← 辛普里丘

亚里士多德《论灵魂》注释

§234.20-235.31

关于不受动的知性如何受动与自我知解的疑难

辛普里丘探讨了亚里士多德在429b22–26提出的两个疑难:其一,若知性是单纯不受动的,作为受动的知解如何可能;其二,若知性自身即是可理解对象,是否会导致一切对象皆具知性或知性内含混杂之物。他将这些疑难置于向外发散的不完全/完全知性与实体性知性的关联中加以阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.113

" Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦν ἐστι καὶ ἀπαθὲς καὶ μηθενὶ μηθὲν ἔχει κοινόν, ὥσπερ φησὶν Ἀναξαγόρας, πῶς νοήσει, εἰ τὸ νοεῖν πάσχειν1 τί ἐστιν· ἢ γάρ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τὸ μὲν ποιεῖν δοκεῖ, τὸ δὲ πάσχειν." Συμπληρώσας τὴν περὶ τοῦ προϊόντος διττοῦ νοῦ θεωρίαν ἢ δύο ὄντων, κατὰ τὸ ἀτελὲς καὶ τέλειον διακρινομένων καὶ κατὰ τὸ διττὸν δυνάμει καὶ κατὰ τὸ ἢ ὅλον ταῖς δευτέραις συμπλέκεσθαι ζωαῖς ἢ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὴν οὐσίαν ἀνανεύειν, ἀφ’ ἧς τελειοῦται, καὶ μέλλων ἐπὶ τὸν οὐσιώδη τῆς ψυχῆς ἀνατρέχειν νοῦν, δύο περὶ τῶν προειρημένων νῶν ἐκτίθεται ἀπορίας, ὧν ἡ πρώτη μάλιστα τῷ ἀτελεῖ προσήκει, ἧττον δὲ τῷ ἤδη τελείῳ, ἡ δὲ δευτέρα ἀνάπαλιν. δι’ ἀμφοῖν δὲ κοινωνίαν τινὰ τῶν εἰρημένων πρὸς τὸν ῥηθησόμενον παραδίδωσι, τοῦ μὲν πορρώτερον τοῦ δὲ πλησιαίτερον.2 καὶ γὰρ ὁ ἔσχατος καὶ ὑλικὸς κοινόν τι ἔχειν πρὸς τὸν ποιοῦντα ὡς πεφυκὼς τελειοῦσθαι δείκνυται, καὶ ὁ κατὰ τὴν ἕξιν τέλειος μειζόνως κοινωνεῖ πρὸς τὸν ἀφ’ ἑαυτοῦ τέλειον τῷ καὶ αὐτὸς εἶναι νοητὸς καὶ ἄυλος, ἐπειδὴ ἐν τοῖς ἀύλοις τὸ νοητὸν νοεῖ. τίς οὖν ἡ πρώτη ἀπορία καὶ πόθεν ὡρμημένη; ἐκ τοῦ κατ’ ἐνέργειαν καὶ ὑπὲρ ψυχὴν νοῦ. ἐκεῖνος γὰρ ἀπαθὴς ὡς ὑπ’ οὐδενὸς πάσχων, καὶ ἀμιγὴς πρὸς τὰ δεύτερα, νοούμενα καὶ αὐτὰ κατὰ τὴν αἰτιώδη αὐτῶν πρόληψιν, ἀλλ’ οὐ συστοίχως αὐτοῖς· διὸ οὐδὲ ἔχει τι κοινὸν κατὰ τὴν ὁμοταγῆ κοινωνίαν, ἐπεὶ κατὰ τὴν αἰτιώδη τῶν αἰτιατῶν πρόληψιν ἡ ἐξῃρημένη ἐν τοῖς πρώτοις πρὸς τὰ δεύτερα ὑπάρχει κοινωνία. πῶς οὖν ἡμεῖς τὸ νοεῖν ἐν τῷ πάσχειν ἐτιθέμεθα καὶ ἐν τῇ κατὰ μῖξιν κοινωνίᾳ, ἵνα καὶ συστοίχως ᾖ πως ἡ κοινωνία ὡς ἐπὶ τῶν ποιούντων καὶ πασχόντων; τὰ γὰρ ἐξῃρημένα καὶ ὑπερφυῆ αἴτια ὑποστατικὰ μὲν πάντων, οὐ ποιητικὰ δὲ ὑπ’ Ἀριστοτέλους λέγεται, ὅτι μὴ γενέσεως ἄρχει προσεχῶς. πρὸς γὰρ τὸ γινόμενον τὸ ποιοῦν, ἀλλ’ οὐσίας καὶ τοῦ εἶναι πᾶσιν ἐκεῖνα αἴτια. ἡ τοίνυν ἀπορία, πῶς ἐν τῷ πάσχειν τὸ νοεῖν, ἀπαθοῦς ὄντος τοῦ νοῦ, ὡς καὶ τῷ Ἀναξαγόρᾳ δοκεῖ. πῶς δὲ οὐχ ἕξει τι κοινὸν πρὸς τὰ ποιοῦντα, εἰ πάσχει· κατὰ κοινὸν γάρ τι τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καίτοι ἀμιγοῦς ὄντος καὶ μηδενὶ μηδὲν ἔχοντος κοινὸν τοῦ νοῦ. τοιαύτη μὲν ἡ πρώτη ἀπορία. ἐπάγει δὲ καὶ ἑτέραν γράφων ὧδέ πῃ· "Ἔτι δ’ εἰ νοητὸς καὶ αὐτός· ἢ γὰρ καὶ τοῖς ἄλλοις ὁ νοῦς ὑπάρξει, εἰ μὴ κατ’ ἄλλο αὐτὸς νοητός, ἓν δέ τι τὸ νοητὸν εἴδει,3 ἢ μεμιγμένον τι ἕξει, ὃ ποιεῖ νοητὸν αὐτὸν ὥσπερ τὰ ἄλλα." Αὕτη ἡ ἀπορία προσήκει μὲν καὶ τῷ ἀτελεῖ νῷ, ὡς δυναμένῳ καὶ αὐτῷ ἑαυτὸν νοεῖν κατὰ τὸ πρῶτον δυνάμει, ἐναργέστερον δὲ ἐπὶ τοῦ ἤδη τελειωθέντος, περὶ οὗ σαφῶς εἴρηται “καὶ αὐτὸς δὲ ἑαυτὸν τότε δύναται νοεῖν”, κατὰ τὸ δεύτερον δυνάμει δηλαδή. τὸ δὲ νοεῖν ἑαυτὸ δυνάμενον δῆλον ὡς οὐ μόνον ἔσται νοοῦν ἀλλὰ καὶ νοούμενον, καὶ νοῦς ἅμα καὶ νοητόν. καὶ δῆλον ὡς καὶ τῷ οὐσιώδει τῆς ψυχῆς καὶ πρός γε τῷ κρείττονι ψυχῆς ἀφομοιοῦται ταύτῃ, ὡς εἰς τὸ ἄυλον περιαγόμενος διὰ τὴν ἀμέριστον πρὸς ἑαυτὸν ἕνωσιν. διὸ καὶ ἡ ἀπορία κοινὴ πρὸς τὸ ἁπλοῦν καὶ ἀμιγὲς ἐνισταμένη τοῦ νοῦ. εἰ γὰρ τὸ μὲν νοητὸν καὶ τοῖς ἄλλοις ὑπάρχει τοῖς τε φυσικοῖς εἴδεσι καὶ ἁπλῶς ταῖς φυσικαῖς οὐσίαις, νοῦς δὲ οὐχ ὑπάρχει πάσαις, οὐ ταὐτὸν ἂν εἴη τῷ εἴδει τουτέστι τῷ λόγῳ νοῦς τε καὶ νοητόν, κἂν τῷ ὑποκειμένῳ συντρέχῃ ποτέ. ἐφ’ ὧν οὖν συντρέχει, ἐπειδὴ οὐχ ᾗ νοῦς ἐστι νοητός, κατ’ ἄλλο τι κοινὸν καὶ τοῖς ἄλλοις ἰδίωμα ἕξει τὸ νοητόν. οὔτε ἄρα ἁπλοῦς οὔτε ἀμιγὴς ἔσται πρὸς ἄλλα ὁ νοῦς· μεμιγμένον γάρ τι ἕξει, ὃ ποιεῖ νοητὸν αὐτὸν ὥσπερ τὰ ἄλλα· τὸ μὲν μεμιγμένον διὰ τὴν τοῦ νοητοῦ πρόσθεσιν τῇ ἰδιότητι διαλλάττοντος τοῦ νοῦ, τὸ δὲ ὥσπερ τὰ ἄλλα πρόσκειται ἐπιτεῖνον τὴν ἀπορίαν διὰ τὴν πρὸς αὐτὰ τοῦ νοῦ κοινωνίαν, καίτοι μεριστὰ καὶ ἔνυλα ὄντα. τοιαῦτα γὰρ τὰ ἄλλα.

“人们也许会提出疑难:如果智性是单纯且不受动的,并且如阿那克萨戈拉所说与任何事物都无共同之处,那么如果知解是某种受动,智性将如何知解呢?因为唯有当二者具有某种共同之物时,一方才显得施动,另一方受动。” 在结束了关于向外发散的双重智性(或两个智性)的观照之后——它们依照不完全与完全、依照双重的潜能、以及依照或者整体上与次级生命交织在一起,或者向自身以及向赋予其完全性的实体回返而得以区分——并且即将上溯至灵魂的实体性智性之际,他针对前述的智性提出了两个疑难,其中第一个主要适合于不完全的智性,较少适合于已经完全的智性;而第二个则相反。通过这两个疑难,他传授了前述智性与即将论及的智性之间的某种相通性,前者较远,后者较近。因为事实上,最低级的质料性智性作为本性上臻于完全者,被表明与施动智性具有某种共同之处;而依照状态(定型)达到完全的智性,通过自身也是可理解对象且是非质料的,与自身完全的智性具有更大的相通性,因为在非质料的事物中,它知解可理解对象。那么,第一个疑难是什么,又是从何而来的呢?它来自于现实活动中的、超越灵魂的智性。因为那一智性是不受动的,作为不承受任何事物的受动者;它亦不与次级事物相混合,次级事物虽也被它知解,却是依循它对它们的原因性预先把握而被知解的,而不是与它们处于同等序列;因此,在同等序列的相通性中,它并不具有任何共同之处,因为第一者对次级者的超越性相通,乃是依循对结果的原因性预先把握而成立的。既然如此,我们又如何将知解置于受动之中、置于依循混合的相通之中,以便这种相通在某种意义上也是同等序列的,正如在施动者与受动者那里一样呢?因为那些超越的、超本性的原因虽然是万物得以确立的基础,却不被亚里士多德称为施动原因,因为它们并不直接统辖生成。施动者是相对于生成者而言的,而那些原因则是万物之实体与存在的根由。因此,疑难就在于:如果智性是不受动的(正如阿那克萨戈拉所认为的那样),知解如何会在受动之中呢?而且,如果它受动,它又怎能与施动者没有任何共同之处呢?因为正是依循某种共同之物,一方施动而另一方受动,尽管智性是不混杂的且与任何事物都无共同之处。第一个疑难便是如此。接着他又引入了另一个疑难,写道如下: “再者,[人们可以探讨]如果智性自身也是可理解的对象[它将如何知解]。因为要么智性也将存在于其他事物之中,如果它自身并非依照另一事物而成为可理解的、并且可理解的对象在形式上是一的话;要么它将具有某种混杂之物,这混杂之物使它如同其他事物一样成为可理解的。” 这一疑难固然也适合于不完全的智性,因为依照第一潜能它自身也能够知解自身;但在已经完全的智性上表现得更为明显,关于后者已经明确说过“那时它自身也能够知解自身”,即显然是依照第二潜能。而能够知解自身者,显而易见不仅将是知解者,而且也是被知解者,同时既是智性又是可理解对象。显而易见,通过对自身的无部分合一而转向非质料之物,它在这方面既同化于灵魂的实体性智性,更进一步同化于高于灵魂的智性。因此,这一疑难也是一个共同的疑难,直接针对智性的单纯性与不混和性。因为,如果可理解对象既存在于其他事物——即自然形式和纯粹的自然实体——之中,而智性并不存在于一切事物之中,那么智性与可理解对象在形式上(即在定义上)便不是同一的,即便它们有时在底层基质上相合。因此,在它们相合的事物上,既然智性并非就其为智性而言是可理解的,那么它就将依照某种与其他事物共通的另一特有属性而具有可理解性。于是,智性相对于其他事物既不是单纯的,也不是不混合的;因为正如其他事物一样,它将具有使它成为可理解对象的某种混杂之物。“混杂之物”是由于附加了在特有性上不同于智性的可理解对象而说的;而“如同其他事物一样”被附加进来,则是通过智性与那些事物的相通性(尽管它们是可分的和具质料的)而加剧了疑难。因为其他事物就是这般状态。

语法注3 条
  1. 3.113τὸ μὲν ποιεῖν δοκεῖ, τὸ δὲ πάσχειν

    在亚里士多德的引文中,相关词 τὸ μέν 与 τὸ δέ 作支配动词 δοκεῖ 的主语(“一方显得施动,而另一方受动”),而非不定式 ποιεῖν 与 πάσχειν 的中性宾格宾语。

  2. 3.113τοῦ μὲν πορρώτερον τοῦ δὲ πλησιαίτερον

    未带名词的 τοῦ μέν 与 τοῦ δέ 是阳性单数属格,指代前文“前述诸智性”(τῶν προειρημένων νῶν)中的“不完全智性”与“完全智性”,作为从属于 κοινωνίαν 的属格 τῶν εἰρημένων 的分配性同位语,并受比较级副词 πορρώτερον 与 πλησιαίτερον 修饰(“前者更远,后者更近”)。

  3. 3.114εἰ μὴ κατ’ ἄλλο αὐτὸς νοητός, ἓν δέ τι τὸ νοητὸν εἴδει

    这是嵌套在第一选言析取支(ἢ γὰρ καὶ τοῖς ἄλλοις ὁ νοῦς ὑπάρξει)之内的复合条件前件。由 εἰ μὴ... 引领的否定条件与由 δέ 并列的肯定条件 ἓν δέ τι...(“如果不是依照另一事物……且如果可理解对象在形式上为一”)共同构成了导致后件(智性将存在于其他事物之中)的先决条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:234.20-235.31