- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:233.4-234.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德关于数学对象存在于抽象之中以及直线与其本质存在区分之处(429b18–21),论述了事物脱离质料的分离层次与向外发散的人类智性的认知活动及其本体论地位之间的对应关系。
" Πάλιν δ’ ἐπὶ τῶν ἐν ἀφαιρέσει ὄντων τὸ εὐθὺ ὡς τὸ σιμόν· μετὰ συνεχοῦς γάρ· τὸ δὲ τί ἦν εἶναι, εἰ ἔστιν ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθύ, ἄλλῳ." Ἐν ἀφαιρέσει ὄντα τὰ μαθηματικὰ εἴωθε δοξάζειν τε καὶ λέγειν, οὐχ ὡς οἱ Πυθαγόρειοι ζητῶν τοὺς προβλητικοὺς τῶν ἐν τῇ φαντασίᾳ μαθηματικῶν τύπων λόγους, οὐσιώδεις ὄντας ἐν τῇ σωματοειδεῖ τῆς ψυχῆς ζωῇ, ἀλλ’ ἐν αὐτοῖς τοῖς φανταστικοῖς τύποις τὰ μαθήματα εἶναι λέγων, περὶ οὓς καὶ κατὰ ἀλήθειαν τὴν πᾶσαν ποιοῦνται πραγματείαν οἱ μαθηματικοί. οἱ μὲν οὖν Πυθαγόρειοι, εἰς τοὺς προβλητικοὺς τῶν τύπων ζωτικοὺς ἀποβλέποντες λόγους, οὐσίας ἐτίθεντο τὰ μαθήματα· ὁ δὲ Ἀριστοτέλης τῶν τύπων ἀποφάσκει τὴν οὐσίαν καὶ ἐξ ἀφαιρέσεως ἐγγίνεσθαι λέγει τοὺς τύπους, ὡς κατὰ τὴν πρὸς τὰ αἰσθητὰ μίμησιν προσδεχομένης αὐτοὺς τῆς ψυχῆς· οὐ διότι μὴ κατ’ οἰκείαν ἐνέργειαν καὶ τούτους ἡ ψυχὴ προβάλλεται (δηλοῖ δὲ ἡ εἰς τὸ ἀληθὲς καὶ ἀκριβὲς περιαγωγή· οὔτε γὰρ ἀληθῶς κυβικὸν τὸ αἰσθητὸν σχῆμα οὔτε ἀπλατὴς ἀκριβῶς ἡ εὐθεῖα ἡ φυσική, ἀλλ’ ἡ μαθηματική. ἔνδοθεν μὲν οὖν καὶ οἱ τύποι, ἀλλ’ οὐκ ἄνευ τῆς τῶν αἰσθητῶν γνώσεως τὴν προβολὴν αὐτῶν τῆς ψυχῆς ποιουμένης, ὡς οὐδὲ τῶν κρειττόνων ἐπιστητῶν ἢ νοητῶν)· ἀλλὰ διὰ τὴν τῶν φανταστῶν πρὸς τὰ αἰσθητὰ πλείστην ὁμοιότητα τὸ τῆς ἀφαιρέσεως χώραν ἔσχεν ἰδίως ἐπὶ τῶν φανταστῶν, ὡς οἷον τῶν αὐτῶν ὄντων τοῖς αἰσθητοῖς χωρὶς τῆς φυσικῆς οὐσίας, ἐπεὶ καὶ ὁ ἐν φαντασίᾳ τύπος οὐχ ὡς τὸ εἶδος ἀλλ’ ὡς τὸ εἰδοπεποιημένον· ἀμέριστον γὰρ καὶ ἀδιαίρετον πᾶν εἶδος, ἐν διαστάσει δὲ τὰ μεγέθη καὶ οἱ ἀριθμοὶ ἐν διαιρέσει. ὀρθῶς ἄρα καὶ τὸ εὐθὺ ὡς τὸ σιμὸν λέγεται διὰ τὴν συνέχειαν καὶ τὴν διάστασιν, τῷ μηδὲ εἶδος καὶ τὸ τί ἦν εἶναι, ὅπερ ἐστὶ τὸ εὐθεῖ εἶναι, ἄλλο παρὰ τὸ εὐθύ.1 ὁ δὲ φιλόσοφος ὑποθετικῶς εἰ ἔστιν ἕτερον ἔφη, ὅτι μὴ νῦν ἐπεξεργάζεσθαι ταῦτα προτίθεται, ἐπεὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ καὶ ἐπεξειργάσατο καὶ ἀπεφήνατο. καὶ νῦν δὲ ὑπέμνησεν εἰπὼν ἔστω γὰρ δυάς, τὸ εὐθὺ δηλαδή. μονὰς μὲν γὰρ τὸ εὐθεῖ εἶναι διὰ τὸ ἀδιαιρέτως ἕν, δυὰς δὲ τὸ εὐθὺ οὐχ ὡς δύο (ἓν γὰρ καὶ αὐτό), ἀλλὰ συνεχὲς καὶ διαιρετὸν καὶ ταύτῃ δυαδικόν. καὶ τὰ μαθηματικὰ οὖν ἡ ψυχὴ ἑτέρῳ ἢ ἑτέρως ἔχοντι κρίνει, ὡς ἐπὶ τῶν ὁριζομένων ἑρμηνεύεται ἱκανῶς.
“再次,对于处于抽象之中的事物,直线如同塌鼻;因为它是伴随着连续性的;但本质存在,如果成为直线与直线是不同的,[灵魂则]以另一事物[来判别]。” 他习惯于将数学对象认为且称为处于抽象之中的事物,并不是像毕达哥拉斯学派那样探寻想象中数学印痕的生成性理路——这些理路在灵魂的肉体样生命中是实体性的——而是说数学对象就在想象性印痕本身之中,数学家实际上也是围绕着这些印痕进行全部探讨的。毕达哥拉斯学派着眼于印痕的生成性生命理路,把数学对象确立为实体;而亚里士多德则否定这些印痕的实体性,并说印痕产生于抽象,仿佛灵魂是依照对感觉对象的模仿而接纳它们的——这并非因为灵魂不按照其固有的现实活动来投射它们(向着真实且精确之物的转向表明了这一点;因为感觉到的图形并不是真正的立方体,自然界中的直线严格说来也不是没有宽度的,只有数学上的直线才是如此;因此印痕确实也是从内部生出的,但灵魂若没有对感觉对象的认识,就不会投射它们,正如〔若没有这一认识〕也不会投射更优越的可知对象或理智对象一样)——而是由于想象对象与感觉对象具有极大的相似性,抽象这一说法才特意在想象对象上找到了立足之地,仿佛它们就是除去了自然实体的感觉对象本身一样,因为即使是想象中的印痕,也不是作为形式、而是作为受形式规定之物而存在的;因为一切形式都是不可分且无部分的,而大小存在于延展之中,数存在于分割之中。因此,由于连续性与延展性,“直线如同塌鼻”这一说法是正确的,这是因为它既不是形式也不是本质存在——后者即“成为直线”——并且[成为直线]与直线是不同的。这位哲学家假设性地说“如果是不同的”,是因为他现在并不打算详尽探讨这些问题,因为他在《形而上学》中已经进行了详尽探讨并作出了判定。而且在当下他也通过说“因为假定为二”——即指直线——作出了提示。因为“成为直线”由于是不可分割的一而是单一(单子),而“直线”并不是作为两个东西(因为其自身也是一),而是作为连续的且可分的、并在这方面具有偶对性(二元性)而成为二。因此,灵魂判别数学对象也是以另一事物、或者以处于另一状态的[同一事物],正如在被限定之物的情形中已经得到充分阐释的那样。
"Ὅλως ἄρα ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν." Οὐ περὶ πάντα νοῦν· οὔτε γὰρ περὶ τὸν ἐξῃρημένον τῆς ψυχῆς νοῦν οὔτε περὶ τὸν ἐν τῇ ψυχῇ ἐκείνῳ συμφυῶς ἐνιζόμενον· οὐ γὰρ ἐξίστανται ἐκεῖνοι τῆς τῶν εἰδῶν γνώσεως· ἀλλὰ περὶ τὸν περὶ οὗ ὁ λόγος, τὸν ἐν τῇ προόδῳ τελειωθέντα συστοίχως τὰ πράγματα γινώσκοντα, ἵνα καὶ ὡς ὅρος διὰ τὴν τελειότητα τοῖς εἴδεσιν ἐπιβάλλῃ καὶ ὡς ὁριζόμενος διὰ τὴν ἔξω νεῦσιν τοῖς εἰδοποιουμένοις ὡς ἐκ τῶν εἰδῶν προελθοῦσι.2 νοεῖ δὲ ὁ τοιοῦτος νοῦς καὶ τὰ πάσης ὕλης χωριστά, ὡς τὴν ψυχικὴν οὐσίαν καὶ τὸν κρείττω νοῦν, καὶ τὰ πῇ χωριστά, ὡς τὰ μαθηματικὰ καὶ φυσικὰ εἴδη, οὐ πρὸς τὸ εἶναι ὑποκειμένου δεόμενα καὶ ταύτῃ ὄντα χωριστά, τῷ δὲ ἑτέρων εἶναι ὁριστικὰ ἀχώριστα αὐτῶν ὑπάρχοντα, καὶ πρός γε αὐτὰ τὰ εἰδοπεποιημένα, οὐκέτι ταῦτα τῆς ὕλης χωριστά· ἔοικε γὰρ ὕλην αὐτὴν νῦν καλεῖν τὴν ὁριζομένην οὐσίαν. ὡς οὖν ἔχει τὰ πράγματα κατὰ τὸ χωριστὸν ἢ ἀχώριστον τῆς ὕλης, οὕτω καὶ αἱ τοῦ νοῦ τούτου θεωρίαι (αὗται γὰρ περὶ τὸν νοῦν), ἢ τῶν πάντῃ χωριστῶν ἢ τῶν πῇ χωριστῶν ἢ τῶν ἀχωρίστων ἀντιλαμβανόμεναι. εἰ δὲ αἱ ἐνέργειαι αὐτοῦ τοιαῦται, δῆλον ὡς καὶ αὐτὸς οὔτε μόνον ἢ πάντῃ ἢ πῇ χωριστὸς οὔτε μόνον ἀχώριστος, ἀλλὰ καὶ πάντῃ χωριστὸς διὰ τὴν ἤδη πρὸς τὴν τῆς ψυχῆς οὐσίαν σύμφυσιν καὶ τὴν ἀπ’ αὐτῆς τελειότητα, καὶ ἔτι πῇ τε χωριστὸς καὶ αὖ ἀχώριστος διὰ τὴν ἔξω τάσιν πρός τε τὰ ἄλλων ὁριστικὰ εἴδη, καὶ πρὸς τὰ ὁριζόμενα κατ’ αὐτά.
“因此总括而言,正如事物与质料是相分离的,关涉智性的事物亦是如此。” 这并不是关涉一切智性;因为既不是关涉超离于灵魂的智性,也不是关涉在灵魂之中与那一超离智性在本性上合一的智性;因为那些智性决不会脱离对诸形式的认识;而是关涉当下论及的智性,即在向外发散中臻于完全、与事物相协调地认识事物的智性,以便它既作为界限由于其完全性而投向诸形式,又作为被界定者由于其向外的倾斜而投向作为由诸形式发散而出的受形式规定之事物。这样的智性既知解与一切质料分离之物——如灵魂的实体和更优越的智性——又知解在某种意义上分离之物——如数学形式和自然形式,它们在存在上不需要底层基质,在这方面是分离的,但因作为其他事物的规定性而与那些事物不可分离——而且更进一步知解受形式规定之物本身,这些事物则不再与质料分离;因为他现在似乎把被限定的实体本身称为质料。因此,正如事物在脱离质料的分离或不分离上如何成立,这一智性的诸观照(因为这些就是“关涉智性的事物”)亦是如此,它们要么领会完全分离之物,要么领会某种意义上分离之物,要么领会不可分离之物。如果它的现实活动是这样的,显而易见,它自身也既不单单是完全或某种意义上分离的,也不单单是不可分离的,而是由于已经与灵魂实体的本性合一以及由之而来的完全性而成为完全分离的,并且由于向外延伸到规定其他事物的诸形式、以及依循这些形式被界定的事物,它又在某种意义上是分离的,同时也是不可分离的。
- 3.111τῷ μηδὲ εἶδος καὶ τὸ τί ἦν εἶναι, ὅπερ ἐστὶ τὸ εὐθεῖ εἶναι, ἄλλο παρὰ τὸ εὐθύ
此处是由表示原因的带冠词与格(τῷ)构成、且省略了不定词 εἶναι 的句式。以 τὸ εὐθύ(直线)为主语,结构解作:“由于它既不是形式也不是本质存在(τῷ μηδὲ εἶδος [εἶναι] καὶ τὸ τί ἦν εἶναι),并且本质存在(即成为直线)与直线是不同的(ἄλλο [εἶναι] παρὰ τὸ εὐθύ)”。
- 3.112ἵνα καὶ ὡς ὅρος διὰ τὴν τελειότητα τοῖς εἴδεσιν ἐπιβάλλῃ καὶ ὡς ὁριζόμενος διὰ τὴν ἔξω νεῦσιν τοῖς εἰδοποιουμένοις ὡς ἐκ τῶν εἰδῶν προελθοῦσι
ἵνα 引出的从句用于解释前述“在向外发散中臻于完全的智性”(τὸν ἐν τῇ προόδῳ τελειωθέντα... νοῦν)的功能与特征。虚拟式 ἐπιβάλλῃ(投向、作用于、把握)支配与格补足语,形成了 καὶ ὡς ὅρος... τοῖς εἴδεσιν 与 καὶ ὡς ὁριζόμενος... τοῖς εἰδοποιουμένοις 的并列对比结构;前者的与格指诸形式,后者的与格指受形式规定的具体事物。
