← 辛普里丘

亚里士多德《论灵魂》注释

§235.32-236.31

书写板比喻与潜在智性的完满过程

辛普里丘注解了亚里士多德在《论灵魂》429b29中关于智性之受动与空白书写板比喻的疑难解答,阐明了不完全的智性如何从潜在状态通过向自身内部的理则回返而臻于完全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.115

" Ἢ τὸ μὲν πάσχειν κατὰ κοινόν τι διῄρηται πρότερον, ὅτι δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς, ἀλλ’ ἐντελεχείᾳ οὐδέν, πρὶν νοεῖν. δεῖ δ’ οὕτως ὥσπερ ἐν γραμματείῳ μηδὲν ὑπάρχειν ἐντελεχείᾳ γεγραμμένον· ὅπερ συμβαίνει ἐπὶ τοῦ νοῦ." Ἀναλαμβάνει διὰ τούτων τὴν προτέραν ἀπορίαν, καὶ σώζων τὴν οἰκείαν ὑπόθεσιν, 〈τὸ〉 τῷ πάσχειν νοεῖν τὸν ἔξω ἀφ’ ἑαυτοῦ προϊόντα νοῦν,1 καὶ κοινὸν τι πρὸς τὰ νοητὰ τοῦτον ἔχειν ὁμολογῶν· καὶ τὸν ἔτι ἀτελῆ οὐ παντελῶς ὅμως ἀπεσπάσθαι ἐνδείκνυται τοῦ κατ’ ἐνέργειαν νοῦ αὐτῷ τε τῷ πεφυκέναι νοεῖν καὶ τῷ δεκτικῷ τῶν νοητῶν εἰδῶν, ἐκ τῶν ὑπερτέρων δηλαδὴ πληρούμενον εἰδῶν· ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος, ὡς αὐτὸς ἐρεῖ. εἰ δὲ καὶ αὐτενεργήτως ὑπὸ τοῦ κρείττονος τελειοῦται, ὡς αὐτὴ δηλοῖ ἡ νόησις καθαρὰ οὖσα ἐνέργεια, πῶς οὐχὶ μειζόνως τῷ καθαρῷ συμφύεται νῷ, καὶ ἔτι μειζόνως ὁ προϊὼν μὲν τελειωθεὶς δὲ2 καὶ ἤδη δυνάμενος δι’ ἑαυτοῦ ἐνεργεῖν κατὰ τὸ δεύτερον δυνάμει. ὁ μὲν οὖν σκοπὸς τῶν πρὸς τὴν πρώτην λεγομένων ἀπορίαν οὗτος· τὴν δὲ λέξιν σκεπτέον. τὸ πάσχειν, φησί, κατὰ κοινὸν διῄρηται πρότερον, διότι ἔστι τις τῷ πάσχοντι ὁπωσοῦν πρὸς τὸ ποιοῦν κοινωνία, ὅτι δυνάμει εἶναι ἀνάγκη, ὅπερ ἐνεργείᾳ τὸ ποιοῦν. διὸ καὶ δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς, οὗτος δηλαδὴ ὁ τῷ πάσχειν νοῶν καὶ ὁ ἔτι ἀτελής. καὶ οὗτος δὲ δυνάμει πως ἀλλ’ οὐχ ἁπλῶς, ὡς ἡ ὕλη, διὰ τὴν αὐτενέργητον τοῦ νοῦ ὑπὸ τῶν νοητῶν τελειότητα καὶ διὰ τὸ μὴ δύο μόνον, ἀλλὰ καὶ ἕνα πως τόν τε μένοντα καὶ προϊόντα εἶναι νοῦν, καὶ ταύτῃ καὶ ἐνεργείᾳ πως ὄντα, ὡς δὲ προϊόντα καὶ ἀφιστάμενον ἑαυτοῦ καὶ ἔτι ἀτελῆ δυνάμει καὶ ἐντελεχείᾳ οὐδὲν πρὶν νοεῖν, πρὶν καὶ ἱκανὸν γενέσθαι δι’ ἑαυτοῦ νοεῖν. καὶ οὗτος ὁ τῷ ἀγράφῳ ἀπεικαζόμενος γραμματείῳ· καὶ γὰρ τοῦτο, ἐπιτήδειον ὂν πρὸς τὸ ἐγγράφεσθαι, οὔπω ἐγγέγραπται. τοσοῦτον γὰρ ἀπὸ τῆς οἰκείας οὐσίας εἰς τὸ ἔξω ῥέουσα ἡμῶν ἡ ψυχή, ὡς εἰς ἀμαθίαν καὶ ἄγνοιαν ἑαυτῆς τε καὶ πάσης εἰδητικῆς οὐσίας ὑποφέρεσθαι, τῆς ὡς ὑφ’ ἑτέρου δεῖται τελειώσεως· ὑφ’ ἑαυτῆς μὲν γάρ, ἀλλ’ ὡς ὑφ’ ἑτέρας, διότι ἑαυτῆς καὶ τῆς οἰκείας ἐξέστη οὐσίας. τελειοῦται γοῦν ἐπιστραφεῖσα πρὸς τοὺς ἐν αὐτῇ οὐσιώδεις λόγους, κατ’ αὐτοὺς ζητοῦσά τε καὶ εὑρίσκουσα τὴν τῶν ὄντων ἀλήθειαν, ἐγειρομένους εἰς θεωρίαν καὶ τελειοῦντας τὸ ἔξω προϊὸν ἑαυτῆς. διὸ καὶ τελειωθεὶς ὁ προελθὼν νοῦς κατὰ τὸ ἐγγεγράφθαι3 καὶ οἷον ἐπικτήτως καὶ ἑτέρωθεν· ὑπὸ γὰρ τῆς οὐσιώδους ἐνεργείας τετελείωται. ὅπερ συμβαίνει ἐπὶ τοῦ νοῦ, τοῦ περὶ οὗ ὁ λόγος, τοῦ ῥυέντος δηλαδὴ καὶ ἢ ἔτι ἀτελοῦς ἢ καθ’ ἕξιν καὶ προβολὴν τελειουμένου· μόνος γὰρ ὁ οὐσιώδης κατ’ ἐνέργειαν καθαρὰν καὶ μένων ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυτοῦ ἐστι τέλειος.

“或者,关于受动乃是依循某种共同之物,早先已经作出了区分,即:在知解之前,智性以某种方式潜在地是那些可理解对象,而在现实中什么也不是。它必定如同书写板一样,上面在现实中没有任何被写下的东西;这正是发生在智性身上的情形。” 通过这些话,他重提了前一个疑难,并在维持其固有假设——即从自身向外发散的智性乃是通过受动而知解——并承认这智性与可理解对象具有某种共同之物的同时,还表明那尚不完全的智性并未完全脱离现实活动中的智性,这正是由于其本性上能知解并且是可理解形式的接受者,显然是由更高阶的形式所充实;因为正如他自己将要说的那样,施动者总是比受动者更为尊贵。而如果它由更优越者自我能动地得以完成(正如知解本身作为纯粹的现实活动所表明的那样),它又怎能不更大程度地与纯粹的智性结合在一起呢?而那发散出来、业已完全且已能依照第二潜能通过自身活动者,更复如此。这就是针对第一个疑难所说之话的意图;但须考察文句。他说,“受动依循某种共同之物早先已作出了区分”,乃是因为受动者对于施动者以某种方式存在着相通性,因为受动者必然潜在地是施动者现实地所是的。因此智性也以某种方式潜在地是那些可理解对象,即这个通过受动而知解且尚不完全的智性。而这个智性也是以某种方式潜在的,但并非如同质料那般是纯粹潜在的,这是由于智性受可理解对象的作用而具有自我能动的完全性,且由于留存的智性与发散的智性不仅是二,而且在某种方式上也是一,并在这方面在某种方式上也是现实的;但就其发散出来、脱离自身且尚不完全而言,在知解之前、在变得足以通过自身知解之前,它是潜在的,而在现实中什么也不是。这正是被比作未曾书写的蜡板者;因为蜡板虽然适合于被书写,却尚未被书写。因为我们的灵魂从其固有实体向外流溢如此之远,以致沦于对其自身及一切形式性实体的愚昧与无知之中,从而需要仿佛是由他者带来的完成;因为固然是由自身完成,却又仿佛是由他者完成,这是因为它已经脱离了自身及其固有实体。无论如何,通过转向其内部的实体性理则,并依循它们探寻和发现存在者的真理,灵魂得以完成,这些理则被唤醒进入观照,并完成灵魂向外发散的部分。因此,发散的智性亦因被书写、仿佛是后天且从外部得以完成;因为它是被实体性的活动所完成的。“这正是发生在智性身上的情形”,乃是指在所讨论的智性身上,即在流溢出来的、或尚不完全、或依照状态与投射而得以完成的智性身上;因为唯有处于纯粹活动中且留存于自身的实体性智性,才是自足完全的。

语法注3 条
  1. 3.115〈τὸ〉 τῷ πάσχειν νοεῖν τὸν ἔξω ἀφ’ ἑαυτοῦ προϊόντα νοῦν

    带有冠词的不定式短语,作为分词 σώζων(保持)的宾语,同位语式地解释前面的 τὴν οἰκείαν ὑπόθεσιν(固有的假设)。宾格短语 τὸν ἔξω ἀφ’ ἑαυτοῦ προϊόντα νοῦν 是不定式 νοεῖν 的逻辑主语。

  2. 3.115καὶ ἔτι μειζόνως ὁ προϊὼν μὲν τελειωθεὶς δὲ

    省略结构,承接前面反问句 πῶς οὐχὶ μειζόνως τῷ καθαρῷ συμφύεται νῷ(怎能不更大程度地与纯粹的智性结合在一起呢)中的动词 συμφύεται。主语转变为接下来的阳性单数分词短语 ὁ προϊὼν μὲν τελειωθεὶς δὲ...(发散出来且已完全的[智性])。

  3. 3.115διὸ καὶ τελειωθεὶς ὁ προελθὼν νοῦς κατὰ τὸ ἐγγεγράφθαι

    省略了系动词 ἐστίν 的小句。τελειωθείς 作为谓语分词(不定过去时被动分词),理解为“发散的智性亦得以完成……”。介词短语 κατὰ τὸ ἐγγεγράφθαι 表示方面或方式(“因被书写”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:235.32-236.31