- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:229.1-229.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了429b5的引文,阐明从自身流出的智性如何从沉溺于感觉对象的质料潜能,通过向自身归返并与灵魂原本的实体相结合,进而获得依投射而成的完满品质。他指出,将这种智性比作“现实活动中的有知者”,是因为它所获得的品质与其现实活动是相分离的,活动并非永远持续发生。
" Ὅταν δ’ οὕτως ἕκαστα γένηται, ὡς ὁ ἐπιστήμων λέγεται ὁ κατ’ ἐνέργειαν." Ὁ ἀφιστάμενός πως ἑαυτοῦ καὶ εἰς τὸ ἔξω προϊὼν νοῦς1 ὁτὲ μὲν ὅλος περὶ τὰ αἰσθητὰ στραφεὶς καὶ οὐδαμῇ τῶν εἰδῶν οὔτε τῶν οὐσιῶν ἐπαΐων, ἅπερ λόγῳ καὶ τῷ κρείττονι νῷ ἐστι καταληπτά, τῇ δὲ αἰσθήσει οὔ (καὶ διὰ τοῦτο λέγεται νοητά, ἐπειδὴ καὶ τὸν λόγον νοῦν προσαγορεύει), δυνάμει ὢν νοῦς καὶ ἀτελὴς καὶ ὑλικός, ὡς ἐπιτήδειος μὲν πρὸς ὑποδοχὴν τῶν νοητῶν εἰδῶν καὶ τῆς τούτων νοήσεως, οὔπω δὲ δεξάμενος, ὁτὲ δὲ ἤδη τέλειος καὶ τῶν νοητῶν εἰδῶν πλήρης, ὡς οἷόν τε τῷ προελθόντι νῷ, οὐχ ὑπὸ τῶν αἰσθητῶν τελειούμενος, ἀλλὰ τούτοις μὲν ὡς ἐσχάτοις ἴχνεσι τῶν εἰδῶν ἐπιβαίνων, ἐντεῦθεν δὲ ἐπὶ τὴν αὐτῶν τῶν εἰδῶν ζήτησιν ἐγειρόμενος τῇ εἰς ἑαυτὸν συννεύσει, καὶ ταύτῃ τῇ μενούσῃ τῆς ψυχῆς καὶ πρωτίστῃ συναπτόμενος οὐσίᾳ, τελειοῦται ὑπὸ τῶν ἐν αὐτῇ μενόντων εἰδῶν καὶ ὑπὸ τῆς ἡνωμένης ἐκείνῃ γνώσεως, οὐ γινόμενος μὲν ὅπερ ἡ οὐσιώδης αὐτῆς νόησις οὐδὲ αὖ τὰ ἐν τῇ οὐσίᾳ αὐτῆς μένοντα εἴδη, κατὰ δὲ τὰ προσεχῶς αὐτῶν ἐξηρτημένα καὶ κατὰ τὴν συναπτομένην τῇ οὐσιώδει γνῶσιν πληρούμενός τε καὶ τελειούμενος, ἅμα τε ὡς ὑφ’ ἑτέρων τῶν μενόντων, ᾗ προῆλθεν ἑτεροιωθείς, ἅμα δὲ ὑφ’ ἑαυτοῦ, ἐπειδὴ εἷς πως καὶ ὁ αὐτὸς μένει τε καὶ πρόεισι. καὶ ἡ τελειότης τοίνυν ἐν τῷ προελθόντι οὐχ οἵα ἡ οὐσιώδης, ἀλλὰ κατὰ προβολὴν καὶ δευτέρα μετὰ τὴν οὐσιώδη καὶ κατὰ ἕξιν· περὶ γὰρ τὴν οὐσίαν ἀλλ’ οὐκ οὐσία ἡ ἕξις. ἀπὸ οὖν τῶν ὑστέρων ἐπὶ τὰ πρῶτα ἐν τῇ περὶ τῶν οἷον μερῶν τῆς ψυχῆς θεωρίᾳ διὰ τῶν προσεχῶν ἀνιὼν ὁ φιλόσοφος ἀπὸ τοῦ ὑλικοῦ καὶ ἀτελοῦς καὶ δυνάμει μέτεισιν ἐπὶ τὸν προϊόντα μὲν καὶ αὐτόν, τελειωθέντα δὲ τὴν κατὰ προβολὴν τελειότητα νοῦν, ὃς ἕκαστα λέγεται γίνεσθαι ὡς ὁ κατ’ ἐνέργειαν ἐπιστήμων δηλαδὴ ἄνθρωπος.2 τοῦτο μὲν οὖν, ἵνα μηδὲ ἐπὶ τοῦ οὕτω τελείου νοῦ τὴν ἐνέργειαν ἢ τὴν αὐτὴν τῇ ἕξει ἢ ἀεὶ ἑπομένην τιθῶμεν· ἀλλ’ ὡς ἔχει ὁ κατ’ ἐνέργειαν ἐπιστήμων, τουτέστιν ὁ ἤδη τελείαν ἀπειληφὼς τὴν ἕξιν, οὐκ ἀεὶ δὲ κατ’ αὐτὴν ἐνεργῶν, οὕτω καὶ τὸν προελθόντα τέλειον ὑποτιθώμεθα νοῦν, διὰ τὴν πρόοδον ὥσπερ αὐτὸς ἀπομερίζεται τῆς οὐσίας, οὕτω καὶ τὴν ἐνέργειαν μεριζομένην τῆς ἕξεως ἔχοντα,3 καὶ οὐδὲ ὡς ἑπομένην ἀεὶ ἀλλὰ ποτέ, διὰ τὸ ποτὲ καὶ αὐτὸς τελειοῦσθαι. οὐκοῦν καὶ τὸ ἕκαστα ὀρθῶς ἐπ’ αὐτοῦ εἴρηται διὰ τὴν διῃρημένην ἐν αὐτῷ συναγωγὴν τῶν εἰδῶν, τὸ δὲ γίνεσθαι διά τε τὴν ἑτέρωθεν καὶ τὴν οὐκ ἀΐδιον ἀλλὰ ποτὲ τελειότητα.
“当它这样成为每一事物,如同被称为现实活动中的有知者那样,”在某种意义上脱离自身并走向外部的智性,有时完全转向感觉对象,完全不能领悟形式和实体——这些形式和实体是通过理智以及更为卓越的智性所能把握的,而通过感觉则不能(因此它们被称为可知的,因为他也把理智称为智性)——由于它适合于接纳可知形式及对它们的思惟,却尚未接纳,因而是处于潜能中的、不完全的和质料的智性;而有时,在流出的智性所能达到的限度内,它已然完全并充满了可知形式,并非由感觉对象所完成,而是将这些对象作为形式的最边缘的痕迹踏在脚下,由此通过向自身的归返而被唤起去探求形式自身,并与灵魂的这留存的、最原本的实体相结合,由留存在其中的形式以及与该实体相结合的认识所完成。它并不是变成灵魂的实质性思惟本身,也不是变成留存于其实体之中的诸形式本身,而是依照直接依附于它们的事物、依照与实质性认识相结合的认识而得以充实和完成;这同时可以说是被留存者这另一事物所完成,就其流出且发生了变化而言,同时也是被其自身所完成,因为在某种意义上同一者既留存又流出。因此,在流出者之中的完满性并非实质性的完满性,而是依照投射的、次于实质性的第二位完满性,且是依照品质的;因为品质环绕着实体,但并非实体。因此,哲学家在关于灵魂所谓各个部分的观照中,通过近邻的中介从后起者上升到最先者,从质料的、不完全的、处于潜能中的[智性]过渡到了自身同样流出、但依投射的完满性而得以完成的智性;正是这种智性被说成如同现实活动中的有知者、即人一样成为每一事物。这正是为了使我们即便对于如此完全的智性,也不将现实活动设定为与品质相同或永远随附于它;相反,正如现实活动中的有知者——即已经获得了完全品质、但并不总是依照它而活动的人——那样,我们也应当如此设定那流出的完全智性:由于流出的缘故,正如它自身从实体中被区分出来一样,它也拥有从品质中区分出来的现实活动,并且并非始终随附,而只是有时随附,因为智性自身也只是在某个时候才得以完成。因此,“每一事物”这一说法由于其内部形式的分裂的汇集,恰当地运用于它身上;而“成为”这一说法,则由于来自外部的、且非永恒而是在某个时刻发生的完满性,也是恰当的。
- 3.106Ὁ ἀφιστάμενός πως ἑαυτοῦ καὶ εἰς τὸ ἔξω προϊὼν νοῦς
句首主语 Ὁ ... νοῦς 的述谓结构包含不对称的呼应:前半部分由 ὁτὲ μὲν ... δυνάμει ὢν νοῦς(由分词 ὢν 引导)构成,而后半部分则由 ὁτὲ δὲ ἤδη τέλειος ... τελειοῦται(由限定动词 τελειοῦται 作为主要动词)承接。整个长句的句法骨架对比了流出智性的两种状态:“流出的智性有时是潜能中的智性……而有时则得以完成”。
- 3.106δηλαδὴ ἄνθρωπος
δηλαδὴ ἄνθρωπος 作为同位语补充说明 ὁ κατ’ ἐνέργειαν ἐπιστήμων(“现实活动中的有知者,即人”)。它明确指出了亚里士多德所例举的“学者/有知者”指的不是神圣智性,而是指能够后天获得知识品质(hexis)的人类。
- 3.106ὥσπερ αὐτὸς ἀπομερίζεται τῆς οὐσίας, οὕτω καὶ τὴν ἐνέργειαν μεριζομένην τῆς ἕξεως ἔχοντα
ὥσπερ 从句(智性自身从原本的实体中被区分开)与 οὕτω 引导的分词短语(将其现实活动作为从品质中区分出来的东西而具有)构成类比结构。ἔχοντα 是宾格分词,修饰前面的 τὸν προελθόντα τέλειον ... νοῦν,将智性自身存在的下降区分与其活动和品质之间的功能区分作了平行的对应。
