← 辛普里丘

亚里士多德《论灵魂》注释

§229.36-230.29

智性的自主动性与对自身的原初思惟

亚里士多德《论灵魂》429b7–429b9的注释。辛普里丘阐明“依自身而活动”是流出且完全的智性所特有的,并论证智性是主要地而非附带地思惟自身,从而反驳了亚历山大基于受动说的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.107

" Τοῦτο δὲ συμβαίνει, ὅταν δύνηται ἐνεργεῖν δι’ αὑτοῦ." Τὸ δύνασθαι ἐνεργεῖν δι’ αὑτοῦ ἴδιον τοῦ προελθόντος μὲν τελείου δὲ νοῦ. ὁ γὰρ ὑλικὸς νοῦς τελειοῦται μὲν καὶ ὑφ’ ἑαυτοῦ, ᾗ εἷς καὶ ὁ αὐτός ἐστιν ὅ τε μένων καὶ ὁ προϊὼν τῆς ψυχῆς νοῦς, οὐ μὴν ἐνεργεῖν δύναται καὶ γινώσκειν καθ’ ἑαυτὸν τὰ νοητά, ἕως ἂν ᾖ ἀτελής, ἀλλὰ τελειωθείς, ὅς ἐστιν ὁ νῦν εἰς θεωρίαν προκείμενος. οὐ μὴν οὐδ’ ὁ οὐσιώδης τῆς ψυχῆς νοῦς δύναται δι’ ἑαυτοῦ ἐνεργεῖν· οὐ γὰρ ἐν τῷ δυνάμει, ἀλλ’ ἐν τῷ ἤδη ἐνεργεῖν αὐτῷ τὸ εἶναι. οὗτος δὲ ἐν δυνάμει διὰ τὸ μὴ ἀεὶ ἐνεργεῖν, διὸ καὶ αὐτὸς δυνάμει πως καὶ ὡς μὴ ἀεὶ ἐνεργῶν καὶ ὡς ἑτέρωθεν τελειωθείς, καθάπερ καὶ τὸ ἤδη ζῶν σῶμα δυνάμει ζωὴν ἔχειν λέγεται διὰ τὴν ἐπίκτητον τῆς ζωῆς μετάληψιν οὐ μόνον ἑτέρωθεν ἀλλὰ καὶ ποτὲ ἐνδιδομένην, ἀλλ’ οὐχ ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν, οἷος ἦν ὁ ἀτελὴς νοῦς· ἐκεῖνος γὰρ καὶ πρὸς αὐτὴν τὴν τελείωσιν δυνάμει ἦν καὶ τὴν πρὸς τὸ τελειοῦν ἑτερότητα πλείονα καὶ ἐναργεστέραν διέστηκεν.1

“而这发生在它能够依自身而活动之时。” 能够依自身而活动,是流出而完全的智性所特有的。因为质料智性一方面也由其自身所完成,就灵魂那留存的智性与流出的智性是一而且同一而言;然而只要它是不完全的,就绝不能依自身活动并认识可知事物,而只有在被完成之后才能如此,这也就是现在被提出来进行观照的智性。然而,灵魂的实质性智性也不能依自身而活动;因为它的存在并不处于潜能中,而在于已经在活动。而这一[流出的智性]由于并不总是在活动而处于潜能中,因此它自身也由于并不总是在活动并且是由外部所完成的,而在某种意义上处于潜能中,正如已经活着的身体,由于后天获得的对生命的受纳——这种受纳不仅来自外部,而且是在某个时刻被赋予的——也被说成在潜能中拥有生命,但并不是像在学习或发现之前那样,如同那不完全的智性那样;因为那一智性甚至对于完满性本身而言也是处于潜能中的,并且与那使其完满者之间隔着更大且更明显的相异性。

§3.108

"Καὶ αὐτὸς δὲ αὑτὸν τότε δύναται νοεῖν." Οὐ κατὰ συμβεβηκὸς τῷ τὰ νοητὰ ἔχειν καὶ εἶναί πως ὁ αὐτὸς τοῖς νοουμένοις εἴδεσιν, ὡς προηγουμένως2 τὰ εἴδη ἀλλ’ οὐχ ἑαυτὸν νοῶν, ὡς ὁ Ἀλέξανδρος βούλεται, καὶ ἑαυτὸν δὲ νοῶν προηγουμένως· ἐπεὶ πόθεν ἢ ὁ Ἀλέξανδρος ἢ ἡμεῖς περὶ αὐτοῦ τι γράφομεν, μὴ νοοῦντος ἑαυτόν,3 καὶ τὴν νόησιν καὶ τὴν ζωὴν καὶ τὴν οὐσίαν ἑαυτοῦ, ἵνα καὶ νοῦς ᾖ ἀλλὰ μὴ αἴσθησις, πρὸς ἄλλα ἀποτεινόμενος καὶ τῇ πρὸς αὐτὰ ἀποτάσει ἑαυτοῦ συναισθανόμενος; καὶ γὰρ οὐ μόνον ἐστὶ νοῦς ἀλλὰ καὶ νοητός, ὥσπερ τὰ ἄλλα νοητὰ εἴδη μεταλαγχάνων ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς, οὕτω καὶ νοῦς καὶ νοητὸς [τε] ὑπὸ τοῦ οὐσιώδους νοεροῦ τε καὶ νοουμένου γινόμενος. ἀλλ’ οὐδέν, φησὶν ὁ Ἀλέξανδρος, αὐτὸ ὑφ’ ἑαυτοῦ πάσχει· τὸ δὲ νοεῖν ἐν τῷ πάσχειν τὸν νοῦν ὑπὸ τοῦ νοητοῦ εἶναι ἐδόκει. οὐχ ἁπλῶς, ἀλλὰ τὸ τῷ αἰσθάνεσθαι ὅμοιον καὶ ὃ ἑτέρωθέν πως τελειοῦται, κἂν αὐτενεργήτως τὴν ἑτέρωθεν παραδέχηται τελειότητα. πάσχει οὖν καὶ ὁ ὑλικὸς νοῦς καὶ ὁ ἤδη κατὰ τὴν προβολὴν τελειωθείς, ἢ ὑπὸ τοῦ οὐσιώδους τελειοῦται νοητοῦ, καὶ ὡς νοῦς καὶ ὡς νοητὸς γινόμενος· ἅπαξ δὲ τελειωθεὶς αὐτὸς ἑαυτὸν καὶ τὰ ἐν αὐτῷ εἴδη νοεῖ ἀπαθῶς κατ’ ἐνέργειαν τελείαν. τὸ γὰρ πάθος ἦν ἐν τῇ ἑτέρωθεν μεταλήψει καὶ πληρώσει, ἀλλ’ οὐκ ἐν τροπῇ τινι.

“而且那时它也能够思惟自身。” [它思惟自身]并非由于拥有可知事物并在某种意义上与所思惟的形式同一而附带地思惟自身——正如亚历山大所主张的那样,主要思惟形式而非自身——而是主要地亦思惟自身;否则,如果[智性]不思惟自身,不思惟其自身的思惟、生命与实体,以便它是智性,而非投向其他事物并通过向它们的伸展而感知自身、成为感觉,那么亚历山大或我们究竟凭什么能写出关于它的任何东西呢?因为它不仅是智性,也是可知对象,正如它从灵魂的实质性形式中分有其他可知形式一样,它也同样由那实质性的、智性且被思惟者而成为智性与可知对象。然而亚历山大说:“没有任何事物由其自身所受动;”而思惟曾被认为在于智性受可知对象所受动。并非无条件地如此,而是那类似于感觉、且在某种意义上从外部得以完成的[思惟才如此],即便它是自发地接纳来自外部的完满性。因此,质料智性以及那已经依照投射得以完成的智性都承受着受动,或者说,由实质性的可知对象所完成,既作为智性又作为可知对象而生成;而一旦被完成,它就无受动地、依照完全的现实活动思惟自身以及其中的诸形式。因为受动在于来自外部的分有与充实,而不在于任何变异。

语法注3 条
  1. 3.107τὴν πρὸς τὸ τελειοῦν ἑτερότητα πλείονα καὶ ἐναργεστέραν διέστηκεν

    动词 διέστηκεν(διίστημι 的完成时)本身是不及物动词(“相隔、分离”),此处支配宾格 ἑτερότητα,作同族宾格或表示程度、距离的内面宾格(即“以更大且更明显的相异性相隔”)。

  2. 3.108Οὐ κατὰ συμβεβηκὸς ... καὶ ἑαυτὸν δὲ νοῶν προηγουμένως

    句首以否定词 Οὐ 开头并省略了主要动词(如 νοεῖ)。介词短语 κατὰ συμβεβηκός 与分词短语 ὡς ... νοῶν 构成被否定的第一肢(“并非附带地……思惟”),随后的 καὶ ... δὲ 连同分词 νοῶν 则构成起转折强调作用的肯定对应肢(“而是主要地亦思惟自身”)。

  3. 3.108μὴ νοοῦντος ἑαυτόν

    带有否定词 μή 的属格独立结构(逻辑主语为智性),表达反事实的条件假设(“若它不思惟自身”),为前面的反诘疑问句 ἐπεὶ πόθεν ... γράφομεν(“否则我们又凭何书写……?”)提供逻辑前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:229.36-230.29