- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:237.36-238.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于“为何并非始终在知解”的提问,辛普利丘将原因归于人类灵魂的中介地位(中间性),并通过其实体性智性与向外溢出的智性的双重结构及其受到的阻碍对此作出了阐释。
" Τοῦ δὲ μὴ ἀεὶ νοεῖν τὸ αἴτιον ἐπισκεπτέον." Οὐ πάντως τὸ ἄυλον νοητὸν καὶ ἀεὶ νοεῖ, οὐδὲ τοῦτο ἠξίωται, ἀλλὰ μόνον ταὐτὸν εἶναι τῷ νῷ τὸ νοητὸν ἐπὶ τῶν ἀύλων, ὡς καὶ ἐνεργείᾳ ὂν νοούμενον ἐνεργείᾳ εἶναι νοοῦν, καὶ ἕως ἂν δυνάμει ᾖ νοητόν, δυνάμει καὶ νοοῦν ὑπάρχειν. ἄξιον δὲ οὐδὲν ἧττον τὴν αἰτίαν ἐπιζητεῖν, δι’ ἣν ἔνια τῶν ἀύλων νοητῶν οὐκ ἀεὶ νοεῖ, ὅτε οὐδὲ ἐνεργείᾳ ἐστὶν ἑαυτοῖς νοητά. καὶ αἰτία δὲ ἡ διὰ τῶν μέσων ἀεὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα πρόοδος, ἵνα μηδὲν ᾖ κενόν· ἐπεὶ καὶ μείζονα εἶναι τὰ μέσα τῶν ἐσχάτων ἀνάγκη ὡς κρείττω καὶ ὡς πλησιάζοντα μᾶλλον τοῖς πρώτως οὖσι. μέση τοίνυν ἡ ἀνθρωπεία οὖσα ψυχή, μᾶλλον δὲ ὁ τῆς τοιαύτης ψυχῆς λόγος, ὃν νῦν προσαγορεύει νοῦν, τῶν τε ἀμερίστων καὶ μεριστῶν,1 καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ τῶν πάντῃ μεταβαλλόντων, τῶν τε πάντῃ ἑαυτῶν ὄντων καὶ τῶν ἐν ἑτέρῳ ὑπαρχόντων, ὡς τούτων μὲν ἐξῃρημένος ἐκείνων δὲ ἀπολειπόμενος, ᾗ μὲν ὑπερῆρται τῶν ἐν ἄλλῳ, καὶ αὐτὸς ἄυλός ἐστιν, ᾗ δὲ ἀπολείπεται τῶν ἄκρων καὶ ἐν ἑαυτοῖς ἀεὶ μενόντων οὐκ ἀεὶ νοεῖ ἢ νοεῖται εἰλικρινῶς. ἀλλ’ ἐναργέστατα μὲν ἡ τῆς οὐσιώδους ἀφισταμένη νοήσεως ζωὴ τοῦ λόγου εἰς τὸ ἀτελὲς καὶ δυνάμει ὑποφέρεται· καὶ αὐτὴ δέ μοι δοκεῖ ἡ οὐσιώδης νόησις αὐτοῦ παραθραύεσθαι ἐν τῇ τῆς ἔξω προϊούσης ζωῆς προβολῇ, ἵνα καθ’ ὅλην ἑαυτὴν τὴν μεσότητα διασώζῃ καὶ ἵνα καὶ αὐτὸ τοῦτο προβάλληται τὸν ἔξω προϊόντα καὶ ἵνα καὶ χωρίζηται, ὅπερ φησὶν ὁ Ἀριστοτέλης “χωρισθεὶς δέ ἐστιν ὅπερ ἐστίν”, οὐκ ἔχοντος χώραν τοῦ “χωρισθεὶς” ἐπὶ τοῦ ἀεὶ κεχωρισμένου.2 πῶς δ’ ἂν καὶ ἀεὶ ὡσαύτως διαμένων ποτὲ μὲν ἀτελῆ τὸν ἀφ’ ἑαυτοῦ προϊόντα ἀφίει, ποτὲ δὲ ἐτελείου, ποτὲ δὲ καὶ εἰς ἑαυτὸν συνήγαγεν; ἀλλὰ δῆλον ὡς καὶ ὁ οὐσιώδης τῆς ἡμετέρας ψυχῆς νοῦς οὔτε μένει εἰλικρινῶς ἐν τῇ πρὸς ἑαυτὸν ἀεὶ στροφῇ οὔτε μὴν πάντῃ ἀφίσταται ὡς ὁ παθητικός, ὅς ἐστιν ὁ ἔξω προϊών, ἵνα μὴ καὶ αὐτὸς ἑτέρου τοῦ τελειοῦντος δέηται. τοσοῦτον γὰρ ἐχάλασεν ὁ οὐσιώδης τὴν νόησιν, ὡς μὴ ἀκραιφνῶς μὲν νοεῖν, ἑαυτῷ δὲ ἱκανὸν εἶναι πρὸς τελείωσιν τὴν ἑαυτοῦ, τέως μέν, ὥστε τὸν ἔξω προϊόντα τελειοῦν, ἀκρότατα δὲ ἐν τῇ ἀποστάσει μὲν ἐκείνου, εἰς ἑαυτὸν δὲ παντελεῖ ἀναχωρήσει, ὅτε καὶ χωρισθεὶς ἔστιν ὅπερ ἐστίν. ἡ μὲν οὖν μεσότης αἰτία τοῦ μηδὲ τὸν οὐσιώδη νοῦν εἰλικρινῶς μένειν. νῦν δὲ ὁ λόγος τῷ φιλοσόφῳ τέως περὶ τοῦ προελθόντος, ὃς οὐκ ἀεὶ νοεῖ ἢ διὰ τὴν πολλὴν ῥύσιν ἀφιστάμενος τῆς τελειούσης οὐσίας, ὅλος δὲ γινόμενος αἰσθήσεων καὶ φαντασιῶν καὶ ἁπλῶς τῆς σωματοειδοῦς ζωῆς καὶ διὰ τοῦτο μένων ἀτελής, ἢ διὰ τό, κἂν ἤδη τέλειος ᾖ ὁ προελθών, παραποδίζεσθαι πρὸς τὴν θεωρίαν· τοῦτο μὲν καὶ διὰ τὸ πρακτικῶς ἐνεργεῖν παρὰ μέρος διὰ τὸν μερισμὸν πολὺν ἐν τῷ προϊόντι φαινόμενον, τοῦτο δὲ διὰ τὸ σῶμα καὶ τὰς ἔξωθεν προσπιπτούσας τύχας πολλὰς ἀσχολίας παρέχοντα, ἔτι δὲ διὰ τὰς ἀορίστως ἐγειρομένας ἔτι φαντασίας. περὶ δὲ τοῦ ἀύλου νοητοῦ εἰπὼν ὡς ταὐτὸν τῷ νῷ, πρὶν περὶ τοῦ ἐνύλου νοητοῦ διορίσαι, ἐν μέσῳ περὶ τοῦ ἐπιστημονικοῦ ἐπέστησε λόγου διὰ τὸ 〈μὴ〉 ἀεὶ νοεῖν,3 ἵνα συμπληρώσας τὸν περὶ τῶν ἀύλων νοητῶν λόγον οὕτως ἐπὶ τὸν περὶ τῶν ἐνύλων νοητῶν μετίοι.
“而对于它并非始终在知解的原因,必须加以考察。” 决非非质料的可理解对象必然就始终在知解,人们也未曾作此断言;而只是说,在无质料之物的情形中,可理解对象与智性是同一的,以致它既作为现实态中被知解者而现实地在知解,且只要它还是潜在可理解的对象,它也就潜在地在知解。然而,探求某些非质料的可理解对象为何并非始终在知解的原因(即在它们对于自身甚至并非现实态中的可理解对象之时),同样是完全值得的。这一原因在于:从极峰到最低层的事物,始终是通过中间者来进行流溢的,以便没有任何空隙;因为既然中间者更优越且更趋近于第一位存在者,它们就必然高于最低层的事物。因此,作为中间者的人类灵魂——或者更确切地说是这种灵魂的理则,他现在称之为智性——介于不可分者与可分者之间,介于始终如一者与完全变易者之间,以及介于完全属于自身者与存在于他者之中的事物之间;它既然从后者中被超拔出来,却又逊色于前者,因而只要它超越了处于他者之中的事物,它自身也就是非质料的,但只要它逊色于极峰、逊色于始终居于自身之中的事物,它就并不始终在知解,也并非以纯全的方式被知解。相反,最为明晰的是,理则的生命在偏离实体性知解时,沉降到了不完全与潜能之中;而在我看来,甚至它自身的实体性知解也在外溢生命的投射中遭到了碎裂,以便使其自身在全体上保持其中间性,以便正因此而投射出那向外溢出者,并以便得以分离——正如亚里士多德所说:“而分离之后,它正是其所是”,因为“分离之后”这一表述对于始终处于分离状态的事物是毫无容身之地的。否则,如果它始终处于相同的状态,它又怎会在某一时刻听任从自身溢出者处于不完全之中,在另一时刻使其完全,又在另一时刻将其收摄回自身之中呢?但显而易见的是,我们灵魂的实体性智性既非纯全地居于对自身的恒常反转之中,也绝非像被动智性(即向外溢出的智性)那样完全偏离,以免它自身也需要另一者来使之完全。因为实体性智性在如此程度上松弛了其知解活动,以致它虽未纯粹地知解,但对于自身的完全而言已足以自足;暂时而言是为了使那向外溢出者完全,而登峰造极而言则是在脱离那向外溢出者、完全退回到自身之中时成就的,此时它被分离后便正是其所是。因此,中间性乃是甚至实体性智性也未能纯全居于其位的根本原因。但如今哲学家当下的论述则是关涉那已溢出的智性;这已溢出的智性之所以并非始终在知解,或者是因为由于巨大的流溢而偏离了使之完全的实体,完全沦为感觉、表象以及端然是肉身式的生命并因此保持不完全;或者是因为,即便这溢出者已然完全,它在朝向观照时受到了阻碍:一方面是因为由于在溢出者中显现的大量分割而轮流进行实践活动,另一方面是因为身体以及外部降临的机缘带来了大量的分心劳务,此外还由于那些依旧无规定地被唤起的表象。在谈及非质料的可理解对象与智性同一之后,在界定具质料的可理解对象之前,他中途停留在关于具知识性的理则之上,正是由于其并非始终在知解,以便在完结关于非质料的可理解对象的论述之后,再由此过渡到关于具质料的可理解对象的论述。
- 3.117μέση τοίνυν ἡ ἀνθρωπεία οὖσα ψυχή, μᾶλλον δὲ ὁ τῆς τοιαύτης ψυχῆς λόγος, ὃν νῦν προσαγορεύει νοῦν, τῶν τε ἀμερίστων καὶ μεριστῶν
形容词 μέση(主格阴性单数)位于句首,支配随后表示作为中间者所介于的两极的属格短语 τῶν τε ἀμερίστων καὶ μεριστῶν 等。主语 ἡ ἀνθρωπεία οὖσα ψυχή 之后插入了修正说明(μᾶλλον δὲ ὁ... λόγος),随后接续了三组对立概念的属格,构成长距倒装离隔结构(hyperbaton)。
- 3.117οὐκ ἔχοντος χώραν τοῦ “χωρισθεὶς” ἐπὶ τοῦ ἀεὶ κεχωρισμένου
此处为独立属格结构(genitive absolute),实质化的中性短语 τοῦ “χωρισθεὶς”(“‘分离之后’这一表述”)作为分词 ἔχοντος 的主语,以 χώραν 为宾语,起原因从句的作用,意为“因为‘分离之后’对于始终处于分离状态的事物毫无容身之地”。
- 3.117διὰ τὸ 〈μὴ〉 ἀεὶ νοεῖν
这是由介词 διά 支配宾格冠词不定式(τὸ ἀεὶ νοεῖν)构成的介词短语,并带有现代校勘者补入的否定词 〈μὴ〉,表原因(“因其并非始终在知解”)。此短语直接呼应了 Bekker 430a5 的文本标目(Τοῦ δὲ μὴ ἀεὶ νοεῖν τὸ αἴτιον)。
