν φωτιζομένων καὶ ἡ ἕξις τῶν ἐχόντων. ἐν δὲ τῇ πρὸς τὰ ἔξω ῥοπῇ ποιοῦσα ζωὴν καὶ ἐξῃρημένη πως ἅμα καὶ συμφυομένη ταῖς προϊούσαις, ὀρθῶς ἅμα τε ὡς τέχνη καὶ αὖ ὡς ἕξις καὶ φῶς ποιεῖν παραδίδοται. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἕξει αὐτὴν ἀφομοιώσας κατὰ τὴν πρὸς τὰ δεύτερα συμπλοκὴν ἐπήγαγεν οἷον τὸ φῶς, καὶ περὶ τοῦ φωτὸς ποιεῖται τὸν λοιπὸν λόγον, ἀλλ’ οὐ περὶ ἕξεως ἁπλῶς, ἐπειδὴ ἡ μὲν ἕξις ποιότης τις μᾶλλον οὐδὲν προσήκουσα τῇ δυναμένῃ χωρίζεσθαι οὐσίᾳ, τὸ δὲ φῶς εἰ καὶ πάρεστι τῷ φωτιζομένῳ, ἀλλ’ ὡς ἐντελέχεια καὶ χωριζομένη τοῦ νῦν δεξαμένου· καὶ εἰ ἐν τῇ ῥοπῇ δὲ συμπλέκεται ὁ οὐσιώδης τῆς ψυχῆς νοῦς τῷ προϊόντι, ἀλλὰ χωρίζεταί ποτε καὶ καθ’ ἑαυτὸν ὑφίσταται, ὡς καὶ αὐτὸς εὐθὺς ἐπάγει. ἀλλὰ τέως ὅπως φωτὶ ἀπεικάζεται τὸ ποιητικὸν τῆς ψυχῆς ἑρμηνεύει. τῷ γὰρ τὰ χρώματα ἐνεργείᾳ μὲν ὄντα χρώματα δυνάμει δὲ ὁρατὰ παρὸν καὶ ἐνεργείᾳ αὐτὰ ὁρατὰ ἀπεργάζεσθαι ὁμοιότητα ἐμφαίνει3 πρὸς τὸν ἐνεργείᾳ τὰ ἐν τῷ παθητικῷ νῷ δυνάμει γνωστὰ ἀποτελοῦντα εἴδη, ἐνδεικνύμενος ἅμα καὶ ὅτι οὐδὲ ἐν τῷ παθητικῷ οὕτως ἦν δυνάμει ὡς πάντα ἀνύπαρκτα, ἀλλ’ ὡς ὄντα μὲν ἄγνωστα δέ, καθάπερ καὶ τὰ τέως ἀφώτιστα χρώματα.

“而一方面,这样的一种理智是通过成为一切事物。” “这样的一种”指的是作为质料的理智;因为它是与最后提及的事物相呼应的;并且他通过“通过成为一切事物”指明了它是如何作为质料的。而另一方面,“通过制作一切事物”的理智则是“作为某种状态,如同光;因为在某种方式上,光也使潜能存在的颜色成为现实的颜色”。既然推进次等生命的灵魂实体并非把〔它们〕放置在外部的某处,而是在自身之中接纳它们,且并非全然与它们保持分离,而是自身也与它们交织在一起,并以某种方式成为它们中的一部分,那么在此方面它被比作状态和光就是恰当的,正如同此前因其超越性而被比作技艺一样。因为正如已经说过的,在向次等事物倾斜的过程中,它既以某种方式保留在自身中,又从自身流出。因此,技艺毋宁属于持存且可分离的方面,而光与状态则属于不可分离且与次等事物交织在一起的方面;因为光与被照亮之物是不可分离的,状态与拥有者也是不可分离的。而在向外的倾斜中制作生命,既以某种方式超越、又同时与流出的诸生命融为一体,它被正确地传授为既作为技艺、又反过来作为状态和光来制作。但值得注意的是,他在按照与次等事物的交织将它比作状态之后,又补充了“如同光”,并且其余的讨论是围绕光而不是单纯围绕状态展开的,这是因为状态毋宁是某种性质,与能够被分离的实体毫无相称之处,而光即便呈现在被照亮者之中,却是作为现实存在并且是可从现在接受它的事物中分离出来的;而且即便在倾斜中灵魂的实体性理智与流出者交织在一起,但正如他自己随即补充的那样,它有时也会分离并独立自存。但眼下他解释的是灵魂的能作部分如何被比作光。因为正由于颜色在现实中是颜色而在潜能中是可见的,光通过临在而使它们成为现实可见的,它表现出与那在受动理智中把潜能可认知形式制成为现实的形式者的相似性,同时表明:形式在受动理智中并非是以完全不存在的方式处于潜能中,而是作为存在着但未被认识之物,正如迄今未被照亮的颜色一样。

语法注3 条
  1. 3.123ἀλλ’ ὡς αὐτὸς ἔφη τῷ γένει, τουτέστι κατὰ ἀναλογίαν

    辛普里丘将引文(lemma)中的 ἑκάστῳ γένει(就每个属而言)理解为指定与格或副词性与格 τῷ γένει(在属上/通属地),并随即解释为 κατὰ ἀναλογίαν(依类比)。该句法阐明了此处的质料并非有形物体的质料,而是在功能与类比意义上的质料。

  2. 3.123ὡς εἰς ἕτερόν τι καὶ τοῦτο δυνάμει καὶ γινόμενον τὴν ἑαυτῆς ἐκτείνουσα ἐνέργειαν

    修饰主语分词短语 ἡ προάγουσα(推进的生命)的说明性从属结构。ὡς 与现在分词 ἐκτείνουσα 连用,表示主体的方式或理由(“如同将自身的活动延伸……”),而在介词短语 εἰς ἕτερόν τι(朝向另一事物)中,同位嵌入了两个修饰词 καὶ τοῦτο δυνάμει καὶ γινόμενον(“而这事物既在潜能中又在生成中”)。

  3. 3.124τῷ γὰρ τὰ χρώματα ἐνεργείᾳ μὲν ὄντα χρώματα δυνάμει δὲ ὁρατὰ παρὸν καὶ ἐνεργείᾳ αὐτὰ ὁρατὰ ἀπεργάζεσθαι ὁμοιότητα ἐμφαίνει

    以 ἐμφαίνει 为主动词、以 ὁμοιότητα 为直接宾语的长句(主语省略,即光)。句首的带冠词不定式结构 τῷ ... παρὸν καὶ ... ἀπεργάζεσθαι 作方式/原因与格(“通过临在并使……成为……”)。分词 παρόν 与隐含主语(光)一致,支配不定式 ἀπεργάζεσθαι 及其宾语补足结构 αὐτὰ ὁρατά,并与前置的转折分词短语 τὰ χρώματα ἐνεργείᾳ μὲν ὄντα... 相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:241.27-243.6