- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:232.11-233.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德在 429b14 的文句,阐明智性通过作为“另一事物”的感觉来判别感觉对象(以及作为其近因的被定义实体),而对于实体的形式(定义),则是通过智性自身处于“另一状态”(如同伸直的线)或通过分离的观照来进行判别的。
" Τῷ μὲν οὖν αἰσθητικῷ τὸ θερμὸν καὶ τὸ ψυχρὸν κρίνει, καὶ ὧν λόγος τις ἡ σάρξ." Ἐπειδὴ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνειν ἔφη τό τε μέγεθος καὶ τὸ μεγέθει εἶναι, διακρίνει τίνα μὲν ἄλλῳ τίνα δὲ ἄλλως ἔχοντι. ὅσα μὲν γὰρ αἰσθητά, οἷον ποιότητες χρώματα σχήματα καὶ μεγέθη καὶ ὡς αὐτὸς ἔφη, ὧν λόγος τις ἡ σάρξ (τουτέστιν ὧν αἰτία ἡ προσεχὴς ἡ ὁριζομένη οὐσία· πολλαχοῦ γάρ, ὡς καὶ τῷ Πλάτωνι ἐν Γοργίᾳ καὶ ἐν Θεαιτήτῳ, οὕτω καὶ τῷ Ἀριστοτέλει ἀντὶ τῆς προσεχοῦς αἰτίας εἴληπται ὁ λόγος· προσεχὴς δὲ αἰτία τῶν συμβεβηκότων πάντων ἡ ὁριζομένη οὐσία, διότι ἐν αὐτῇ καὶ περὶ αὐτὴν καὶ ἐξ αὐτῆς ὑφίσταται· ἡ σὰρξ οὖν παρείληπται ἀντὶ πάσης τῆς ὁριζομένης οὐσίας) τὰ μὲν οὖν αἰσθητὰ τῇ αἰσθήσει κρίνει ὁ νοῦς·1 συμβεβηκότα γὰρ καὶ μερικὰ τὰ αἰσθητὰ πάντα, ὧν συστοίχως ἀντιληπτικὴ ἡ αἴσθησις· ὁ δὲ νοῦς τῶν οὐσιῶν, διὸ ἐπὶ τούτων ἄλλῳ κρίνει· τῇ γὰρ αἰσθήσει ἄλλῃ οὔσῃ παρὰ τὸν νοῦν. ὅ γε μὴν τῆς ὁριζομένης οὐσίας κριτικὸς νοῦς ὢν πάντως,2 ἐπειδὴ καὶ τὸν λόγον νοῦν αὐτῷ δέδοκται καλεῖν, ὡς προείρηται, οὐκ ἄλλῳ τοὺς ὅρους κρίνει, ἀλλ’ ἑαυτῷ μὲν ἄλλως δὲ ἔχοντι κρίνει, ἕως ἂν τῷ προελθόντι καὶ τελεωθέντι ἐν ἡμῖν νῷ καὶ τὰ εἴδη θεωρῶμεν· ἐπεὶ ἀναδραμοῦσα εἰς τὴν ἑαυτῆς οὐσίαν ἡ ψυχὴ καὶ κατὰ τὴν τελείαν ἑστῶσα ἐνέργειαν καὶ τοῖς εἴδεσιν ἑνιζομένη καὶ χωριζομένη πάντη ἀπὸ τῆς τῶν δευτέρων προβολῆς ἑτέρα ἐστὶ τῆς ἔξω προϊούσης ζωῆς. διὸ ἐνταῦθα ὀρθῶς πρόσκειται τὸ ἄλλῳ δὲ ἤτοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει.3 ἄλλῳ μὲν γάρ, ὅταν χωριστῷ, τουτέστι τῇ χωριζομένῃ θεωρίᾳ ἀπὸ τῶν ἔξω προβαλλομένων καὶ εἰς ἕξεις καὶ δυνάμεις προϊουσῶν ἐνεργειῶν, κρίνει τὰ εἴδη· εἰ μὴ ἄρα καὶ τότε οὐκ ἄλλῳ ἀλλὰ τῷ αὐτῷ ἑτέρως ἔχοντι, διὰ τὸ μίαν εἶναι τὴν ὅλην ψυχήν, τήν τε μένουσαν καὶ προϊοῦσαν. ὡμολογημένως δὲ τῷ αὐτῷ μὲν ἄλλως δὲ ἔχοντι, ὅταν ὁ προελθὼν νοῦς καὶ τὰς ὁριζομένας γινώσκῃ οὐσίας καὶ τὰ εἴδη καθ’ αὑτὸν ὁρίζηται, οὕτως ἔχοντι ἄλλως, ὡς ἔχει ἡ εὐθεῖα πρὸς τὴν κεκλασμένην. καὶ γὰρ ἡ κεκλασμένη, ὡς ἤδη διωρίσαμεν, τὴν τῶν εἰδοπεποιημένων σύστοιχον δηλοῖ γνῶσιν, ἡ δὲ ἐκταθεῖσα ὡς ὀρθὴ καὶ ἀκαμπὴς τῆς τῶν ὅρων καὶ τελειοτήτων γνώσεως εἴληπται σύμβολον δι’ ἃς ἀνωτέρω ἔφαμεν αἰτίας.
“因此,[灵魂]以感觉能力判别热与冷,以及肉是其某种比例的那些事物。” 既然他说[灵魂]以另一事物、或者以处于另一状态的[同一事物]判别大小与成为大小,他便区分了哪些是以另一事物判别,哪些是以处于另一状态的事物判别。因为凡是感觉对象,例如性质、颜色、形状和大小,以及如他自己所说,肉是其某种比例的那些事物(即其近因是被定义的实体的那些事物;因为在许多地方,正如柏拉图在《高尔吉亚篇》和《泰阿泰德篇》中那样,在亚里士多德那里,“比例”也被用来代替“近因”;而一切偶性的近因乃是被定义的实体,因为偶性是在它之中、围绕着它并从它之中成立的;因此,肉被用来指代一切被定义的实体)——因此,感觉对象是由智性通过感觉来判别的;因为一切感觉对象都是偶性的和个别的,感觉正与它们相应地具备领会能力;而智性则是关于实体的,所以对于这些[感觉对象],[智性]是以另一事物来判别的;因为感觉是不同于智性的另一事物。然而,判别被定义实体的能力完全是属于智性的——因为如前所述,他决意将理性也称为智性——因此[智性]并不是以另一事物判别诸定义[形式],而是以自身处于另一状态来判别,只要我们还借助在我们之中发散出来且臻于完全的智性来观照诸形式;因为灵魂一旦返回其自身的实体,依循完全的现实活动而确立,与诸形式合一,并彻底脱离次等事物的投射,它就不同于向外发散的生命。因此,在这里正当地补充了:“而以另一事物,即以分离的事物,或者正如被弯折的线在伸直时相对于自身的状态,[灵魂]判别作为肉的存在。”因为一方面,当它“以分离的事物”——即以从向外投射并发散进入品质与潜能的诸现实活动中分离出来的观照——〔判别〕时,它是“以另一事物”来判别诸形式的;除非即便在那时,也并非以另一事物,而是以处于另一状态的同一事物,因为留存的灵魂与发散的灵魂所构成的整个灵魂乃是一体的。但毫无疑问,它是以处于另一状态的同一事物来判别的:当发散出来的智性既认识被定义的诸实体,又在自身之中定义诸形式时,它处于另一状态,正如直线相对于被弯折的线一样。因为正如我们已经规定的那样,被弯折的线表明与受形式规定之物相对应的认识,而伸展的线作为正直且不弯曲的线,则由于我们在上面指出的那些原因,被当作关于诸定义和完满态的认识的象征。
- 3.110ὅσα μὲν γὰρ αἰσθητά, ... τὰ μὲν οὖν αἰσθητὰ τῇ αἰσθήσει κρίνει ὁ νοῦς
以 ὅσα μὲν γὰρ αἰσθητά 开始的从属结构在经历了长篇插入说明(τουτέστιν ... ὁριζομένης οὐσίας)之后构成了破格句(anacoluthon),随后在 τὰ μὲν οὖν αἰσθητά 处作为宾格宾语被重新接引,并与主动词 κρίνει 及主语 ὁ νοῦς 结构相连。
- 3.110ὅ γε μὴν τῆς ὁριζομένης οὐσίας κριτικὸς νοῦς ὢν πάντως
主格短语 ὅ γε μὴν ... κριτικὸς νοῦς ὢν πάντως 用作后续主句谓语动词 κρίνει 的语法主语。在插入的原因从句(ἐπειδὴ καὶ ... ὡς προείρηται)之后,主句的核心骨架由 οὐκ ἄλλῳ τοὺς ὅρους κρίνει, ἀλλ’ ἑαυτῷ μὲν ἄλλως δὲ ἔχοντι κρίνει 构成。
- 3.110ὀρθῶς πρόσκειται τὸ ἄλλῳ δὲ ἤτοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει
在非人称/被动动词 πρόσκειται 后,由中性单数定冠词 τὸ 引导的亚里士多德原文(429b16–17)整个引文作为实质化的从句主语出现。
