- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:239.1-239.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《论灵魂》卷三第四章(430a6–8),阐明具质料之物因依凭外在知解者而仅作为潜在的可理解对象存在,非质料的智性作为施动潜能无需施加或承受作用即可知解它们,以及属于自身的非质料诸智性必然拥有可理解对象。
" Ἐν δὲ τοῖς ἔχουσιν ὕλην δυνάμει μόνον ἕκαστόν ἐστι τῶν νοητῶν." Οὐχ ὡς ἑαυτῷ δυνάμενον γενέσθαι νοητόν (τοῦτο γὰρ ἐπ’ ἐνίων ἀύλων μόνων ἐστὶ νοητῶν), οὐδὲ διότι ποτὲ ἄλλῳ δύναται γενέσθαι νοητόν. κἂν γὰρ ἀεὶ ὑπ’ ἄλλου νοῆται καὶ μηδέποτε ὑφ’ ἑαυτοῦ, δυνάμει ἐστίν, ὥσπερ καὶ τὸ ἤδη ζῶν σῶμα δυνάμει ἔχειν ζωὴν εἴρηται ὡς μὴ καθ’ ἑαυτὸ μηδὲ ὑφ’ ἑαυτοῦ ἀλλ’ ἐπικτήτως ζῶν. νοητὸν δὴ καὶ τὸ ἔνυλον ἑτέρῳ ὂν ἀτελῶς ἐστι νοητόν· οὐ γὰρ ἱκανὸν αὐτὸ καθ’ αὑτὸ νοεῖσθαι, εἰ μὴ τὸ νοοῦν ἐστιν, ἕτερον αὐτοῦ ὄν. ἀτελῶς οὖν ἔσται νοητόν, ἑτέρου πρὸς τὸ νοεῖσθαι δεόμενον, τοῦ δὲ ἀτελοῦς τὸ δυνάμει·1 ὡς ὁμώνυμόν πως εἶναι, ἢ ὡς τὰ ἀφ’ ἑνὸς ἔχει, τὸ ἐπὶ τῶν ἀΰλων νοητῶν καὶ τὸ ἐπὶ τῶν ἐνύλων.
“但在具质料之物中,每个可理解对象都仅是潜在地存在。” 并非指它能成为对于自身的可理解对象(因为这仅属于某些非质料的可理解对象),亦非因为有时它能成为对于他者的可理解对象。因为即便它始终被他者知解而决不被自身知解,它也是潜在地存在,正如同那已经活着的身躯也被说成是潜在地具有生命,乃由于它并非凭自身亦非源于自身、而是后天附带地活着。具质料之物既然是对他者而言的可理解对象,便是不完全的可理解对象;因为除非存在着那不同于它的知解主体,否则它不足以凭自身被知解。因此,它由于需要他者以便被知解,将是不完全的可理解对象,而不完全之物则属于潜在;以致在非质料的可理解对象中的情形与在具质料之物中的情形,在某种意义上是同名异义的,或是如同源于同一者之物那样。
"Ὥστ’ ἐκείνοις μὲν οὐχ ὑπάρξει νοῦς." Τοῖς ἐνύλοις δηλαδὴ νοητοῖς, οἷον τοῖς τε εἴδεσιν αὐτῶν καὶ ταῖς συνθέτοις οὐσίαις. καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν οὐχ ὑπάρξει·
“因此智性将不属于它们。” 显然,即不属于具质料的可理解对象,例如它们的形式以及复合物实体。
"Ἄνευ γὰρ ὕλης δύναμις ὁ νοῦς τῶν τοιούτων." Ἄυλον εἶναι πάντα νοῦν ἀποφαινόμενος καὶ διὰ τοῦτο τοῖς ἐνύλοις μὴ ὑπάρχειν, δύναμιν δὲ τῶν ἐνύλων τυγχάνειν ὄντα ὡς τὸ δυνάμει αὐτῶν τελειοῦντα.2 καὶ γὰρ ἐν τῇ Μετὰ τὰ φυσικὰ οὐκ ἐν τῷ πάσχοντι μόνον ἀλλὰ καὶ ἐν τῷ ποιοῦντι τίθεται τὸ δυνάμει καὶ ἐν παντὶ αἰτίῳ τῷ ὁπωσοῦν πρὸς αἰτιατὸν δυνάμει ἐπιπλεκομένῳ καὶ τοῦ δυνάμει ἀποτελεστικῷ ἢ τελειωτικῷ. εἰκότως οὖν καὶ ὁ νοῦς δύναμις τῶν ἐνύλων δυνάμει ὄντων νοητῶν, ὡς αὐτοῦ τὸ δυνάμει ἐκείνων εἰς ἐνέργειαν ἄγοντος ἐν ἑαυτῷ. ὡς γὰρ ὁ μετρῶν περὶ τὸ μετρούμενον ἐνεργῶν οὐκ εἰς αὐτό τι δρᾷ, ἀλλὰ τὴν τοῦ ὅσον ἐκεῖνο γνῶσιν ἀφ’ ἑαυτοῦ ἴσχει, οὕτω καὶ τὰ ἔνυλα νοῶν περὶ αὐτὰ μὲν ἐνεργεῖ, οὐκ εἰς αὐτὰ δέ τι δρῶν οὐδὲ πάσχων τι ὑπ’ ἐκείνων, ἀλλὰ κατὰ τὰς ἐν αὐτῷ προληπτικὰς ἐκείνων αἰτίας τὴν γνωριστικὴν αὐτῶν προβαλλόμενος ἐνέργειαν.
并且他补充了它将不属于它们的原因: “因为智性乃是无质料地对应于此类事物的潜能。” 他表明一切智性都是非质料的,且正因此而不属于具质料之物,但由于智性使具质料之物中潜在的事物得以完全,智性便成了具质料之物的潜能。因为在《形而上学》中,潜在不仅被置于受动者之中,也被置于施动者之中,并被置于任何以某种方式与受果潜在地相交织、且产生或完满那潜在者的原因之中。因此,智性也是潜在作为可理解对象的具质料之物的潜能,乃是理所当然的,因为智性自身在自身中将那些事物的潜在引向现实态。因为正如度量者在围绕被度量者活动时,并未对被度量者施加任何作用,而是从自身获得其大小几何的知识,同样,知解具质料之物者虽围绕它们活动,却并未对它们施加任何作用,亦未受它们任何触动,而是依据自身中先验包含的关于它们的原因,投射出关于它们的认知性活动。
"Ἐκείνοις δὲ τὸ νοητὸν ὑπάρξει." Τοῖς νοῖς, ἐπειδὴ ἄυλοι πάντες, οὐχ ἑτέρου δὲ ἀλλ’ ἑαυτοῦ καὶ αὐτὸ πᾶν τὸ ἄυλον. ἑαυτοῦ οὖν καὶ ὁ νοῦς, τὸ δὲ οὗ ὁ νοῦς νοητόν·3 ὥστε πάντως τοῖς νοῖς τὸ νοητὸν ὑπάρξει. καὶ ἐνταῦθα συμπληρώσας τὸν περὶ τῶν προϊόντων λόγον νῶν ἐπὶ τὸν προβαλλόμενον αὐτοὺς καὶ τελειοῦντα μέτεισιν.
“但可理解对象将属于那些东西。” 即属于智性,因为所有的智性都是非质料的,而凡非质料者自身都不属于他者,而是属于自身。因此智性也属于自身,而智性所属于的对象就是可理解对象;所以可理解对象必然将属于智性。在此完结了关于流溢出的诸智性的论述之后,他便过渡到那投射它们并使它们完全的智性。
- 3.118τοῦ δὲ ἀτελοῦς τὸ δυνάμει
属格 τοῦ ἀτελοῦς 与中性短语 τὸ δυνάμει 相对(省略了系动词 ἔστι),表达表语关系,意即“潜在属于不完全之物”或“不完全之物的特征即是潜在”。此句承接前文的 ἀτελῶς οὖν ἔσται νοητόν,阐明不完全与处于潜能态之间的必然关联。
- 3.120δύναμιν δὲ τῶν ἐνύλων τυγχάνειν ὄντα ὡς τὸ δυνάμει αὐτῶν τελειοῦντα
在“宾格加不定式”结构(τυγχάνειν ὄντα)中,主语承接上文的智性(πάντα νοῦν);τῶν ἐνύλων 是附属于 δύναμιν 的宾格性属格(针对具质料之物的潜能/能力)。分词 τελειοῦντα 与主语一致,ὡς 分句解释了为何智性被称为具质料之物的“能力/潜能”——并非指被动的受容性,而是作为将它们潜在者完满的能动能力。
- 3.121τὸ δὲ οὗ ὁ νοῦς νοητόν
此句是省略系词的紧凑表语结构,相当于 τὸ δὲ [ἐκεῖνο] οὗ [ἐστιν] ὁ νοῦς, [τοῦτό ἐστι] νοητόν(“而智性所属于的那者,则是可理解对象”)。οὗ 是表示领属的关系代词属格。既然智性属于自身(ἑαυτοῦ),那么智性所属于的对象也就是可理解对象,从而构成了严密的三段论小前提。
