← 辛普里丘

亚里士多德《论灵魂》注释

§240.33-241.26

扬布利柯论灵魂的倾斜与间歇性知解

针对灵魂为何时而知解时而不知解的问题,辛普利丘引述扬布利柯的主张,指出不仅是活动,甚至灵魂最高的实体自身在朝向次等生命倾斜时也会遭受松弛与分割;在论述了通过分离与回归实现的实体与活动之合一以及灵魂的完全性之后,转向对文本字句的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.122#2

εἰ μὲν οὖν παντελῶς ἡ αὐτὴ μένοι ἡ τῆς ψυχῆς ἀκροτάτη οὐσία, ἡ ἐνέργεια οὐχ ἡ αὐτὴ μένουσα οὐκ ἂν εἴη ὅπερ ἡ οὐσία, εἴ γε ὁτὲ μὲν νοεῖ, ὁτὲ δὲ οὐ νοεῖ. εἰ δὲ καὶ αὐτὴ ἡ ἄκρα αὐτῆς οὐσία οὐ μένει ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ εἰλικρινής, ἵνα καὶ ταύτῃ ᾖ μέση, ὡς καὶ τῷ Ἰαμβλίχῳ ἐν τῇ ἰδίᾳ Περὶ ψυχῆς πραγματείᾳ δοκεῖ, οὐ μεριστῶν μόνον καὶ ἀμερίστων, ἀλλὰ καὶ γενητῶν καὶ ἀγενήτων καὶ φθαρτῶν καὶ ἀφθάρτων, καὶ ἵνα καὶ αὐτὸ τοῦτο ὁτὲ μὲν νοῇ ὁτὲ δὲ μή (ἀφ’ ἑαυτῆς γὰρ ἐνεργοῦσα ἡ αὐτὴ ἀπαράλλακτος μένουσα καὶ ἐνήργει ἂν ὡσαύτως ἀεί, ἀλλ’ οὐδ’ ἂν ποτὲ μὲν προβαλλομένη δευτέρας ζωὰς καὶ ταύταις συμπλεκομένη ἐν τῇ συμπλοκῇ ἔμενεν αὐτῶν ἀχώριστος, ποτὲ δὲ ἐχωρίζετο· ἴσως γὰρ καὶ αὐτὸ τοῦτο ἐστὶν ὁ χωρισμός, ἡ τῆς οὐσίας ἀδιάφθορος εἰλικρίνεια, ὅπερ καὶ ὁ Ἀριστοτέλης ἐμφαίνει γράφων “χωρισθεὶς δέ ἐστιν ὅπερ ἐστίν”, ὡς τῆς ἔτι τῶν δευτέρων ἀχωρίστου ζωῆς οὐκ οὔσης ὅπερ ἐστίν), εὔλογον ἄρα μᾶλλον δὲ ἀναγκαῖον1 οὐ τὴν ἐνέργειαν μόνην, ἀλλὰ καὶ τὴν οὐσίαν τῆς ψυχῆς καὶ αὐτὴν τὴν ἀκροτάτην, τῆς ἡμετέρας φημί, διαφορεῖσθαί πως καὶ χαλᾶσθαι καὶ οἷον ὑφιζάνειν ἐν τῇ πρὸς τὰ δεύτερα νεύσει, οὐ παντελῶς ἑαυτῆς ἐξισταμένην (οὐδὲ γὰρ ἂν ἔμενεν ἔτι ψυχή), ἀλλὰ τὸ ἀκραιφνὲς οὐκέτι σώζουσα, ὡς ἅμα τὴν αὐτήν τε καὶ οὐ τὴν αὐτὴν φυλάττεσθαι, οὔτε τῆς ἑτερότητος αὐτὴν ἐξαλλαττούσης παντελῶς οὔτε τῆς ταὐτότητος καθαρᾶς καὶ ἀνεξαλλάκτου μενούσης, καὶ οὕτω μερισθεῖσα ὁπωσοῦν τῇ ἐξαλλαγῇ καὶ οὐ μείνασα ὅπερ ἦν, ὑπομένει2 καὶ τὸν τῆς ἐνεργείας ἀπὸ τῆς οὐσίας μερισμόν, ὡς καὶ ποτὲ μὴ ἐνεργεῖν. εἰς δὲ τὴν ἑαυτῆς εἰλικρινῶς ἀναδραμοῦσα οὐσίαν, ἀφιεῖσα μὲν πᾶσαν τὴν ἔξω προβολήν, τῇ δὲ πρὸς ἑαυτὴν ῥωσθεῖσα στροφῇ καὶ ἀναλαβοῦσα τὸ προσῆκον αὐτῇ μέτρον ἔστι τε ὅπερ ἐστὶ καὶ τῇ ἄκρᾳ εἰς ἑαυτὴν στροφῇ ἀμερῶς συναιρουμένη καὶ τὴν ἐνέργειαν τῇ οὐσίᾳ ἑνοῖ. καὶ αὕτη μὲν ἡ ἀκροτάτη τῆς ψυχῆς τελειότης ἐν τῷ παντελεῖ τῶν δευτέρων ζωῶν χωρισμῷ· ἐν δὲ τῇ ἀχωρίστῳ πρὸς αὐτὰς συμπλοκῇ τελειοῦται καὶ ἔστι τελεία δευτέρως, καὶ ἡ ἤδη τελειοῦν τὴν προβληθεῖσαν ζωὴν ἱκανὴ εἴτε πρακτικῶς εἴτε θεωρητικῶς οὐκ οὖσα δηλαδὴ ἀτελὴς αὐτὴ ἐτελείου ἄν, ἀλλ’ οὔπω κατὰ ἄκρα μέτρα τελεία, ὡς καὶ ἑαυτῆς εἶναι μόνης· κατὰ δὲ τά [τε] τῶν ἄλλων τελειωτικά, καθ’ ἅ ἐστι, προάγει ἑαυτὴν καὶ ἄνεισιν εἰς τὴν ἄκραν ἑαυτῆς τελειότητα. ἄγε δὴ οὖν ἐπὶ τὴν λέξιν ἴωμεν.

因此,如果灵魂的至高实体完全保持同一,那么它的活动由于不保持同一,便不会正是其实体,如果确乎它时而知解,时而不知解。但如果连它自身的最高实体在朝向次等之物的倾斜中也不保持纯粹——以便在此方面它也是中介,正如扬布利柯在他自己的《论灵魂》著作中所认为的那样,不仅处于被分割之物与不可分割之物之间,而且也处于生成之物与非生成之物、可灭之物与不灭之物之间,并且以便得以产生这同一回事,即它时而知解时而不知解(因为若是出于自身而活动且保持同一而不变,它就会始终以同样的方式活动,也不至于时而投射出次等的生命并与它们交织在一起因而在交织中与它们不可分离,时而又被分离出来;因为或许这本身就是分离,即实体的不可毁坏的纯粹性,亚里士多德在写下“而被分离后它是其所是”时也正表明了这一点,意指那仍与次等之物不可分离的生命并非是其所是)——那么,不仅活动,而且灵魂的实体,甚至它自身的最高实体(我说的是我们的灵魂),在朝向次等之物的倾向中,以某种方式分散、松弛并仿佛沉降,就是合理的,或者毋宁说是必然的;它并没有完全逸出自身(因为否则它甚至不再保留为灵魂),而是不再保持纯真无瑕,以致同时被保持为既同一又非同一,既非他者性将它完全改变,亦非同一性保持纯粹而未改变;并且由于这种改变而在某种程度上被分割且未能保持其曾是的所是,它也就承受了活动脱离实体的分割,以致有时甚至不活动。然而,一旦纯粹地回归到自身实体,放下一切向外的投射,并通过向自身的回转而得以坚固并重新获得适合于它的尺度,它就既是其所是,又通过向自身的最高回转而不可分割地聚集,并将活动与实体合而为一。这乃是灵魂在完全脱离次等生命时的至高完全性;然而在与它们不可分割的交织中,它也得以完成并且是次等完全的,且既然它已经有能力在实践上或理论上使被投射出的生命得以完全——显然若它自身是不完全的,便不可能使其完全——但它尚未依照最高尺度完全,以致仅仅属于它自身;然而依照那些使他物得以完全的尺度(它正是依照这些尺度而存在的),它推动自身前进并上升至自身最高的完全性。那么,让我们进至文本的字句吧。

语法注2 条
  1. 3.122εἰ δὲ καὶ αὐτὴ ἡ ἄκρα αὐτῆς οὐσία οὐ μένει ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ εἰλικρινής ... εὔλογον ἄρα μᾶλλον δὲ ἀναγκαῖον

    长条件句的句法骨架。主句谓语 εὔλογον ἄρα μᾶλλον δὲ ἀναγκαῖον(……是合理的,或者毋宁说是必然的)之前,是带有 εἰ δὲ 的条件从句。该条件从句内嵌套了表目的的双重 ἵνα 从句,并插入了一长段括号式的理由阐述(ἀφ’ ἑαυτῆς γὰρ ... οὐκ οὔσης ὅπερ ἐστίν),导致归结句被严重推迟;其核心结构为“如果实体亦未保持纯粹,则实体之分散与松弛乃是必然的”。

  2. 3.122οὐ παντελῶς ἑαυτῆς ἐξισταμένην ... ἀλλὰ τὸ ἀκραιφνὲς οὐκέτι σώζουσα ... ὑπομένει

    从带宾格的不定式结构向主格分词及限定动词的句法转换(破格句)。在接续 εὔλογον ... ἀναγκαῖον 的不定式结构中,起初是以修饰不定式主词的宾格分词(οὐσίαν ... ἐξισταμένην)开始,但在转折连词 ἀλλά 之后,转为了主格分词(σώζουσα, μερισθεῖσα),最终落实在以限定动词 ὑπομένει(承受)为主谓语的直接陈述中。全句在语义上的主语始终是“灵魂(其实体)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:240.33-241.26