- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:236.32-237.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《论灵魂》430a2辨析了关于“智性自身也是可理解对象”的第二个疑难,论述了在无质料之物中能知解者与被知解者同一,以及观照性知识与其对象同一。
" Καὶ αὐτὸς δὲ νοητός ἐστιν ὥσπερ τὰ νοητά." Τὴν δευτέραν ἐφεξῆς διακρίνει ἀπορίαν. αὐτὸ γὰρ τοῦτο νοῦ ἴδιόν ἐστι τὸ ἑαυτὸν νοεῖν ἢ δύνασθαι νοεῖν. διὸ νοητὸς καὶ ὁ ἔτι ἀτελὴς ὡς δυνάμει νοητὸς κατὰ τὸ πρῶτον δυνάμει, καὶ ὁ τελειωθεὶς κρειττόνως νοητὸς κατὰ τὸ δεύτερον δυνάμει, καὶ δι’ ἑαυτοῦ νοεῖν ἑαυτὸν ἱκανός, καὶ ὡς ἤδη τέλειος καὶ ὡς παρισούμενος τῷ οὐσιώδει νῷ καὶ πλησιάζων αὐτῷ ἐνεργείᾳ ὄντι νῷ· εἰ γὰρ καὶ δυνάμει καὶ ὁ τελειωθεὶς νοῦς, ἀλλὰ κατὰ τὸ δεύτερον δυνάμει. ἀλλ’ εἰ νοητὸς καὶ ὁ νοῦς ὥσπερ τὰ νοητά, νοητὰ δὲ καὶ τὰ ἔνυλα ἤδη, ἕξει τέ τι κοινὸν πρὸς αὐτὰ καὶ οὐκ ἔσται ἀμιγὴς πρὸς αὐτά· καὶ οὐχ ἁπλοῦς ὑπάρξει, εἴ γε ἕτερον τὸ νοητὸν τῷ εἴδει τοῦ νοῦ, ὡς δηλοῖ τὸ νοητὸν μὲν ὑπάρχον τοῖς ἐνύλοις, οὐχὶ δὲ ὁ νοῦς· τὰ γὰρ καὶ τῷ λόγῳ ταὐτὰ συντρέχειν ἀεὶ ἀνάγκη. τὴν δὴ πρὸς ταῦτα τοῦ φιλοσόφου ὅρα ἀπάντησιν. ἐπὶ μὲν τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστί, φησι, τὸ νοοῦν καὶ τὸ νοούμενον, τῷ αἰτιολογικῷ συνδέσμῳ τῷ γὰρ χρησάμενος τὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν νοητός ἐστιν ὁ νοῦς· ἄυλος γὰρ ἅπας, καὶ εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν,1 καὶ ἐπιστρέφων πρὸς ἑαυτόν, ὅπου γε καὶ τῇ δόξῃ, ἐσχάτῳ οὔσῃ τῆς ψυχῆς λόγῳ, πίστις ἕπεται πάντως, ἡ ὡς ἐπὶ ἀληθεῖ οὔσῃ συγκατάθεσις, κατὰ τὴν τῆς δόξης πρὸς ἑαυτὴν ἐπιτελουμένη ἐπιστροφήν, κρινούσης ὡς ἀληθῆ τὴν ἑαυτῆς περὶ τῶν πραγμάτων σύνεσιν. ἐπεὶ οὖν ὁ νοῦς ἄυλος, πάντως καὶ νοητὸς ὡς ἑαυτὸν νοῶν· ἐν δὲ τῷ κατ’ ἐνέργειαν νῷ καὶ εἴδει τὸ αὐτὸ τὸ νοοῦν καὶ τὸ νοούμενον, διότι πᾶσα γνωστικὴ ἐνέργεια τῷ γνωστῷ ὁρίζεται καὶ ἔστιν ὅπερ τὸ γνωστόν, ἤδη μὲν καὶ ἡ αἴσθησις, μειζόνως δὲ ἡ ἐπιστήμη. καὶ γὰρ ὅσῳ κρείττων ἡ γνῶσις, τοσούτῳ κρείττων καὶ ἡ πρὸς τὸ γνωστὸν αὐτῆς ἕνωσις· ἐπεὶ καὶ ἡ μὲν αἴσθησις προηγουμένως τῶν ἐν ὕλῃ κειμένων ἐστὶ γνωριστικὴ κατὰ τὰ ἐν αὐτῇ ἐκείνων εἴδη, ἀλλ’ οὐ τῶν ἐν ἑαυτῇ ἐστιν εἰδῶν, διὸ οὐκ ἔστι κυρίως τὰ αἰσθητά· ἡ δὲ ἐπιστήμη προηγουμένως τῶν ἐν αὐτῇ ἐστιν εἰδῶν τε καὶ λόγων θεωρητική, ἵνα καὶ τὰ αἰτιατὰ ἐκ τῶν αἰτίων θεωρῇ. κἂν οὖν μεταβαίνῃ καὶ ἐπὶ τὴν σύστοιχον τῶν αἰτιατῶν γνῶσιν, ἀλλὰ κατὰ τὴν προηγουμένην αὐτῶν ἀντίληψιν τὴν κατὰ τὰ αἴτια ἐν αὐτῇ ὄντα ἡ αὐτή ἐστι τοῖς ἐπιστητοῖς· τοῖς γὰρ ἐν αὐτῇ, ἃ καὶ κυρίως καὶ πρώτως ἐστὶν ἐπιστητά. ἡ τοίνυν ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητόν, ὡς ἤδη θεωρούμενον ἀλλὰ μὴ δυνάμει ὂν ἔτι, τὸ αὐτό ἐστι, διότι εἰς ἑαυτὸν ὁ ἐπιστημονικὸς ἐπιστραφεὶς λόγος καὶ ἐν ἑαυτῷ τὸ ἐπιστητὸν ἔχων καὶ κατ’ αὐτὸ ἐν τῷ ἐνεργεῖν ὁριζόμενος καὶ κατὰ τὸν τοῦ γνωστοῦ ὅρον ἵστησι τὴν γνῶσιν· ὡς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον τοῦ τε κατ’ ἐνέργειαν ἐπιστητοῦ καὶ τῆς κατ’ ἐνέργειαν ἐπιστήμης, τὸν τοῦ ἐπιστητοῦ ὅρον. εἰπὼν δὲ ἐπὶ τῶν ἄνευ ὕλης τὸ αὐτὸ εἶναι τὸ νοοῦν καὶ τὸ νοούμενον ἐπήγαγεν ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητὸν τὸ αὐτό ἐστιν, ὡς ὃν ἤδη παραδέδωκεν νοῦν, τοῦτον εἶναι τὴν ἐπιστήμην βουλόμενος, δυνάμει μὲν τὸν ἀτελῆ, ἐνεργείᾳ δὲ τὸν τέλειον καὶ ἤδη θεωροῦντα. οὐ γὰρ ὡς παραδείγματι τοῦ νοῦ τῇ ἐπιστήμῃ χρῆται, ἀλλ’ ὡς διασαφεστέρου ὀνόματος τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ,2 τὴν πρὸς ἄλληλα αὐτῶν δεικνὺς ταὐτότητα.
“而[智性]自身正如那些可理解对象一样也是可理解的。” 他接着辨析第二个疑难。因为知解自身或能够知解自身,正是智性固有的特征。因此,那尚不完全的[智性]作为按照第一潜能潜在可理解的对象也是可理解的,而那得以完全的[智性]则是按照第二潜能更优越地作为可理解的对象,能够通过自身知解自身,并且是作为业已完全者、作为与实体性智性相匹配并趋近于身为现实态中的智性的〔实体性智性〕者[而可理解];因为即使完全的智性也是潜在的,但它是依照第二潜能[而潜在]。然而,如果智性正如可理解对象一样也是可理解的,而具质料之物也已经是可理解的,那么它就将与它们具有某种共同之物,并且对它们而言将不是纯粹无杂的;而且它将不是单纯的,如果可理解对象在形式上确与智性不同的话(正如具质料之物具有可理解性而并非智性所表明的那样);因为在定义上相同的事物必然始终相符合。请看哲学家对此的回应。他说,在无质料之物的情形中,能知解者与被知解者是同一的,他使用了表原因的连接词“因为”来给出智性之所以是可理解对象的原因;因为一切[智性]都是非质料的——即使它是维持身体且难以构想的某种东西——并且转向自身,既然即便对于作为灵魂最低理则的意见而言,也完全伴随着确信,即作为对真实之物的赞同,这是依照意见转向自身而得以成就的,裁决其自身关于事物的理解为真实。因此,既然智性是非质料的,它作为知解自身者就完全也是可理解的;而在现实活动中的智性与形式之中,能知解者与被知解者是同一的,因为一切认知性活动都由可知对象所规定,并且正是可知对象所是的,感觉已然如此,而知识则更甚。因为认知越是优越,它与可知对象的合一也就越是优越;既然感觉固然主要是依照自身中那些事物的形式来认知处于质料之中的事物,但并非认知自身之中的形式,因而〔感觉〕严格说来并不是那些可感觉对象;而知识则主要是观照自身之中的形式与理则,以便也能从原因中观照结果。因此,即使它也过渡到对结果的相应认知,但依据自身中存在的原因对它们的首要把握,它与可知对象是同一的;即与自身之中的事物同一,它们正是严格且首要的可知对象。因此,观照性知识与这种方式下的可知对象——即业已被观照而非尚在潜能中的对象——是同一的,因为具知识性的理则转向自身,并在自身中拥有可知对象,在现实活动中依照它受到规定,并依照可知对象的定义确立认知;以致现实活动中的可知对象的理则与现实活动中的知识的理则,即可知对象的定义,乃是一且相同的。在说了“在无质料之物的情形中能知解者与被知解者是同一的”之后,他补充道:“因为观照性知识与这种方式下的可知对象是同一的”,意在表明他早先所阐明的这个智性正是知识:潜在地是那不完全者,现实地则是那完全且业已观照者。因为他并非将知识用作智性的范例,而是鉴于知识与可知对象这一名称更为明晰,来彰显它们相互之间的同一性。
- 3.116καὶ εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν
由 καὶ εἰ(“即使……”)引导的让步从句,主语为不定代词 τι。它指的是维持身体的那部分智性(或与身体相结合的理性灵魂维度),由于它关涉身体,因而“难以构想”(πλάσαι χαλεπόν)。此句紧接 ἄυλος γὰρ ἅπας [νοῦς],用以强调毫无例外地一切智性皆是非质料性的。
- 3.116ὡς διασαφεστέρου ὀνόματος τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ
由 ὡς 与属格独立结构(省略分词 ὄντος)构成的表示观点/原因的副词性表达,意为“鉴于知识与可知对象这一名称更为明晰”。它与前面的 οὐ γὰρ ὡς παραδείγματι... 形成对照,表明注疏者的构想:亚里士多德引入知识并非将其作为智性的例证(类比),而是通过更明了的名称来阐明它们之间的同一性。
