← 辛普里丘

亚里士多德《论灵魂》注释

§230.30-231.24

智性对复合实体与简单实体的认识

辛普利丘依据亚里士多德在429b10的引文,讨论了灵魂流出的智性如何认识复合实体与简单实体,将其与在原因性思惟中留存于不可分事物的高位智性及复归其本真立场的灵魂相对照,进而阐述了流出智性认识的双重特性(面对受规定实体时的折射认知与面对定义的未折射把握)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.109#1

" Ἐπεὶ δ’ ἄλλο ἐστὶ μέγεθος καὶ τὸ μεγέθει εἶναι καὶ ὕδωρ καὶ τὸ ὕδατι εἶναι· οὕτω δὲ καὶ ἐφ’ ἑτέρων πολλῶν, ἀλλ’ οὐκ ἐπὶ πάντων· ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστι τὸ σαρκὶ εἶναι καὶ σάρκα· ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει." Ὁ σκοπὸς αὐτῷ ἐν τούτοις τοῦ προελθόντος μὲν ἀπὸ τῆς οὐσιώδους μονῆς, τελειωθέντος δὲ καθ’ ἕξιν ὑπὸ τῆς οὐσιώδους ἐν τῇ ψυχῇ τελειότητος διαφόρους παραδοῦναι νοήσεις, τὴν μὲν τῶν συνθέτων καὶ μεριστῶν οὐσιῶν, τὴν δὲ τῶν ἁπλῶν καὶ ἀμερίστων, ἵνα καὶ ταύτῃ διακρίνῃ τὴν οὐσιώδη τῆς ψυχῆς θεωρίαν, μένουσαν, ὡς οἷόν τε αὐτῇ, ἐν τοῖς ἁπλοῖς καὶ ἀμερίστοις, ὥσπερ ὁ κρείττων τῆς ψυχῆς νοῦς οὐ μεταβαίνων ἀπὸ τῶν εἰδῶν ἐπὶ τὰ εἰδοποιούμενα, ἵνα καὶ ταῦτα γνῷ, ἀλλ’ ἐν αὐτῇ τῇ εἰδῶν νοήσει ὡς ἐξ αἰτίων καὶ τὰ εἰδοποιούμενα καὶ τὰ τούτοις ἐπισυμβαίνοντα καὶ ἁπλῶς εἰπεῖν καὶ τὰ αἰτιατὰ πάντα καὶ τὴν τῶν ἐσχάτων αὐτῶν δεκτικὴν ὕλην καὶ τὰ ὁπωσοῦν αὐτοῖς παρυφιστάμενα κατὰ τὴν αἰτιώδη γινώσκει νόησιν, ᾗ ἐν τοῖς εἴδεσιν αἰτιωδῶς προείληπται τὰ αἰτιατά. ὃν δὴ καὶ ἡ εἰς τὴν οὐσίαν ἑαυτῆς ἀναδραμοῦσα ψυχή, ὡς οἷόν τε αὐτῇ, μιμεῖται ἅτε συμφυῶς αὐτῷ συνημμένη, ἐν τοῖς ἀκροτάτοις ἑαυτῆς μένουσα λόγοις καὶ εἰς τὸ ἔξω οὐδαμῇ προϊοῦσα, συναπτομένη δὲ καὶ τοῖς ἐν τῷ νῷ εἴδεσι, καὶ ἐν τούτοις καὶ αὕτη τὰ αἰτιατὰ κατὰ τὴν αἰτιώδη θεωρεῖ ἁπλότητα. οὐ μὴν ἔτι ἡ ἀφ’ ἑαυτῆς προϊοῦσα ψυχή, κἂν ἤδη τελείαν ἐνστήσηται τὴν θεωρίαν, μένει ἐν τῇ εἰδητικῇ ἁπλότητι, ἀλλὰ διὰ μὲν τὴν ἐκ τῆς οὐσίας ἐνδοθεῖσαν τελειότητα καὶ τὴν πρὸς αὐτὴν ὡς ἑτέρας πως πρὸς ἑτέραν συναφὴν (οὐ γὰρ καθ’ ἕνωσιν) ἐπιβάλλει τοῖς εἴδεσιν, εἰ καὶ πορρώτερον ᾖ ἡ ἐν αὐτῇ εἰλικρινῶς μείνασα, διὰ δὲ τὴν ἔξω πρόοδον οὐκ ἐκ μόνων τῶν αἰτίων ἀλλὰ καὶ συστοίχως αὐτοῖς ἐπιβάλλει τοῖς αἰτιατοῖς τοῖς προελθοῦσι προελθοῦσα αἰσθήσει μὲν τὰ αἰσθητά, λογικῇ δὲ γνώσει τὰς συνθέτους καὶ ὅλως τὰς εἰδοπεποιημένας οὐσίας, καὶ ἑτέρᾳ οὔσῃ τῆς τῶν εἰδῶν ἀντιληπτικῆς καὶ τῇ αὐτῇ μὲν ἀλλ’ οἷον καμφθείσῃ καὶ οὕτω τὰ ὁριζόμενα νοούσῃ.1 τοὺς γὰρ ὅρους ὀρθῶς καὶ ἀκαμπῶς·2 τελειότητες μὲν γὰρ οἱ ὅροι, καὶ ἡ νόησις αὐτῶν κατὰ τελειότητα ἵσταται, ἐπειδὴ καὶ πᾶσα γνῶσις κατὰ τὸ γνωστόν· τὰ δὲ εἰδοπεποιημένα τέλεια καὶ ὁ συστοίχως τούτοις ἐπιβάλλων νοῦς, ἀλλ’ οὐ τελειότητες ἀλλὰ κατὰ μέθεξιν τῆς τελειότητος.

“既然大小是一回事,而大小的存在是另一回事,水是一回事,而水的存在是另一回事——在许多其他事物上也是如此,但并非在所有事物上都如此;因为在某些事物上,肉的存在与肉是同一的——那么[智性]便是或者通过另一事物,或者通过处于另一状态来判断的。” 他在这些话中的意图,是阐明那从实质性的留存中流出、却由灵魂中的实质性完满性作为性向而被完成的智性的不同思惟活动:其一属于复合且可分的实体,其二属于简单且不可分的实体,以便亦借此区分灵魂的实质性观照。这种观照在其可能达到的范围内,留存在简单且不可分的事物之中,正如同那高于灵魂的智性并非从形式转移到受形式规定之物以便也认识它们,而是在形式本身的思惟之中,如同从原因出发那样,依循原因性思惟认识受形式规定之物及其附带随生的属性,简言之,认识所有结果、容纳其终极形态的质料,以及以任何方式伴随它们而并立存在之物,因为结果已被原因性地预先把握在形式之中。而那回复到自身实体之中的灵魂,在其可能达到的范围内,正是模仿着这一〔智性〕,因为与它自然地结合在一起,留存在自身的最高原理之中,绝不向外流出,同时也结合于智性中的诸形式,并且在这些形式之中,灵魂自身也依循原因性的单纯性来观照结果。然而,那从自身流出的灵魂,即使已经确立了完全的观照,也不再留存在形式的单纯性之中,而是:一方面,由于从实体赋予的完满性以及与实体作为相异者对相异者在某种意义上的接合(因为并非依照统一),它投向诸形式,即便它比起那纯粹留存于其中的〔灵魂〕更为疏远;另一方面,由于向外的流出,它不仅从原因出发,而且也相应地投向流出的结果,它自身也流出,以感觉投向感觉事物,以理性认识投向复合的,以及一般而言受形式规定的实体——这种认识既不同于把握形式的认识,又是同一认识,但仿佛被折射弯曲,并以此方式思惟被定义的事物。因为对于诸定义,它笔直且不弯曲地[思惟];因为定义是诸完满性,而对它们的思惟依照完满性而成立,既然一切认识也依照认识对象;而受形式规定之物是完全者,相应地投向它们的智性也是如此,但它们并非完满性本身,而是依照对完满性的分有[而为完全]。

语法注2 条
  1. 3.109καὶ ἑτέρᾳ οὔσῃ τῆς τῶν εἰδῶν ἀντιληπτικῆς καὶ τῇ αὐτῇ μὲν ἀλλ’ οἷον καμφθείσῃ καὶ οὕτω τὰ ὁριζόμενα νοούσῃ

    与格分词短语 ἑτέρα οὔσῃ... καὶ τῇ αὐτῇ μὲν ἀλλʼ οἷον καμφθείσῃ 修饰并同格于前文的 λογικῇ δὲ γνώσει(阴性单数与格),用于补充说明其性质。这直接对应并诠释了亚里士多德引文中的二者择一“ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι”(或凭借另一物,或凭借处于另一状态),阐明了理性认识何以既异于对形式的直接把握,又是同一认识能力的弯曲与折射。

  2. 3.109τοὺς γὰρ ὅρους ὀρθῶς καὶ ἀκαμπῶς

    省略了主要动词的句构。承接前文分词句中的动词成分 νοούσῃ(或主干动词 ἐπιβάλλει),需补出动词 νοεῖ(思惟):“因为对于定义,[它]笔直且无折射地[思惟]”。此处构成了对于复合的被定义事物的“弯曲/折射的(καμφθείσῃ)”思惟与对于定义本身的“未折射的(ἀκαμπῶς)”思惟之间的鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:230.30-231.24