- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:240.1-240.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德《论灵魂》卷三第五章开篇(430a10)的文句,主张此处论及的智性区分并非针对超越的智性,而是关涉人类理性灵魂自身的内部结构,并分析了灵魂活动在流溢分裂与向不分割实体回归时的不同状态。
" Ἐπεὶ δ’ ὥσπερ ἐν πάσῃ τῇ φύσει." Δοκεῖ μοι οὐδὲ ταῦτα ἢ περὶ τοῦ μετεχομένου νοῦ ὑπὸ ψυχῆς1 ἢ περὶ τοῦ καὶ τούτου κρείττονος, ἀλλὰ περὶ αὐτῆς ἡμῶν τῆς λογικῆς λέγεσθαι ψυχῆς· τοῦτο μὲν ἐπειδὴ περὶ ψυχῆς ἡ πραγματεία πᾶσα, τοῦτο δὲ διότι σαφῶς καὶ αὐτὸς ἐπιφέρει καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς. καὶ τὰ ἐφεξῆς πάντα ῥητὰ ὑπομνήσομεν οὐκ ἐκβαίνοντα τὴν περὶ αὐτῆς θεωρίαν. διὸ καὶ νῦν ἐχόμενος τῶν προειρημένων μετὰ τὸν ἤδη παραδεδομένον διττὸν νοῦν, ἀποστάντα μὲν τῆς προηγουμένης τῶν ψυχῶν οὐσίας καὶ διὰ τοῦτο καὶ τῆς συμφυοῦς αὐτῇ ἐνεργείας, προϊόντα δὲ εἰς δευτέρας ζωὰς καὶ θεωρίας ἢ ἀτελεῖς ἢ τελείας μὲν κατὰ προβολὴν δὲ καὶ ὡς ἑτέροις τοῖς μένουσιν ἐν τῇ πρώτῃ οὐσίᾳ εἴδεσι τελειουμένας, θεωρεῖ νῦν τὸν κατ’ αὐτὴν ἱστάμενον τὴν οὐσιώδη ἐνέργειαν νοῦν2 καὶ τὰ εἴδη νοοῦντα, οὐ τὰ προϊόντα, ἀλλὰ τὰ ἐν αὐτῇ τῇ οὐσίᾳ τῆς ψυχῆς μένοντα. ἡ μὲν γὰρ ἔξω ῥοπὴ εἰς μερισμόν τινα ὑποφερομένη (αὐτὸ γὰρ τοῦτο τὸ ἔξω ὁποιοσοῦν μερισμός) καὶ εἰς δευτέραν πρόεισι ζωὴν ἐν τῇ ψυχῇ, οὐκ οὖσαν ὅπερ ἡ πρώτη, καὶ τὴν ἐνέργειαν τῆς οὐσίας ἀπομερίζει, οὐ τῆς πρώτης μόνης ἀλλὰ καὶ τῆς προβεβλημένης ζωῆς, ὡς μηκέτι οὐσίαν εἶναι τὴν ἐνέργειαν, ἀλλὰ μόνον ἐξῆφθαι οὐσίας, ὥσπερ ἡ εἰς τὴν ἀκροτάτην ἑαυτῆς οὐσίαν ἀναδρομὴ τῆς ψυχῆς καὶ ἡ ἐν ταύτῃ μονὴ ἑνίζει3 καὶ τὴν ἐνέργειαν τῇ οὐσίᾳ διὰ τὴν εἴσω ὅλην στροφήν· τὸ γὰρ εἴσω τῆς ἀμερίστου συναγωγῆς δηλωτικόν. ἀλλὰ καὶ ἡ ἀκρότης τῆς ψυχῆς ἀμέσως συμπέφυκε τῇ ὑπὲρ αὐτὴν νοερᾷ οὐσίᾳ καὶ τοῖς ἐν αὐτῇ εἴδεσιν. ἀμέριστος δὲ πᾶσα ἡ ὑπὲρ ψυχὴν νοερὰ οὐσία· ὅθεν καὶ ἡ ἐνέργεια ὅπερ οὐσία καὶ ἡ οὐσία ἐνέργεια, οὐ τῇ ἰδιότητι δηλαδή, ἀλλὰ τῇ εἰς ἓν ἀμφοῖν ἀμερίστῳ συναγωγῇ. συμφυομένη τοίνυν τῷ ὑπὲρ αὐτὴν νῷ ἡ τῆς ψυχῆς ἀκρότης πολὺ τὸ ἀμέριστον ἔχει· καὶ διὰ τοῦτο δευτέρως καὶ ἡ ἐνέργεια αὐτῆς τῇ οὐσίᾳ ἑνίζεται. ὡς οὖν ἐπὶ τοῦ προελθόντος καὶ ἀτελοῦς ἔτι νοῦ ἡ ἐνέργεια αὐτοῦ τῇ αἰσθητικῇ ἀπεικάζετο, οὐχ ὡς ἡ αὐτὴ παντελῶς (καὶ τὸ διάφορον γοῦν ἐπεφέρετο), ἀλλὰ δι’ αὐτὴν τὴν ἑτέρωθεν ἐν ἀμφοῖν πεῖσιν, οὕτω καὶ τὴν τοῦ ἀκροτάτου καὶ οὐσιώδους αὐτῆς νοῦ ἐνέργειαν ἀφομοιοῖ τῷ ὑπὲρ αὐτὴν νῷ, οὐχ ὡς ἀπαραλλάκτως τὴν αὐτήν· εὐθὺς γοῦν ἐπάγει καὶ τὸ διάφορον, εἴ γε ποτὲ μὲν ἐνεργεῖ οὗτος ποτὲ δὲ οὐχί, καὶ εἴ γε χωρισθείς ἐστιν οὗτος ὅπερ ἐστίν, ἐκεῖνος δὲ καὶ ἀεὶ ἐνεργεῖ καὶ ἀεὶ ἐστι χωριστός.
“既然,正如在整个自然中一样。” 在我看来,这些话也既非关于被灵魂分有的智性,亦非关于甚至高于此者的智性,而是关于我们理性灵魂自身而说的;这一方面是因为整部著作都是关于灵魂的,另一方面则是因为他自己明确补充说,这些差异也存在于灵魂之中。并且我们将提醒人们,随后的所有言论都没有逸出关于灵魂自身的考察。因此,他在紧接着前述内容之后,在已经传述了的双重智性——它偏离了灵魂的原初实体,并因此也偏离了与其同生的活动,进而进入次等的生命与观照,这些观照若非不完全,就是虽完全却是依照投射并且通过留在第一实体中的、作为他者的形式而得以完全——之后,如今正考察那立足于此实体性活动本身并知解诸形式的智性,这些形式不是已经流溢出的形式,而是留在灵魂实体本身之中的形式。因为,向外的倾斜向下流向某种分割(因为这个外在自身不论如何都是一种分割),既进入灵魂中不与第一生命相同的第二生命,又将活动从实体中分割出来,不仅是从第一生命中、而且也是从被投射出的生命中分割出来,以致活动不再是实体,而仅仅依附于实体;正如同灵魂向自身至高实体的回归以及在其中的停留,通过完全向内的回转而将活动与实体合而为一;因为向内乃是不可分割之聚集的表征。然而,灵魂的顶点也直接与那在其上的理智实体及其中的形式同生。而一切在灵魂之上的理智实体都是不可分割的;由此活动正是实体,实体也就是活动,显然并非在特质上如此,而是在两者不可分割地聚集为一上如此。因此,与在其上的智性同生的灵魂顶点,具有极大的不可分割性;且正因如此,在第二级的意义上,它的活动也与其实体合而为一。因此,正如对于那已流溢出且尚属不完全的智性而言,它的活动被比拟为感觉活动——并非作为完全同一之物(事实上差异随即被提出),而是由于两者都具有从外而来的受动——同样,他也将灵魂的至高且实体性的智性的活动,比拟为在其上的智性,并非作为毫厘不差的同一之物;无论如何,他随即补充了差异,如果此一智性确是时而活动时而不活动,且如果此一智性是在被分离后才是其所是,而那一智性则始终在活动且始终是分离的。
- 3.122Δοκεῖ μοι οὐδὲ ταῦτα ἢ περὶ τοῦ μετεχομένου νοῦ ὑπὸ ψυχῆς ἢ περὶ τοῦ καὶ τούτου κρείττονος, ἀλλὰ περὶ αὐτῆς ἡμῶν τῆς λογικῆς λέγεσθαι ψυχῆς
非人称动词 δοκεῖ 所带的带宾格的不定式结构(A.c.I.)。主语为 ταῦτα,不定式为 λέγεσθαι,否定连词 οὐδέ 修饰全句(“这些……也不”)。介词短语 περὶ... 通过 ἢ... ἢ... ἀλλά... 的相关结构连接(“既非关于……亦非关于……,而是关于……”)。
- 3.122ἀποστάντα μὲν τῆς προηγουμένης τῶν ψυχῶν οὐσίας ... θεωρεῖ νῦν τὸν κατ’ αὐτὴν ἱστάμενον τὴν οὐσιώδη ἐνέργειαν νοῦν
这个长句的核心由主动词 θεωρεῖ(省略主语亚里士多德)及其直接宾语 τὸν ... νοῦν(依照实体性活动确立的智性)构成。前面的分词短语 ἀποστάντα μὲν... προϊόντα δὲ... 为阳性单数宾格,修饰介词 μετά 的宾语 τὸν ἤδη παραδεδομένον διττὸν νοῦν,用于刻画前几章已论述的双重智性。
- 3.122ὥσπερ ἡ εἰς τὴν ἀκροτάτην ἑαυτῆς οὐσίαν ἀναδρομὴ τῆς ψυχῆς καὶ ἡ ἐν ταύτῃ μονὴ ἑνίζει
在接续 ἡ μὲν γὰρ ἔξω ῥοπὴ... 的从句中,ὥσπερ 引导一个用于比照外向倾斜(分裂)与回归至高实体(合一)的分句。动词 ἑνίζει 的主语是由 καὶ 连接的两个名词短语(ἡ ἀναδρομὴ καὶ ἡ μονὴ),但使用单数动词,因为二者构成了一个紧密结合的统合过程与状态。
