- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:231.24-232.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过“弯曲”的比喻阐明分有与受形式规定之物,从原因论的角度解释了亚里士多德关于形式与本质的异同,以及复合体中“在这之中的这”的含义。
ἡ δὲ κλάσις δηλοῖ τὴν μέθεξιν. καὶ γὰρ ὁ ἰατρὸς οἷον καμφθεῖσά ἐστιν ἰατρικὴ διὰ τὴν κατὰ ἰατρικὴν μὲν δευτέραν δὲ ὑπόστασιν καὶ ἐκβεβηκυῖαν, διὰ τὸ τὸ ἐν τῷ μετέχειν ὂν ὅπερ ἐστὶν ἕτερον εἶναι τοῦ μετεχομένου,1 καίτοι κατ’ αὐτὸ ὄν. καὶ ἡ κλασθεῖσα δὲ εὐθεῖα, τουτέστιν ἡ καμφθεῖσα, ὡς γωνίαν ποιεῖν, ἀπὸ μὲν τῆς ἐκτεταμένης γέγονεν, ἐκβᾶσα δὲ τὸ ἁπλοῦν καὶ οἷον εἰς μερισμὸν ὑποβᾶσα. ταῦτα ἐν τούτοις περὶ τοῦ τελείου ἐν τῇ προόδῳ φιλοσοφεῖ νοῦ ὁ Ἀριστοτέλης, πρὸ πάντων ἡμᾶς ὑπομιμνήσκων αὐτὸ τοῦτο, ὅτι ἕτερον τὸ εἰδοπεποιημένον τοῦ εἴδους. τὸ μὲν οὖν μέγεθος καὶ ἡ σὰρξ καὶ τὸ ὕδωρ εἰδοπεποιημένα, τὸ δὲ εἶναι τούτων ἑκάστου τὸ ἑκάστου εἶδος· ἐν γὰρ τῷ τί ἦν εἶναι τὸ εἶδος εἴωθεν ὁρίζεσθαι, ἐπειδὴ κατ’ αὐτὸ καὶ τοῖς εἰδοπεποιημένοις τὸ εἶναι. ἐφ’ ὧν οὖν τὸ εἶδος οὐ μένει αὐτὸ καὶ ἑαυτοῦ ὄν, ἀλλ’ ἑτέρου ἐστὶν ὁριστικόν, ἐπὶ τούτων ἕτερόν ἐστιν αὐτό, τουτέστι τὸ ὁριζόμενον, καὶ τὸ εἶναι αὐτῷ, ὅπερ ἐστὶν ὁ ὅρος καθ’ ὃν ὁρίζεται. ἐφ’ ὧν δὲ τὸ εἶδος ἄυλον καὶ καθ’ ἑαυτὸ μένον καὶ οὐχ ἑτέρου ὅρος, ἐπὶ τούτων ταὐτὸν αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, οἷον σὰρξ καὶ τὸ σαρκὶ εἶναι, οὐκ ἀληθὲς παράδειγμα εἰληφώς (ἐπάγει γοῦν ὡς ἔνυλον ἡ σὰρξ καὶ ὡς τὸ σιμόν ἐστιν), ἀλλ’ ὅτι οὕτως ἔχει τὸ ἄυλον ἐνδεικνύμενος.2 ἀλλὰ πῶς λέγεται τόδε ἐν τῷδε ἡ σὰρξ καὶ τὸ σιμὸν καὶ ἁπλῶς εἰπεῖν τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, εἴ γε τὸ μὲν τόδε τοῦ εἴδους, τὸ δὲ ἐν τῷδε ἢ τῆς ἐν ὕλῃ τοῦ εἴδους φύσεως ἢ καὶ τῆς ὁποιασοῦν εἰς ἕτερον ὡς εἰς ὁριζόμενον κατ’ αὐτὸ σχέσεως; οὐ γὰρ ταὐτὸν τὸ εἰδοποιούμενον τῷ ἐν ἑτέρῳ εἴδει· τοῦτο μὲν γὰρ ὅρος, εἰ καὶ ἄλλου, ἐκεῖνο δὲ ὁριζόμενον, κἂν ᾖ ἄυλον ὡς τὸ οὐράνιον σῶμα. οὐ ταὐτὸν μὲν οὖν τὸ σιμὸν τῇ ἐν ῥινὶ κοιλότητι οὐδὲ τὸ ζῷον τῇ ἐν σώματι ζωῇ, ὡς οὐδὲ ὁ ἰατρὸς τῇ ἰατρικῇ τῇ ἐν ἀνθρώπῳ. ἐκ δὲ τῶν στοιχειωδῶν καὶ προσεχῶν ἐπιστημονικῶς γνωρίζεται αἰτίων·3 ἐκ γὰρ τοῦ ὁριστικοῦ αὐτοῦ εἴδους καὶ τῆς τούτου δεκτικῆς ὕλης. τὸ οὖν τόδε ἐν τῷδε οὐ τὸ σύνθετον ἀλλὰ τὰ αἴτια τοῦ συνθέτου δηλοῖ· ἡ γὰρ τοῦ εἴδους ἐν τῇ ὕλῃ θέσις τὸ σύνθετον ἀποτελεῖ.
而折射[弯曲]表明分有。因为医者确实仿佛是弯曲了的医学,这是由于他具有依循医学、却又是次等的并已降级的存在,也是因为那借由分有而是其所是者,尽管依照被分有者而存在,却与被分有者相异。而且,被折断的直线,也就是被弯曲以致形成一个角的直线,也是从延伸的直线产生出来的,它脱离了简单者,并且仿佛降入了划分。亚里士多德在这些话中,就在流出中完全的智性作了这些哲学探讨,首先提醒我们注意的正是这一点:受形式规定之物与形式是相异的。因此,大小、肉和水是受形式规定之物,而它们各自的存在则是各自的形式;因为形式通常是在“本质”[是什么存在]中被定义的,既然依据形式,存在也属于受形式规定之物。因此,在那些形式并不留存为自身且属于自身、而是定义另一事物的场合,在这些事物上,它自身——也就是被定义者——与它的存在——即〔被定义者〕依照它而被定义的定义——是相异的。但在那些形式是非质料的、依自身留存且不是另一事物的定义之场合,在这些事物上,它自身与它的存在是同一的,正如肉与肉的存在那样;[亚里士多德]并非采纳了一个真实的例证(至少他接着指出,肉是带有质料的,并且如同塌鼻一样),而是借此表明非质料者具有这样的状态。但是,如果“这”属于形式,而“在这之中”要么属于形式在质料中的本性,要么也属于〔形式〕对作为依照它而被定义者的另一事物的任何关系,那么肉、塌鼻以及简言之由质料和形式构成的复合体,又如何被称为“在这之中的这”呢?因为受形式规定之物并不等同于在另一事物之中的形式;因为后者即使属于另一事物,也是定义,而前者则是被定义者,即便它像天体一样是非质料的。因此,塌鼻并不等同于鼻子中的凹陷,动物也不等同于身体中的生命,正如医者不等同于人身上的医学一样。但[复合体]是从它的元素性且切近的原因中被科学地认识的;因为它是从其定义性的形式以及容纳该形式的质料中[被认识的]。因此,“在这之中的这”并不表示复合体,而是表示复合体的诸原因;因为形式在质料中的安置造就了复合体。
- 3.109διὰ τὸ τὸ ἐν τῷ μετέχειν ὂν ὅπερ ἐστὶν ἕτερον εἶναι τοῦ μετεχομένου
双重定冠词 τὸ τὸ 中,前一个 τὸ 引导由介词 διά 管辖的名词化不定词结构(以 εἶναι 为主动词),后一个 τὸ 则将分词短语 τὸ ἐν τῷ μετέχειν ὂν ὅπερ ἐστίν(“借由分有而是其所是者”)名词化并作不定词的主语。整体骨架为 διά τὸ [主语] εἶναι [谓语] τοῦ μετεχομένου。
- 3.109οὐκ ἀληθὲς παράδειγμα εἰληφώς (ἐπάγει γοῦν ὡς ἔνυλον ἡ σὰρξ καὶ ὡς τὸ σιμόν ἐστιν), ἀλλ’ ὅτι οὕτως ἔχει τὸ ἄυλον ἐνδεικνύμενος
分词 εἰληφώς 与 ἐνδεικνύμενος 以亚里士多德为意义上的主语,构成“οὐκ A ἀλλὰ B”的并列修饰前文。此处解释了亚里士多德引用“肉与肉的存在”并非将其视作真正的非质料例证,而是为了借此说明非质料形式的状态。
- 3.109ἐκ δὲ τῶν στοιχειωδῶν καὶ προσεχῶν ἐπιστημονικῶς γνωρίζεται αἰτίων
被动态动词 γνωρίζεται(“被认识”)的主语在句中未明示,根据上下文(前文的 τὸ σύνθετον 以及后文的 τὸ σύνθετον)应补充复合体(τὸ σύνθετον)为主语。介词短语 ἐκ ... αἰτίων 被副词与动词 ἐπιστημονικῶς γνωρίζεται 分隔,构成了跨置结构(hyperbaton)。
