- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:22.24-24.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘紧扣亚里士多德原文,厘清了自然哲学家、辩证家、工匠、数学家与第一哲学家的对象及探讨方式的差异,随后将论题拉回作为自然学对象的具质料的灵魂诸情态,并阐明了考察前人学说的必要性。
" Οὐ γὰρ ἔστι τις, φησίν, ὁ περὶ τὰ πάθη τῆς ὕλης τὰ μὴ χωριστά, μηδ’ ᾗ χωριστά, ἀλλ’ ὁ φυσικὸς περὶ πάντα τὰ τοῦ τοιουδὶ σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργα καὶ πάθη." Ἔργα καὶ πάθη τοὺς ἐνύλους καλῶν λόγους, οὓς πάντας τούς τε οὐσιώδεις καὶ τοὺς συμβεβηκότας μόνος ὁρᾷ ὁ φυσικὸς ἀχωρίστους ὄντας ὡς ἀχωρίστους.
“因为,他说,并没有人考察质料那些不可分离的、亦非就其可分离而言的情态,而是自然哲学家考察如此这般的身体以及如此这般的质料的全部功用与情态。” 他将具质料的理路称为“功用与情态”,所有这些理路——无论是实体性的还是偶性的——都是不可分离的,唯有自然哲学家把它们作为不可分离者来观照。
"Ὁπόσα δὲ μὴ ᾗ τοιαῦτα, ἄλλος." Τουτέστι μὴ ᾗ ἀχώριστα, ἀλλ’ ὡς χωριστά, ἄλλος· ὁ γὰρ διαλεκτικός, ὃς καὶ τοὺς οὐσιώδεις ὡς καθ’ ἑαυτοὺς ὄντας ἐπινοεῖ.
“而只要不是就其为如此这般而言的事物,则属于另一人。” 这就是说,只要不是就其不可分离而言、而是按其可分离而被考察的,就属于另一人;这正是辩证家,他甚至将实体性的理路亦构想为自身独立存在者。
"Καὶ περί τινων μὲν τεχνίτης, ἐὰν τύχῃ." Ὡς περὶ ἀχωρίστων μὲν καὶ ὁ τεχνίτης θεωρῶν, οὐ περὶ πάντων δέ, ἀλλὰ περὶ συμβεβηκότων μόνων· συμβεβηκὸς γὰρ καὶ ἡ ὑγεία καὶ τὸ εὔξεστον τοῦ ξύλου. καὶ ταύτῃ τοῦ φυσικοῦ διαφέρει, τῷ περί τινων εἶναι ὡς εἴρηται, καθάπερ ὁ διαλεκτικὸς τῷ ὡς χωριστοὺς σκοπεῖν καὶ τοὺς οὐσιώδεις λόγους. περί τινων δὲ καὶ ὁ μαθηματικὸς ὥσπερ καὶ ὁ τεχνίτης, καὶ τούτων συμβεβηκότων καὶ δηλονότι οὐ χωριστῶν, ἀλλ’ οὐκέτι ὁ μαθηματικὸς ὡς τοιούτου σώματος παθῶν· οὐ γὰρ ὡς ἀχωρίστων· ἀλλ’ ὡς ἐξ ἀφαιρέσεως καὶ αὐτοὺς καθ’ ἑαυτοὺς τούς τε ἀριθμοὺς καὶ τὰς πρὸς ἀλλήλους αὐτῶν σχέσεις καὶ τὰ σχήματα ἐπισκοπεῖ.
“而对于某些特定的事物而言则是工匠,若碰巧如此的话。” 工匠亦是把它们作为不可分离者来考察,但并非考察全部,而仅考察偶性;因为健康以及木材的平整刨光亦是偶性。在这方面他与自然哲学家不同,正如所说的那样,在于他考察某些特定的事物;正如辩证家之所以不同,在于他甚至把实体性的理路亦作为可分离者来审视。而数学家亦如工匠那样考察某些特定的事物,并且这些事物也是偶性且显然并非可分离的,但数学家不再将它们作为如此这般身体的情态来考察;因为他并不是将它们作为不可分离者,而是通过抽离、将数目及其相互关系以及图形按其自身独立来审视。
"Ἧι δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος." Ὅτι μὲν περὶ τὰ χωριστὰ ὁ πρῶτος φιλόσοφος ἐναργές. τὸ δὲ ᾗ κεχωρισμένα χώραν ἔχει οὐκ ἐπὶ τῶν ὑπερτέρων ἡμῶν, ἀλλ’ ἐπὶ τῆς ἡμετέρας λογικῆς ζωῆς,1 ἣν προσαγορεύει νοῦν. αὕτη γὰρ ἐν τῇ πρὸς σῶμα νεύσει χωριστὴ ἅμα ἐστὶ καὶ ἀχώριστος. καὶ ὡς μὲν ἀχώριστον ὁ φυσικὸς ὁρᾷ, ᾗ δὲ κεχωρισμένη, τῷ πρώτῳ ἐστὶ φιλοσόφῳ θεατή.
“而就其为被分离的而言,则是第一哲学家。” 第一哲学家考察可分离之物,这是显而易见的。然而“就其为被分离的而言”这一表述并不适用于高于我们的实存者,而是适用于我们那被他称为理智的理性生命。因为这一生命在向着身体的倾斜中,同时是可分离的又是不可分离的。自然哲学家将它作为不可分离者来看待,而就其为被分离的而言,它则是第一哲学家的观照对象。
"Ἀλλ’ ἐπανιτέον ὅθεν ὁ λόγος." Τουτέστιν ἐπὶ τὰ τῆς ψυχῆς πάθη, ὅσα ἀχώριστα ὄντα τῆς φυσικῆς ὕλης τῶν ζῴων, ᾗ γε τοιαῦτα ὑπάρχει. ψυχῆς μὲν οὖν λέγεται τὰ πάθη, καίτοι ὄντα τοῦ συνθέτου, ὡς κινούσης ἐκείνης καὶ ἐνεργούσης αὐτὰ ἐν τῷ συνθέτῳ,2 καθάπερ καὶ τοῦ ἡλίου φαμὲν τὸ ἐν ἀέρι φῶς, ὡς ἐνεργοῦντος μὲν αὐτὸ τοῦ ἡλίου, πάσχοντος δὲ τοῦ ἀέρος. φυσικὴ δὲ ὕλη τῶν ζῴων τὸ ὀργανικὸν σῶμα καὶ πρὸς ζωὴν ἐπιτηδειότατον. τὸ δὲ ᾗ γε τοιαῦτα ὑπάρχει καὶ τὰ ἑξῆς δηλοῖ τὰ τοιαῦτα πάθη, θυμὸν λέγω καὶ φόβον καὶ τὰ ὅμοια, ἃ μηδὲ ἐξ ἀφαιρέσεως, ὥσπερ γραμμὴ καὶ ἐπίπεδον, ἐπινοεῖσθαι δύναται ἄνευ τῆς ὕλης, ὡς καθὸ τοιαῦτα συνεφελκόμενα τὴν ὕλην, καὶ οὐχ ὥσπερ τὸ ἐπίπεδον ἄνευ τοῦ χαλκοῦ καὶ ὅλως τοῦ ἀντιτύπου. τὸ μὲν γὰρ ἐπίπεδον ὡς τὸ κοῖλον ἔχει ἄνευ ῥινὸς ἐπινοούμενον, ὁ δὲ θυμὸς ὡς τὸ σιμόν· τὸ γὰρ σιμὸν ἡ ἐν ῥινὶ κοιλότης, ὡς ἡ ὀργὴ ὄρεξις ἀντιλυπήσεως ἐν τῇ ζέσει τοῦ περὶ καρδίαν αἵματος.
“然而必须回到论述的出发点。” 这就是说,必须回到灵魂的诸情态,即凡是作为不可脱离生物的自然质料、且恰恰就其为如此这般而存在的情态。情态虽属于复合体,却被称为灵魂的情态,乃是因为灵魂在复合体中引发运动并将它们现实化,正如我们说空气中的光属于太阳,是因为太阳使之现实化,而空气则承受之。生物的自然质料乃是具器官的、最适宜于生命的身体。而“恰恰就其为如此这般而存在”以及接下来的文句,指明了诸如此类的情态——我指的是怒气、恐惧以及类似之物——它们即便通过抽离,亦不能像线和平面那样脱离质料被构想,因为就其为如此这般而言,它们必然连带质料,而不像没有青铜以及一般而言没有阻抗性物体的平面那样。因为平面犹如脱离了鼻子被构想的“凹”,而怒气则犹如“塌鼻”;因为塌鼻乃是鼻子之中的凹陷,正如愤怒乃是心周血液沸腾之中的反击欲求一样。
"Ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον." Διὰ τὸ μὴ αὐτόθεν ἡμῖν τὴν τῶν πραγμάτων προσπίπτειν ἀλήθειαν, ἀτελῶς ἔχουσιν ἐν τῇ γενέσει πρὸς θεωρίαν, προηγεῖται ἡ ζήτησις καὶ ἡ πρὸς τὰ ἀντικείμενα ἡμῶν φορὰ καὶ τούτων διαπορία, οἷον ὡς ἐπὶ τοῦ προκειμένου, πότερον οὐσία ἡ ψυχὴ ἢ οὔ· καὶ εἰ οὐσία, πότερον δυνάμει ἢ ἐνεργείᾳ, καὶ πότερον σῶμα ἢ ἀσώματος· καὶ αὖθις εἰ οὐσία, πότερον χωριστὴ ἢ ἀχώριστος ἢ ἄμφω τρόπον τινά. ἀλλ’ ἐπεὶ αἱ προκαταβεβλημέναι περὶ αὐτῆς δόξαι τὰ ἀντικείμενα περὶ αὐτῆς ἔνιαι ἀπεφήναντο, μέγα ἡμῖν ἡ περὶ αὐτῶν ἱστορία συντελεῖ πρός τε τὴν διαπορίαν καὶ πρὸς τὴν εὕρεσιν, ἐπισημαινομένοις,3 εἰς ἃ ἀποβλέψαντες οἱ μὲν ὡδί, οἱ δὲ ὡδὶ τιθέασι, καὶ τὰ μὲν ἐλέγχουσι, τὰ δὲ ἀποδεχομένοις.
“然而对于考察灵魂的人而言,乃是必然的。” 由于事物的真理并不会直接向我们显现——因为我们在生成的领域中就观照而言是不完备的——探究、我们对对立主张的趋向以及对它们的困惑求索便居于首位;正如在当前问题上,究竟灵魂是实体还是不是;如果是实体,究竟是在潜能中还是在现实中,是身体还是非身体;以及再次,如果是实体,究竟是可分离的还是不可分离的,或者在某种方式下两者皆是。然而,既然此前关于它提出的诸意见中,有些对它作出了对立的论断,那么关于它们的历史考察便对我们的困惑求索和真理发现皆大有裨益,因为我们在考察中审视着人们基于什么观点而一些人这样主张、另一些人那样主张,并且〔我们〕驳斥某些观点,而接受另一些观点。
- 1.39τὸ δὲ ᾗ κεχωρισμένα χώραν ἔχει οὐκ ἐπὶ τῶν ὑπερτέρων ἡμῶν, ἀλλ’ ἐπὶ τῆς ἡμετέρας λογικῆς ζωῆς
带冠词的引用句“τὸ δὲ ᾗ κεχωρισμένα”充当主语。成语“χώραν ἔχει”(具有空间/适用)支配随后的介词短语“οὐκ ἐπὶ... ἀλλ’ ἐπὶ...”,指明亚里士多德的限定短语适用的范围并非超越于人类的神圣存在,而是人的理性生命。
- 1.40ὡς κινούσης ἐκείνης καὶ ἐνεργούσης αὐτὰ ἐν τῷ συνθέτῳ
带有连词 ὡς 的属格绝对结构,说明主句谓语“ψυχῆς μὲν οὖν λέγεται τὰ πάθη”(情态被称为是灵魂的)的主观依据或理由;指示代词 ἐκείνης 指代灵魂(ψυχή)。
- 1.41μέγα ἡμῖν ἡ περὶ αὐτῶν ἱστορία συντελεῖ πρός τε τὴν διαπορίαν καὶ πρὸς τὴν εὕρεσιν, ἐπισημαινομένοις
与格分词“ἐπισημαινομένοις”及句末的“ἀποδεχομένοις”与动词 συντελεῖ(有贡献)所支配的间接宾语与格代词“ἡμῖν”保持性数格一致。夹在中间的“οἱ μὲν ὡδί, οἱ δὲ ὡδὶ τιθέασι”是附属于间接疑问句“εἰς ἃ ἀποβλέψαντες...”的主格限定动词分句,而“ἐλέγχουσι”同样是与“ἡμῖν”一致的复数与格分词(来自 ἐλέγχων),与“ἀποδεχομένοις”构成对举。
